§1.3#13 ἀναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις καὶ τοὺς εἰρημένους πρέτερον διορισμούς, λέγωμεν περί τε τῆς τοῦ γάλακτος φαντασίας καὶ περὶ κομητῶν καὶ τῶν ἄλλων ὅσα τυγχάνει τούτοις ὄντα συγγενῆ.
3 したがって、当初の前提と、以前に述べられた規定を回収して、天の川の現象について、また彗星について、およびこれらと同類であるところの他のすべてについて語ることにしよう。
φαμὲν δὴ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίγνεσθαι ἐξ ἀλλήλων, καὶ ἕκαστον ἐν ἑκάστῳ ὑπάρχειν τούτων δυνάμει, ὥσπερ καὶ τῶν ἄλλων οἶς ἕν τι καὶ ταὐτὸν ὑπόκειται, εἰς ὃ δὴ ἀναλύονται ἔσχατον.
私たちは実際、火、空気、水、土が互いから生じ、これら(の要素)のそれぞれの中にそれぞれが潜在的に存在していると言う。 それは、何か一つの同一のものが基底にあり、それへと最終的に分解される他のものについても同様である。
πρῶτον μὲν οὖν ἀπορήσειεν· ἄν τις περὶ τὸν καλούμενον ἀέρα, τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τῇ τάξει πρὸς τἆλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων.
そこでまず、いわゆる空気について、大地を取り囲む世界においてその本性をどのように捉えるべきか、また、物体のいわゆる他の元素に対して、それが位置においてどのようにあるのか、疑問に思う人がいるかもしれない。
ὁ μὲν γὰρ δὴ τῆς γῆς ὄγκος πηλίκος ἄν τις εἴη πρὸς τὰ περιέχοντα μεγέθη, οὐκ ἄδηλον·
なぜなら、大地の体積が、それを取り囲む(天の)大きさに比べてどれほどのものになりうるかは、明らかでないわけではないからである。
ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων ἡμῖν ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν.
すなわち、天文学的な定理によって、大地がいくつかの星よりもはるかに小さいということが、すでに私たちに明らかになっている(見られている)からである。
ὕδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην οὔθ᾿ ὁρῶμεν οὔτʼ ἐνδέχεται κεχωρισ μένην εἶναι τοῦ περὶ τὴν γὴν ἰδρυμένου σώματος, οἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν, κἂν εἴ τι κατὰ βάθους ἄδηλον ἡμῖν ἐστιν.
また、凝縮し限定された水の本性が、大地のまわりに定着している物体から切り離されて存在しているのを私たちは見ないし、そうであることも不可能である。 それは目に見えるもの、すなわち海や川のようであり、また仮に大地の深部にあって私たちに明らかでない何かがあるとしても同様である。
τὸ δὲ δὴ μεταξὺ τῆς γῆς τε καὶ τῶν ἐσχάτων ἄστρων πότερον ἕν τι νομιστέον εἶναι σῶμα τὴν φύσιν ἢ πλείω, κἂν εἰ πλείω, πόσα, καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις;
ところで、大地と最も遠い星々の間の(空間)は、その本性において一つの物体とみなされるべきなのか、それとも複数なのか、また複数であるならば、いくつであり、場所においてどこまで区分されているのだろうか。
ἡμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου στοιχείου, ποῖόν τι τὴν δύναμίν ἐστιν, καὶ διότι πᾶς ὁ περὶ τὰς ἄρω φορὰς κόσμος ἐκείνου τοῦ σώματος πλήρης ἐστί.
そこで私たちにとっては、第一の元素について、それが力においてどのようなものであるか、また上方の運行のまわりにある世界全体がその物体で満ちている理由について、すでに以前に語られた。
καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, φαίνεται δὲ ἀρχαία τις ὑπόληψις αὕτη καὶ τῶν πρότερον ἀνθρώπων·
そしてこの意見は、ただ私たちが持っているというだけでなく、以前の人々の古代の推測でもあるように思われる。
ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε τὴν προσηγορίαν, ἥν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν·
なぜなら、いわゆる「エーテル」は古い名称を得ているが、アナクサゴラスはそれを火と同じものを意味すると考えたと私には思われるからである。
τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι, κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισεν, τοῦτο μὲν ὀρθῶς νομίσας·
というのも、上方は火で満ちており、彼はそこにある力をエーテルと呼ぶべきだと考えたからであり、この点については彼は正しく考えたのである。
τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρʼ ἡμῖν τὸ αὐτὸ·
なぜなら、彼らは「常に走る」物体が、同時にその本性において神聖なものであると想定したようであり、そのようなものを、私たちの手元にあるもののいずれとも同一ではないものとして「エーテル」と呼ぶように規定したからである。
οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδʼ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γιγνομένας ἐν τοῖς ἀνθρώποις, ἀλλʼ ἀπειράκις.
なぜなら、同じ意見が人間の間で一回や二回、あるいは稀に循環して生じるのではなく、無限に生じると私たちは言うからである。
ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸ δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς δόξης·
他方、取り囲む(空間)が純粋な火であり、運行する天体だけがそうなのではないと言い、大地と星々の間を空気であると言う人々は、現在数学を通じて十分に示されている事柄を考察したなら、おそらくこの子供じみた意見をやめていただろう。
λίαν γὰρ ἀπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως.
なぜなら、運行する天体のそれぞれが大きさにおいて小さいとみなすのはあまりに単純すぎるからであり、それはここから観察する私たちにそのように見えるからにすぎない。
εἴρηται μὲν οὖν καὶ πρότερον ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασι· λέγωμεν δὲ τὸν αὐτὸν λόγον καὶ νῦν, εἰ γὰρ τὰ τε διαστήματα πλήρη πυρὸς καὶ τὰ σώματα συνέστηκεν ἐκ πυρός, πάλαι φροῦδον ἂν ἦν ἕκαστον τῶν ἄλλων στοιχείων.
そこで、上方の場所に関する考察において以前にも語られたことであるが、今も同じ議論を述べることにしよう。 すなわち、もしその中間領域が火で満ちており、天体もまた火から構成されているならば、他の元素のそれぞれはとっくの昔に消滅していたであろう。
ἀλλὰ μὴν οὐδʼ ἀέρος γε μόνου πλήρη·
しかし、それ(中間領域)が空気だけで満たされているわけでも決してない。
πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρὸς τὰ σύστοιχα σώματα, κἃν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν·
なぜなら、たとえ大地と天の間の場所が二つの元素で満ちているとしても、対になる他の物体に対する共通の比率の均等性を、それははるかに凌駕してしまうからである。
οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν συνείληπται πᾶν καὶ τὸ τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος.
というのも、大地の体積(その中には水全体の量も含まれるが)は、それを取り囲む大きさに比べれば、言うなれば微々たる一部分にすぎないからである。