§1.7#2χρόαν, ἐκεῖ δʼ ἐπ᾿ αὐτῶν τὸ χρῶμα φαινόμενόν ἐστιν.
呈现出颜色,而在另一种情况下,颜色是显现在星体本身之上的。
ὅταν μὲν οὖν κατʼ ἀστέρα γένηται ἡ τοιαύτη σύγκρισις, τὴν αὐτὴν ἀνάγκη φαίνεσθαι φορὰν κινούμενον τὸν κομήτην ἥνπερ φέρεται ὁ ἀστήρ·
因此,当这种浓缩发生在某颗星体周围时,彗星必然显得以该星体所运行的同一轨道运动。
ὅταν δὲ συστῇ καθʼ αὐτόν, τότε ὑπολειπόμενοι φαίνονται.
但当它是独立凝聚而成时,那时它们就会显得被抛在后面。
τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν.
因为地球周围宇宙的运动正是这样的。
τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην, ὡς ἄλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γιγνομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, πρὸς τὸν ἥλιον, ὅτι καὶ καθʼ αὑτὸν γίγνεται κομήτης πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων.
这最能说明彗星并不是某种反射,不像是在纯净的燃料层中针对星体本身产生的晕,也不像希波克拉底及其追随者所说的那样是针对太阳的反射;因为彗星也经常独立产生,且比产生在某些特定星体周围更为频繁。
περὶ μὲν οὖν τῆς ἅλω τὴν αἰτίαν ὕστερον ἐροῦμεν·
关于晕的原因我们稍后讨论。
περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι γιγνόμενοι πλείους πνεύματα καὶ αὐχμοὺς·
但关于彗星的组成具有火的性质,应当把它们较多出现时预示着风和干旱视为证据。
δῆλον γὰρ ὅτι γίγνονται διὰ τὸ πολλὴν εἶναι τὴν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τὸν ἀέρα, καὶ διακρίνεσθαι καὶ διαλύεσθαι τὸ διατμίζον ὑγρὸν ὑπὸ τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μὴ συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ.
因为显然,由于这种分泌物(蒸发物)非常丰富,它们才会产生,从而空气必然更加干燥,且蒸发的水汽在大量炎热蒸发物的作用下分离并消散,以至于不易凝聚成水。
σαφέστερον δʼ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους, ὅταν καὶ περὶ πνευμάτων λέγειν ἦ καιρός.
当到了讨论风的时候,我们会对这种现象作更清晰的说明。
ὅταν μὲν οὖν πυκνοὶ καὶ πλείους φαίνωνται, καθάπερ λέγομεν, ξηροὶ καὶ πνειυματώδεις γίγνονται οἱ ἐνιαυτοὶ ἐπιδήλως· ὅταν δὲ σπανιώτεροι καὶ ἀμαυρότεροι τὸ μέγεθος, ὁμοίως μὲν οὐ γίγνεται τὸ τοιοῦ τον, οὐ μὴν ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ γίγνεταὶ τις ὑπερβολὴ πνεύματος ἢ κατὰ χρόνον ἢ κατὰ μέγεθος, ἐπεὶ καὶ ὅτε ὁ ἐν Aἰγὸς ποταμοῖς ἔπεσε λίθος ἐκ τοῦ ἀέρος, ὑπὸ πνεύματος ἀρθεὶς ἐξέπεσε μεθʼ ἡμέραν·
因此,正如我们所说,当彗星频繁且较多显现时,那些年份显然会变得干旱且多风;但当它们较罕见且大小上较黯淡时,虽然不会以同样的方式发生,但通常也会在时间上或强度上出现某种风的过剩。
ἔτυχε δὲ καὶ τότε κομήτης ἀστὴρ γενόμενος ἀφʼ ἐσπέρας. καὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην ξηρὸς ἦν ὁ χειμὼν καὶ βόρειος, καὶ τὸ κῦμα διʼ ἐναντίωσιν ἐγένετο πνευμάτων·
因为即使在羊河(埃戈斯波塔米)有石头从空中坠落时,那也是被风卷起并在白天坠落的;而当时也恰好从傍晚起出现了彗星。
ἐν μὲν γὰρ τῷ κόλπῳ βορέας κατεῖχεν, ἔξω δὲ νότος ἔπνευσε μέγας.
在大彗星出现的时候,冬季也是干旱且多北风的,而波浪则是由于风的对抗而产生的;因为在湾内北风肆虐,而在湾外则刮起了强劲的南风。
ἔτι δʼ ἐπʼ ἄρχοντος Νικομάχου ἐγένετο ὀλίγας ἡμέρας κομήτης περὶ τὸν ἰσημερινὸν κύκλον, οὐκ ἀφʼ ἐσπέρας ποιησάμενος τὴν ἀνατολήν, ἐφʼ ᾧ τὸ περὶ Κόρινθον πνεῦμα γενέσθαι συνέπεσεν.
此外,在执政官尼科马科斯任内,赤道圈附近曾出现了几天的彗星,它并不是从傍晚开始升起,而此时恰好在科林斯周边发生了风暴。
τοῦ δὲ μὴ γίγνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντός, αἴτιος ἡ τοῦ ἡλίου καὶ ἡ τῶν ἀστέρων κίνησις, οὐ μόνον ἐκκρίνουσα τὸ θερμόν, ἀλλὰ καὶ διακρίνουσα τὸ συνιστάμενον.
至于彗星数量不多且不频繁显现,并且更多地出现在回归线之外而非回归线之内,其原因在于太阳和星体的运动,这不仅分离了热量,而且还消散了正在凝聚的物质。
μάλιστα δʼ αἴτιον ὅτι τὸ πλεῖστον εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν.
但最大的原因在于,大部分物质都聚集在银河的区域。