§1.44 τούτων δὲ διωρισ μέφνων, λέγωμεν διὰ τίνʼ αἰτίαν αἵ τε φλόγες αἱ καιόμεναι φαίνονται περὶ τὸν οὐρανὸν καὶ οἱ διαθέοντες ἀστέρες καὶ οἱ καλούμενοι ὑπό τινων δαλοὶ καὶ αἶγες·
4 これらが規定されたので、いかなる原因によって、天において燃え上がる炎や、駆け抜ける星々、またある人々によって松明や牝山羊と呼ばれているものが現れるのかを述べよう。
ταῦτα γὰρ πάντʼ ἐστὶν τὸ αὐτὸ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.
なぜなら、これらはすべて同じものであり、同じ原因によるものであって、程度の差(より多く、あるいはより少なくということ)によって異なっているからである。
ἀρχὴ δέ ἐστιν καὶ τούτων καὶ πολλῶν ἄλλων ἥδε.
これらや、他の多くのものの原理(始まり)は次の通りである。
θερμαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγκαῖον γίγνεσθαι μὴ ἀπλῆν, ὥς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν μὲν ἀτμιδωδεστέραν τὴν δὲ πνευματωδεστέραν, τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δʼ αὐτῆς τῆς γῆς οὔσης ξηρᾶς καπνώδη·
すなわち、大地が太陽によって温められるとき、生じる呼気(蒸発物)は、ある人々が考えているように単純なものではなく、二重のものでなければならず、一方はより蒸気(水蒸気)のようであり、他方はより息(風・気体)のようであり、一方は大地の中および大地の上にある湿気から生じる蒸気であり、他方は大地自体が乾燥していることから生じる煙のようなものである。
καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν διὰ τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος.
そして、これらのうち、風のようなものは熱いために浮かび、より湿ったものは重いために下にとどまる。
καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσ μηται τὸ πέριξ·
それゆえ、周囲の領域はこのように秩序づけられている。
πρῶτον μὲν γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστιν τὸ θερμὸν καὶ ξηρόν, ὃ λέγομεν πῦρ (ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως·
すなわち、円運動する天体の下には、まず熱くて乾燥したもの、すなわち私たちが火と呼んでいるものがある(なぜなら、煙のような分離物全体に共通する名前はないのだが、それでも、そのような物体から最も自然に生じるのが火であるため、このように名前を用いざるを得ないからである)。
ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτονἐκ τῶν σωμάτων οὕτως ἀναγκαῖον χρῆσθαι τοῖς ὀνόμασιν), ὑπὸ δὲ ταύτην τὴν φύσιν ἀήρ.
そして、この本性の下に空気がある。
δεῖ δὴ νοῆσαι οἷον ὑπέκκαυμα τοῦτο ὃ νῦν εἴπομεν πῦρ περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν·
したがって、私たちが今「火」と呼んだものは、一種の点火剤のようなものとして、地球を取り巻く球体の最外周に張り巡らされていると理解せねばならない。 そのため、わずかな運動に遭うだけでも、煙が燃え上がるように、しばしば発火するのである。
ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις.
なぜなら、炎とは乾燥した風の沸騰だからである。
ᾗ ἄν οὖν μάλιστα εὐκαίρως ἔχη ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκάεται.
それゆえ、そのような構成が最も都合のよい状態にあるところでは、回転によって何らかの形で動かされたときに発火する。
διαφέρει δʼ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος·
しかし、それは点火剤の配置や量によって異なってくる。
ἂν μὲν γὰρ πλὰτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαιυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομέφνης καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ αἶγες καὶ ἀστέρες.
もし点火剤が幅と長さを持っているならば、耕作地で切り株が燃えるときのように、燃え上がる炎がしばしば目撃される。 しかし、長さだけを持っているならば、いわゆる松明、牝山羊、星々が現れる。
ἐὰν μὲν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἄμμα καιόμενον (τοῦτο δὲ γίγνεται διὰ τὸ παρεκπυροῦσθαι, κατὰ μικρὰ μέν, ἐπʼ ἀρχὴν δέ), αἲξ καλεῖται, ὅταν δʼ ἄνευ τούτου τοῦ πάθους, δαλός.
もし点火剤が幅よりも長さにおいて勝っている場合、燃えている塊がいわば火花を散らすとき(これは、小さく、しかしその根元に向かって引火していくことによって生じるのだが)、それは「牝山羊」と呼ばれ、そのような状態を伴わないときは「松明」と呼ばれる。
ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ μικρά τε καὶ πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ βάθος, οἱ δοκοῦντες ἀστέρες διάττειν γίγνονται.
また、呼気の長さが小さく分かれ、かつ多くの場所に散らばっており、同様に幅や深さにおいてもそうであるなら、駆け抜けるように見える星々が生じる。
ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά· ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψύξιν συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον αὐτῶν, ἀλλʼ οὐκ ἐκκαύσει.
