Humanitext Reader

亚里士多德 · 气象学 §1.3#2

四大元素的同心排列与天体运动致热

第 3 段,共 68 段 · 希腊语

内容简介

亚里士多德根据元素转换中的体积比例,证明中间空间并非仅由空气或火填满,并阐明了月球以下四大元素的同心圆分布以及第一元素运动产生热量的机制。

§1.3#2ὁρῶμεν δʼ οὐκ ἐν τοσούτῳ μεγέθει γιγνομένην τὴν ὑπεροχὴν τῶν ὄγκων, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται διακριθέντος ἢ πῦρ ἐξ ἀέρος· ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἔχει τὸ τοσονδὶ καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γιγνόμενον ἀέρα, καὶ τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ.
但是,当水分解产生空气,或者空气产生火时,我们并未看到体积的增加达到如此巨大的程度;因为,这一小部分水与其所产生的空气之间的比率,必然与全部空气对全部水的比率相同。
διαφέρει δʼ οὐδὲν οὐδʼ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι· κατὰ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κὰν εἰ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρχεν.
而且,即便有人说这些元素并非相互生成、但其力量是相等的,这也毫无区别;因为以这种方式,力量的均等也必然存在于它们的体积中,正如它们是相互生成的情况一样。
ὅτι μὲν οὖν οὔτʼ ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὴ τόπον, φανερόν ἐστι·
因此,显然无论是空气还是火,都不能单独填满中间的区域。
λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δὲ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίνʼ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίγνεται τοῖς περὶ τὴν γῆν τόποις.
剩下的任务是在进行探讨后说明,这两者——即空气和火——相对于第一物体的位置是如何排列的,以及由于什么原因,来自上方星体的热量会产生于大地周围的区域。
περὶ ἀέρος οὖν εἰπόντες πρῶτον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν.
那么,首先按照我们的设想论述了空气之后,让我们也以同样的方式再次依次论述这些问题。
εἰ δὴ γίγνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτʼ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον;
如果水确实由空气生成,空气由水生成,那么究竟因为什么原因,在上方的区域不形成云呢?
προσῆκε γὰρ μᾶλλον ὅσῳ πορρώτερον ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος, διὰ τὸ μήθʼ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύουσι πλησίον τῆς γὴς συνίστασθαι, διακρίνουσαι τῇ θερμότητι τὰς συστάσεις·
因为该区域距离大地越远、越寒冷,就应该越容易形成云,这是因为那里既不那么接近炎热的星体,也不接近从大地反射的射线(这些反射射线通过其热量分解凝结物,从而阻止了在大地附近形成云)。
γίγνονται γὰρ αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανὲς αἱ ἀκτῖνες.
因为云的聚集发生于射线因向无边虚空消散而已经终止的地方。
ἢ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίγνεσθαι, εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλʼ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ.
或者,是因为并非所有的空气都具有生成水的自然本性;或者如果同样从所有空气中生成,那么大地周围的就不仅是空气,而是像水汽那样的东西,因此它会再次凝结成水。
ἀλλὰ μὴν εἰ τοσοῦτος ὥν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἂν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἂν τἆλλα πάντα, λείπεται δʼ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν πᾶσαν ὕδατος· ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστιν.
然而,如果如此大量的空气全部都是水汽,那么空气和水的本性似乎会大大超出其他元素,要是上方的空间充满了某种物体,而那物体不可能是火(因为那样其他一切都会被烤干),那么剩下的就只能是空气和围绕整个大地的水;因为水汽是水的分离物。
περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον· ἡμεῖς δὲ λέγωμεν ἅμμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ πρὸς τὰ νῦν εἰρημένα.
因此,关于这些问题的疑惑就以此种方式提出;而我们应当在对将要讨论的内容和刚才陈述的内容进行规定的同时进行阐述。
τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλʼ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι τὸ δʼ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσ μον.
因为我们说,直至月球的上方区域是与火和空气都不同的另一种物体,不过在其内部,一部分确实更纯净,而另一部分则较少纯粹,并且具有差异,尤其是当它终止于靠近空气和靠近大地周围世界的地方。
φερομέννου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου καὶ σώματος τῇ κινήσει διακρινόμενον ἐκπυροῦται καὶ ποιεῖ τὴν θερμότητα.
随着第一元素和其中的物体作圆周运动,下方世界和物体中与之紧密相邻的部分受到运动的摩擦而燃烧,从而产生热量。
δεῖ δὲ νοεῖν οὕτως καὶ ἐντεῦθεν ἀρξαμένους. τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίγνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεως καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον.
我们也必须从这里开始,以此种方式进行思考:因为在上方旋转底下的物体,就像是一种质料,潜在地具有冷、热、干、湿,以及随之而来的其他一切属性,并在运动和静止的作用下(其原因和原理我们先前已经阐述)变成如此并如此存在。
ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστιν καὶ ψυχρότατον ἀποκεκριμένον, γῇ καὶ ὕδωρ· περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων, ἀήρ τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ· ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ.
因此,在中心以及在中心周围,分化出了最重和最冷的东西,即土和水;而在这些周围并与之相接的,是空气以及我们习惯上称为火、但实际上并非火的东西;因为火是热的过剩,就像是一种沸腾。

词汇与语法注释

  1. 340a12τὸν πάντα — 语义上指 `τὸν πάντα ἀέρα`(全部空气),由于与前文的 `τὸν ἐξ αὐτοῦ γιγνόμενον ἀέρα` 相对比而省略了 `ἀέρα`。需要准确理解其与 `τὸ πᾶν ὕδωρ`(全部的水)的对比关系。
  2. 340a25προσῆκε — 非人称动词 `προσήκει` 的未完成过去式,在此表示某种潜在性或应当。接下来的 `ὅσῳ... μᾶλλον` 构成了“越……就越……”的关联结构,修饰省略的主语不定式短语(云的形成)。
  3. 340b10φερομένου δὲ τοῦ πρώτου στοιχείου — 属格独立结构,以 `τοῦ πρώτου στοιχείου` 作为现在分词 `φερομένου` 的逻辑主语。此结构描述了一个与主句主语 `τὸ προσεχὲς` 不同的从属情况(伴随第一元素运行而发生的现象)。

引用这一段

亚里士多德, 气象学 §1.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。