Humanitext Reader

亚里士多德 · 气象学 §1.4

双重发散物与流星及天火的成因

第 5 段,共 68 段 · 希腊语

内容简介

基于大地产生的双重蒸发物(湿的水汽和干的烟雾)理论,作者解释了天空中出现的燃烧火焰、流星以及被称为木柴或山羊的气象现象的产生原因。

§1.44 τούτων δὲ διωρισ μέφνων, λέγωμεν διὰ τίνʼ αἰτίαν αἵ τε φλόγες αἱ καιόμεναι φαίνονται περὶ τὸν οὐρανὸν καὶ οἱ διαθέοντες ἀστέρες καὶ οἱ καλούμενοι ὑπό τινων δαλοὶ καὶ αἶγες·
4 既然这些已经确定,我们就来说说由于什么原因,在天空中有燃烧的火焰显现,还有疾驰的星体,以及被一些人称为木柴和山羊的东西。
ταῦτα γὰρ πάντʼ ἐστὶν τὸ αὐτὸ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.
因为所有这些都是同一种东西,且由于同一原因,只是在程度上有所不同。
ἀρχὴ δέ ἐστιν καὶ τούτων καὶ πολλῶν ἄλλων ἥδε. θερμαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγκαῖον γίγνεσθαι μὴ ἀπλῆν, ὥς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν μὲν ἀτμιδωδεστέραν τὴν δὲ πνευματωδεστέραν, τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δʼ αὐτῆς τῆς γῆς οὔσης ξηρᾶς καπνώδη·
而这些以及其他许多事物的原理如下:因为当大地被太阳加热时,所产生的蒸发物必然不是像某些人所认为的那样是单一的,而是双重的——一种更具水汽性,另一种更具风气性;一种是来自大地中和大地之上的水分的水汽,另一种则是来自大地自身干燥时的烟雾状物质。
καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν διὰ τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος.
在这些之中,风气性的因其热而浮于上方,而较湿的因其重而沉于下方。
καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσ μηται τὸ πέριξ· πρῶτον μὲν γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστιν τὸ θερμὸν καὶ ξηρόν, ὃ λέγομεν πῦρ (ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως· ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτονἐκ τῶν σωμάτων οὕτως ἀναγκαῖον χρῆσθαι τοῖς ὀνόμασιν), ὑπὸ δὲ ταύτην τὴν φύσιν ἀήρ.
因此,周围的区域便以这种方式被整饰:首先,在圆周运行之下是热和干的东西,即我们所说的火(因为对于所有烟雾状分离物的共同体并没有名字;但尽管如此,由于这种东西最自然地由那些物体产生,因此必须这样使用这些名称),而在这种本性之下是空气。
δεῖ δὴ νοῆσαι οἷον ὑπέκκαυμα τοῦτο ὃ νῦν εἴπομεν πῦρ περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν· ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις.
因此必须理解,我们刚才所说的火,作为一种引火物,被包围在围绕大地的球体的最外层,以至于只要遇到微小的运动,就会经常像烟一样燃烧起来;因为火焰就是干燥风气性的沸腾。
ᾗ ἄν οὖν μάλιστα εὐκαίρως ἔχη ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκάεται.
因此,在那种组合最处于适宜状态的地方,当它受到旋转运动的某种推动时,就会燃烧起来。
διαφέρει δʼ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος· ἂν μὲν γὰρ πλὰτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαιυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομέφνης καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ αἶγες καὶ ἀστέρες.
然而,这取决于引火物的位置或数量:因为如果引火物具有宽度和长度,就会经常看到像在田野里燃烧秸秆一样的燃烧火焰;但如果仅有长度,就会出现所谓的木柴、山羊和星体。
ἐὰν μὲν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἄμμα καιόμενον (τοῦτο δὲ γίγνεται διὰ τὸ παρεκπυροῦσθαι, κατὰ μικρὰ μέν, ἐπʼ ἀρχὴν δέ), αἲξ καλεῖται, ὅταν δʼ ἄνευ τούτου τοῦ πάθους, δαλός.
如果引火物的长度大于宽度,当燃烧着的结点宛如溅出火花时(这发生于它侧向燃烧,虽然是微小的,但是向着其源头引火),它就被称为“山羊”;而当没有这种状态时,则被称为“木柴”。
ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ μικρά τε καὶ πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ βάθος, οἱ δοκοῦντες ἀστέρες διάττειν γίγνονται.
而如果蒸发物的长度被分散成微小且多处的碎片,并且在宽度和深度上也是如此,就会产生那些看起来在疾驰的星体。
ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά· ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψύξιν συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον αὐτῶν, ἀλλʼ οὐκ ἐκκαύσει.
因此,有时由于运动使蒸发物燃烧而产生它们;有时则由于空气因冷却而凝结,热量被挤压出来并分离,因此它们的运动更像是被投掷,而不是燃烧。