あるときは運動によって呼気が発火してこれらを生み出し、またあるときは冷却によって凝縮する空気によって、熱いものが押し出され、分泌される。 そのため、それらの運動は発火というよりは、むしろ投げつけられることに似ているのである。
ἀπορήσειε γὰρ ἄν τις πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστιν καὶ ὁμοία ῥίψει, ἀλλʼ οὐχ ὡς ἄλλου καὶ ἄλλου γιγνομένου πυρός), ἢ ῥίψεις τοῦ αὐτοῦ τινος σώμματός εἰσιν αἱ διαὅρομαί.
というのも、ランプの下に置かれた呼気が、上方の炎から下方のランプに火を灯すように(この速度も驚くべきものであり、投げつけられることに似ているが、次々に異なる火が生じているわけではない)、これらの通り抜けは、何か同一の物体が投げつけられているものなのか、疑問が生じるかもしれないからである。
ἔοικε δὴ διʼ ἄμφω·
実際には、両方によると思われる。
καὶ γὰρ οὕτως ὡς ἡ ἀπὸ τοῦ λύχνου γίγνεται, καὶ ἔνια διὰ τὸ ἐκθλίβεσθαι ῥιπτεῖται, ὥσπερ οἱ ἐκ τῶν δακτύλων πυρῆνες, ὥστε καὶ εἰς τὴν γῆν καὶ εἰς τὴν θάλατταν φαίνεσθαι πίπτοντα, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἶθρίας οὔσης.
というのも、ランプから生じるようにして起こるものもあれば、押し出されることによって投げつけられるものもあるからである。 それはちょうど指の間から弾き出される果実の種子のようであり、その結果、それらは大地や海へと落ちていくように見え、夜間にも昼間にも、また晴天のときにも現れるのである。
κάτω δὲ ῥιπτεῖται διὰ τὸ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν.
そして、下方へと投げつけられるのは、押し出す凝縮作用が下方へと傾くからである。
διὸ καὶ οἱ κεραυνοὶ κάτω πίπτουσιν, τοῦ πυρὸς ἄνω φερομένου κατὰ φύσιν·
それゆえ、雷もまた、火が自然の本性に従えば上方へと運ばれるものであるにもかかわらず、下方へと落ちるのである。
πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλʼ ἔκκρισις ὑπὸ τῆς ἐκθλίψεώς ἐστιν, ἐπεὶ κατὰ φύσιν γε τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν.
これらすべての発生は、発火ではなく、押し出されることによる分泌だからである。 なぜなら、本性に従えば、熱いものはすべて上方へと運ばれるものだからである。
ὅσα μὲν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαιομένης γίγνεται τῆς ἀναθυμιάσεως, ὅσα δὲ κατώτερον, ἐκκρινομένης διὰ τὸ συνιέναι καὶ ψύχεσθαι τὴν ὑγροτέραν ἀναθυμίασιν·
したがって、最も上方の場所で構成されるものは、呼気が発火することによって生じ、より下方の場所で構成されるものは、より湿った呼気が集まり冷却されることによって分泌されて生じる。
αὕτη γὰρ συνιοῦσα καὶ κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καὶ κάτω ποιεῖ τοῦ θερμοῦ τὴν ῥῖψιν·
なぜなら、この湿った呼気は、集まって下方へと傾き、凝縮しながら押し退け、熱いものを下方へと投げつけさせるからである。
διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἄν τύχη κειμένη τοῦ πλάτους καὶ τοῦ βάθους, οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον.
また、呼気の配置によって、それが幅や深さにおいてどのように位置しているかに応じて、上方、下方、あるいは斜めへと運ばれる。
τὰ πλεῖστα δʼ εἰς τὸ πλάγιον διὰ τὸ δύο φέρεσθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δʼ ἄνω·
しかし、多くは斜めへと運ばれる。 それは、強制的に下方へ、本性によって上方へと、二つの運動が運ばれるためである。
πάντα γὰρ κατὰ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα.
なぜなら、そのようなものはすべて対角線に沿って運ばれるからである。
διὸ καὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίγνεται φορά.
それゆえ、駆け抜ける星々の運動の大部分もまた、斜めになるのである。
πάντων δὴ τούτων αἴτιον ὡς μὲν ὕλη ἡ ἀναθυμίασις, ὡς δὲ τὸ κινοῦν ὁτὲ μὲν ἡ ἄνω φορά, ὁτὲ δʼ ἡ τοῦ ἀέρος συγκρινομένου πῇξις.
したがって、これらすべてのものについて、質量としての原因は呼気であり、動かすものとしての原因は、あるときは上方の運動であり、またあるときは凝縮する空気の凝固である。
πάντα δὲ κάτω ταῦτα σελήνης γίγνεται.
そして、これらはすべて月よりも下方で生じる。
σημεῖον δʼ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφʼ ἡμῶν ῥιπτουμένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ τάχει παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην.
その証拠は、それらの見かけの速度が、私たちによって投げつけられるものの速度と似ていることである。 投げつけられたものは、私たちの近くにあるために、星々や太陽や月をその速度において大きく凌駕しているように見えるのである。