§1.3#2ὁρῶμεν δʼ οὐκ ἐν τοσούτῳ μεγέθει γιγνομένην τὴν ὑπεροχὴν τῶν ὄγκων, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται διακριθέντος ἢ πῦρ ἐξ ἀέρος·
しかし、水が分解されて空気が生じる場合、あるいは空気から火が生じる場合、私たちは体積の超過がそれほど(極端に)大きな規模で生じるのを見るわけではない。
ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἔχει τὸ τοσονδὶ καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γιγνόμενον ἀέρα, καὶ τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ.
しかし、これこれの量の小さな水がそこから生じる空気に対して持つ比率と同じ比率を、すべての空気(の量)がすべての水に対して持っていなければならない。
διαφέρει δʼ οὐδὲν οὐδʼ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι·
ところで、たとえ誰かが、これらが互いから生じるのではなく、しかし能力において等しいと言うとしても、何の違いもない。
κατὰ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κὰν εἰ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρχεν.
なぜなら、そのように考える場合にも、それらの能力の均等性がそれらの体積に存在しなければならないからであり、それはあたかもこれらが互いから生じる場合と同様だからである。
ὅτι μὲν οὖν οὔτʼ ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὴ τόπον, φανερόν ἐστι·
したがって、空気も火も単独でその中間の場所を満たしているのではないことは明らかである。
λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δὲ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίνʼ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίγνεται τοῖς περὶ τὴν γῆν τόποις.
残されているのは、疑義を十分に検討した上で、これら二つのもの、すなわち空気と火が、第一の物体の位置に対してどのように配置されているか、および、上方の星々からの熱が、大地の周りの場所に生じるのはどのような原因によるのかを語ることである。
περὶ ἀέρος οὖν εἰπόντες πρῶτον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν.
そこで、まず空気について私たちが仮定したように述べた上で、これら(の疑問)についても同様に再び語ることにしよう。
εἰ δὴ γίγνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτʼ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον;
もし実際に、水が空気から生じ、空気が水から生じるのであるなら、いったいどうして上方の場所には雲が形成されないのだろうか。
προσῆκε γὰρ μᾶλλον ὅσῳ πορρώτερον ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος, διὰ τὸ μήθʼ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύουσι πλησίον τῆς γὴς συνίστασθαι, διακρίνουσαι τῇ θερμότητι τὰς συστάσεις·
なぜなら、その場所が大地から遠く、かつ冷たいほど、雲が形成されるのはよりふさわしいはずだからである。 それは、そこが熱いものである星々にそれほど近くもなく、また大地から反射される光線(それらはその熱によって形成物を分解し、大地の近くで雲が形成されるのを妨げている)の近くでもないからである。
γίγνονται γὰρ αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανὲς αἱ ἀκτῖνες.
実際、雲の集積は、光線が(無限の宇宙へと)分散してすでに弱まっているところで生じるのである。
ἢ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίγνεσθαι, εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλʼ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ.
あるいは、空気の全体から水が生じる性質があるわけではないのか、それとも、もし全体から同様に生じるのだとすれば、大地の周りにあるものは単なる空気ではなく、むしろ蒸気のようなものであり、それゆえに再び水へと凝縮するのだろうか。
ἀλλὰ μὴν εἰ τοσοῦτος ὥν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἂν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἂν τἆλλα πάντα, λείπεται δʼ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν πᾶσαν ὕδατος· ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστιν.
しかしながら、もしこれほど多量にある空気がすべて蒸気であるとするなら、空気の性質と水の性質は(他の元素を)はるかに凌駕してしまうように思われるだろう。 もし、上方の空間が何らかの物体で満ちており、それが火であることは(他のすべてを乾燥させてしまうために)不可能であるなら、残されるのは空気と地球全体の水ということになるからである(蒸気とは水の分解されたものだからである)。
περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον·
そこで、これらのことについてはこのように疑義を呈しておくことにしよう。
ἡμεῖς δὲ λέγωμεν ἅμμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ πρὸς τὰ νῦν εἰρημένα.
私たちは、これから語られることと現在述べられたことの両方を規定しつつ述べよう。
τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλʼ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι τὸ δʼ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσ μον.
すなわち、月までの上方の領域は、火や空気とは異なる別個の物体であると私たちは言う。 もっとも、その中においても、ある部分はより純粋であり、ある部分は混じり気が少なく、差異を有しており、とりわけ空気や地球周辺の世界に接して終わる部分においてそうである。
φερομέννου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου καὶ σώματος τῇ κινήσει διακρινόμενον ἐκπυροῦται καὶ ποιεῖ τὴν θερμότητα.
そして、第一の元素(エーテル)とその中にある天体が円運動するにつれて、下方の世界および物体の常に隣接する部分が、その運動によって分解されて燃え上がり、熱を生み出すのである。
δεῖ δὲ νοεῖν οὕτως καὶ ἐντεῦθεν ἀρξαμένους.
そして、ここから始めて次のように考えなければならない。
τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίγνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεως καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον.
すなわち、上方の回転の下にある物体は、いわば一種の素材(質料)のようなものであり、潜在的に熱、冷、乾、湿、およびこれらに随伴する他のあらゆる性質であり、運動と静止(その原因と原理は以前に述べた)によってそのようなものになり、また存在する。
ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστιν καὶ ψυχρότατον ἀποκεκριμένον, γῇ καὶ ὕδωρ·
したがって、中心において、また中心の周りには、最も重く最も冷たいものが分離しており、それが土と水である。
περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων, ἀήρ τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ·
これらの周り、かつこれらに隣接して、空気、および私たちが習慣的に火と呼んでいるものがあるが、それは(真の)火ではない。
ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ.
なぜなら、火とは熱の過剰であり、いわば沸騰だからである。