ἀπορήσειε γὰρ ἄν τις πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστιν καὶ ὁμοία ῥίψει, ἀλλʼ οὐχ ὡς ἄλλου καὶ ἄλλου γιγνομένου πυρός), ἢ ῥίψεις τοῦ αὐτοῦ τινος σώμματός εἰσιν αἱ διαὅρομαί.
因为有人可能会提出疑问:是否就像放在灯盏下方的蒸发物,被上方的火焰点燃了下方的灯盏一样(这者的速度也是令人惊异的,并且类似于投掷,但并不是接连产生不同的火),还是说这些疾驰是某种同一物体的投掷。
ἔοικε δὴ διʼ ἄμφω· καὶ γὰρ οὕτως ὡς ἡ ἀπὸ τοῦ λύχνου γίγνεται, καὶ ἔνια διὰ τὸ ἐκθλίβεσθαι ῥιπτεῖται, ὥσπερ οἱ ἐκ τῶν δακτύλων πυρῆνες, ὥστε καὶ εἰς τὴν γῆν καὶ εἰς τὴν θάλατταν φαίνεσθαι πίπτοντα, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἶθρίας οὔσης.
确实,这似乎是因为两者:因为有些就像由灯盏产生的那样发生,而另一些则因被挤压而被投掷出来,同样像从手指间弹出的果核一样,以至于它们被看到既落在地上也落入海中,无论是在夜间还是在白昼,且在晴空万里之时。
κάτω δὲ ῥιπτεῖται διὰ τὸ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν.
而它被向下投掷,是因为排挤它的凝缩作用向下方倾斜。
διὸ καὶ οἱ κεραυνοὶ κάτω πίπτουσιν, τοῦ πυρὸς ἄνω φερομένου κατὰ φύσιν· πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλʼ ἔκκρισις ὑπὸ τῆς ἐκθλίψεώς ἐστιν, ἐπεὶ κατὰ φύσιν γε τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν.
因此雷霆也落向下方,尽管火在本性上是向上运送的;因为所有这些的产生不是燃烧,而是由于被挤压而发生的分离,因为在自然本性上,所有热的东西都自然向上运送。
ὅσα μὲν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαιομένης γίγνεται τῆς ἀναθυμιάσεως, ὅσα δὲ κατώτερον, ἐκκρινομένης διὰ τὸ συνιέναι καὶ ψύχεσθαι τὴν ὑγροτέραν ἀναθυμίασιν· αὕτη γὰρ συνιοῦσα καὶ κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καὶ κάτω ποιεῖ τοῦ θερμοῦ τὴν ῥῖψιν·
因此,那些在最高区域构成的,是由于蒸发物燃烧而产生的;而那些在较低处的,则是由于较湿的蒸发物汇聚并冷却而发生的分离产生的;因为这种较湿的蒸发物在汇聚并向下方倾斜时,在凝缩中排挤,并使热量向下方投掷。
διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἄν τύχη κειμένη τοῦ πλάτους καὶ τοῦ βάθους, οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον.
而由于蒸发物的位置,无论它在宽度和深度上是如何放置的,它就以那种方式被运送向高处、低处或斜向。
τὰ πλεῖστα δʼ εἰς τὸ πλάγιον διὰ τὸ δύο φέρεσθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δʼ ἄνω· πάντα γὰρ κατὰ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα.
但大多数是斜向运送的,因为承受着两种运动:因强力而向下,因本性而向上;因为所有此类事物都沿着对角线被运送。
διὸ καὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίγνεται φορά.
因此,大多数疾驰的星体的运动也变成倾斜的。
πάντων δὴ τούτων αἴτιον ὡς μὲν ὕλη ἡ ἀναθυμίασις, ὡς δὲ τὸ κινοῦν ὁτὲ μὲν ἡ ἄνω φορά, ὁτὲ δʼ ἡ τοῦ ἀέρος συγκρινομένου πῇξις.
那么,对于所有这些事物,作为质料的原因是蒸发物,而作为运动者的原因,有时是上方的运行,有时则是凝缩空气的凝固。
πάντα δὲ κάτω ταῦτα σελήνης γίγνεται.
而所有这些都在月球下方发生。
σημεῖον δʼ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφʼ ἡμῶν ῥιπτουμένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ τάχει παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην.
而证据便是它们显现出的速度,它类似于被我们投掷的物体,那些物体由于接近我们,在速度上似乎大大超越了星体、太阳和月球。

词汇与语法注释

  1. ¦15¦ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως — 形容词 ἀνώνυμον 作表语,名词短语 τὸ κοινὸν 作主语,意思是“对于所有烟雾状分离物的共同体是没有名字的”。
  2. ¦20¦τυχὸν — 源自动词 τυγχάνω 的不定过去时中性分词,用作无主格的对格绝对分词(非人称分词)。它带有名词属格目的语 μικρᾶς κινήσεως,意思是“一旦遇到微小的运动”。
  3. ¦5¦πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις — 由 πότερον ... ἤ ... 结构引导选择性间接疑问句(“是……还是……”)。ὥσπερ 引导与灯盏下方的蒸发物的类比,而该从句的主动词为第三人称单数形式的 ἅπτει(主语为 ἀναθυμίασις)。
  4. ¦25¦διὰ τὸ δύο φέρεσθαι φοράς — 由介词 διὰ 与带冠词的不定式 τὸ φέρεσθαι 构成的表示原因的副词短语。дύο φοράς 作为不定式的对格主语,意思是“因为承受着两种运动(强力向下的运动与自然向上的运动)”。

引用这一段

亚里士多德, 气象学 §1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。