§1.7#2χρόαν, ἐκεῖ δʼ ἐπ᾿ αὐτῶν τὸ χρῶμα φαινόμενόν ἐστιν.
色[を生じる]が、あちら(彗星の尾)ではその色自体が[星の上に]見えているものである。
ὅταν μὲν οὖν κατʼ ἀστέρα γένηται ἡ τοιαύτη σύγκρισις, τὴν αὐτὴν ἀνάγκη φαίνεσθαι φορὰν κινούμενον τὸν κομήτην ἥνπερ φέρεται ὁ ἀστήρ·
したがって、このような凝縮が星の箇所で起きる場合には、彗星は、その星が運ばれていくのと同じ運行をもって動いているように見えることが必然である。
ὅταν δὲ συστῇ καθʼ αὐτόν, τότε ὑπολειπόμενοι φαίνονται.
しかし、(凝縮が)それ自体として独立して形成されるときには、そのとき[それらは]遅れて取り残されていくように見える。
τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν.
というのも、地球を取り巻く宇宙の運行はまさにそのようになっているからである。
τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην, ὡς ἄλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γιγνομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, πρὸς τὸν ἥλιον, ὅτι καὶ καθʼ αὑτὸν γίγνεται κομήτης πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων.
実際、このことが、彗星が、純粋な燃料の層においてその星自体に対して生じる暈のような、ある種の反射ではないことを最もよく示しており、またヒッポクラテスの一派が言うように、太陽に対する反射でもないことを示している。 なぜなら、彗星は、特定の星々の周りに生じるよりも、しばしば、そしてより頻繁に、それ自体で独立して生じるからである。
περὶ μὲν οὖν τῆς ἅλω τὴν αἰτίαν ὕστερον ἐροῦμεν·
さて、暈の原因については後で述べることにしよう。
περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι γιγνόμενοι πλείους πνεύματα καὶ αὐχμοὺς·
しかし、それらの組成が火の性質であることの証拠としては、彗星が多数発生するときに風や旱魃を告げるということを、信じるべきである。
δῆλον γὰρ ὅτι γίγνονται διὰ τὸ πολλὴν εἶναι τὴν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τὸν ἀέρα, καὶ διακρίνεσθαι καὶ διαλύεσθαι τὸ διατμίζον ὑγρὸν ὑπὸ τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μὴ συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ.
というのも、そのような分泌物(立ち上り)が多量にあるためにこれら(風や旱魃)が生じることは明らかであり、その結果、空気は必然的により乾燥し、蒸発する湿気が、熱い立ち上りの多量さによって分離され溶解されて、水へと容易には凝縮しなくなるからである。
σαφέστερον δʼ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους, ὅταν καὶ περὶ πνευμάτων λέγειν ἦ καιρός.
この現象についても、風について語る機会があるとき、より明確に述べることにする。
ὅταν μὲν οὖν πυκνοὶ καὶ πλείους φαίνωνται, καθάπερ λέγομεν, ξηροὶ καὶ πνειυματώδεις γίγνονται οἱ ἐνιαυτοὶ ἐπιδήλως·
したがって、彗星が頻繁に、また多数現れるときには、私たちが言うように、その年々は明らかに乾燥し、風の強いものとなる。
ὅταν δὲ σπανιώτεροι καὶ ἀμαυρότεροι τὸ μέγεθος, ὁμοίως μὲν οὐ γίγνεται τὸ τοιοῦ τον, οὐ μὴν ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ γίγνεταὶ τις ὑπερβολὴ πνεύματος ἢ κατὰ χρόνον ἢ κατὰ μέγεθος, ἐπεὶ καὶ ὅτε ὁ ἐν Aἰγὸς ποταμοῖς ἔπεσε λίθος ἐκ τοῦ ἀέρος, ὑπὸ πνεύματος ἀρθεὶς ἐξέπεσε μεθʼ ἡμέραν·
しかし、それらがより稀であり、大きさにおいてよりかすんでいるときには、同様にはそのようなことは起こらないが、それでもなお、多くの場合、期間においてか、あるいは強さにおいて、何らかの風の過剰が生じる。 というのも、アイゴス・ポタモイにおいて石が空中から落下したときも、それは風によって持ち上げられて、昼間に落下したからである。
ἔτυχε δὲ καὶ τότε κομήτης ἀστὴρ γενόμενος ἀφʼ ἐσπέρας.
そして、そのときにもちょうど夕方から彗星が発生していた。
καὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην ξηρὸς ἦν ὁ χειμὼν καὶ βόρειος, καὶ τὸ κῦμα διʼ ἐναντίωσιν ἐγένετο πνευμάτων·
また、あの巨大な彗星のときにも、冬は乾燥して北風が強く、高波は風の対立によって生じた。
ἐν μὲν γὰρ τῷ κόλπῳ βορέας κατεῖχεν, ἔξω δὲ νότος ἔπνευσε μέγας.
すなわち、湾内では北風が支配していたのに対し、湾外では強い南風が吹いていたのである。
ἔτι δʼ ἐπʼ ἄρχοντος Νικομάχου ἐγένετο ὀλίγας ἡμέρας κομήτης περὶ τὸν ἰσημερινὸν κύκλον, οὐκ ἀφʼ ἐσπέρας ποιησάμενος τὴν ἀνατολήν, ἐφʼ ᾧ τὸ περὶ Κόρινθον πνεῦμα γενέσθαι συνέπεσεν.
さらに、アルコン・ニコマコスのときには、赤道付近に数日間、彗星が現れたが、それは夕方から昇ったのではなく、それとともにコリントス周辺で暴風が起こるのが重なった。
τοῦ δὲ μὴ γίγνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντός, αἴτιος ἡ τοῦ ἡλίου καὶ ἡ τῶν ἀστέρων κίνησις, οὐ μόνον ἐκκρίνουσα τὸ θερμόν, ἀλλὰ καὶ διακρίνουσα τὸ συνιστάμενον.
彗星が多数発生せず、また頻繁には発生しないこと、そして回帰線の内側よりも外側に多く発生することの原因は、太陽と星々の運動であり、それは熱を分離するだけでなく、凝縮しつつあるものを散らすからである。
μάλιστα δʼ αἴτιον ὅτι τὸ πλεῖστον εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν.
しかし、最大の原因は、その大部分が天の川の領域に集まることである。