§1.3#13 ἀναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις καὶ τοὺς εἰρημένους πρέτερον διορισμούς, λέγωμεν περί τε τῆς τοῦ γάλακτος φαντασίας καὶ περὶ κομητῶν καὶ τῶν ἄλλων ὅσα τυγχάνει τούτοις ὄντα συγγενῆ.
3 因此,让我们重新收回当初的设想和先前所述的规定,来论述银河的现象、彗星以及其他恰好与这些同类的事象。
φαμὲν δὴ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίγνεσθαι ἐξ ἀλλήλων, καὶ ἕκαστον ἐν ἑκάστῳ ὑπάρχειν τούτων δυνάμει, ὥσπερ καὶ τῶν ἄλλων οἶς ἕν τι καὶ ταὐτὸν ὑπόκειται, εἰς ὃ δὴ ἀναλύονται ἔσχατον.
我们确实说过,火、空气、水和土是相互生成的,且其中的每一个都潜在地存在于每一个之中,正如其他那些具有某种单一且相同的基底、并最终分解为该基底的事物一样。
πρῶτον μὲν οὖν ἀπορήσειεν· ἄν τις περὶ τὸν καλούμενον ἀέρα, τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τῇ τάξει πρὸς τἆλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων.
因此,首先有人可能会对所谓的空气提出疑问:在大地所包围的世界中,应当如何理解其本性,以及它在秩序上与物体的其他所谓元素相比处于何种位置。
ὁ μὲν γὰρ δὴ τῆς γῆς ὄγκος πηλίκος ἄν τις εἴη πρὸς τὰ περιέχοντα μεγέθη, οὐκ ἄδηλον· ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων ἡμῖν ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν.
因为大地的体积与周围的巨大空间相比大概有多大,并不是不明显的;因为通过天文学定理,我们已经看到它比某些星体还要小得多。
ὕδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην οὔθ᾿ ὁρῶμεν οὔτʼ ἐνδέχεται κεχωρισ μένην εἶναι τοῦ περὶ τὴν γὴν ἰδρυμένου σώματος, οἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν, κἂν εἴ τι κατὰ βάθους ἄδηλον ἡμῖν ἐστιν.
而对于水,我们既看不到其具有凝结且限定的独立本性,也不可能让它脱离固定在地球周围的物体而独立存在,例如显而易见的海洋和河流,以及在深处对我们而言不明显的东西。
τὸ δὲ δὴ μεταξὺ τῆς γῆς τε καὶ τῶν ἐσχάτων ἄστρων πότερον ἕν τι νομιστέον εἶναι σῶμα τὴν φύσιν ἢ πλείω, κἂν εἰ πλείω, πόσα, καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις;
至于大地与最遥远的星体之间的空间,在自然属性上应当被视为一种物体还是多种物体? 如果是多种,有多少种? 它们在空间上被区分到什么程度?
ἡμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου στοιχείου, ποῖόν τι τὴν δύναμίν ἐστιν, καὶ διότι πᾶς ὁ περὶ τὰς ἄρω φορὰς κόσμος ἐκείνου τοῦ σώματος πλήρης ἐστί.
对于我们来说,先前已经论述过第一元素,即其力量具有何种性质,以及围绕上方运行的整个世界都充满了该物体。
καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, φαίνεται δὲ ἀρχαία τις ὑπόληψις αὕτη καὶ τῶν πρότερον ἀνθρώπων· ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε τὴν προσηγορίαν, ἥν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν·
这种观点不仅我们碰巧持有,而且这似乎也是先前人们的一种古老推测;因为所谓的“以太”得到了一个古老的名称,在我看来,阿那克萨哥拉似乎认为它指代的是与火相同的东西。
τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι, κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισεν, τοῦτο μὲν ὀρθῶς νομίσας· τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρʼ ἡμῖν τὸ αὐτὸ·
因为他认为上方充满了火,并认为应当将那里的力量称为以太,在这方面他的想法是正确的;因为他们似乎认为那“始终运行”的物体同时在自然属性上是某种神圣的东西,并规定将这种东西命名为以太,因为它与我们身边的任何东西都不同。
οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδʼ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γιγνομένας ἐν τοῖς ἀνθρώποις, ἀλλʼ ἀπειράκις.
因为我们不会说相同的观点在人类中只循环发生一次、两次或少数几次,而是会发生无数次。
ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸ δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γὰρ ἀπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως.
至于那些认为包围空间是纯火而不仅是运行的物体、而大地和星体之间是空气的人,如果他们充分考察了现在通过数学所证明的事实,或许就已经放弃了这种幼稚的观点;因为认为每一个运行的物体在体积上都是微小的,未免过于简单,因为对于从这里观察的我们来说,它看起来确实如此。
εἴρηται μὲν οὖν καὶ πρότερον ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασι· λέγωμεν δὲ τὸν αὐτὸν λόγον καὶ νῦν, εἰ γὰρ τὰ τε διαστήματα πλήρη πυρὸς καὶ τὰ σώματα συνέστηκεν ἐκ πυρός, πάλαι φροῦδον ἂν ἦν ἕκαστον τῶν ἄλλων στοιχείων.
虽然先前在关于上方区域的定理中已经讨论过,但我们现在也陈述同样的论点:因为如果那些空间充满火,且天体也是由火组成的,那么其他元素中的每一种早就会消失殆尽了。
ἀλλὰ μὴν οὐδʼ ἀέρος γε μόνου πλήρη· πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρὸς τὰ σύστοιχα σώματα, κἃν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν· οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν συνείληπται πᾶν καὶ τὸ τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος.
然而,空间也绝非仅充满了空气;因为即便大地和天空之间的空间充满了两种元素,它也会大大超出与对应物体的共同比例的均衡;因为大地的体积(其中也包含了全部的水量)与包围它的巨大空间相比,可以说根本微不足道。