§1.13#2ἔτι δὲ τοῦ μὴ γιγνομένου ἀλλʼ ὑπάρχοντος ὕδατος καθʼ ἡμέραν μὴ τοιαύτην εἶναι τὴν ἀρχὴν τῶν ποταμῶν, οἷον ὑπὸ γῆν λίμνας τινὰς ἀποκεκριμένας, καθάπερ ἔνιοι λέγουσιν, ἀλλʼ ὁμοίως ὥσπερ καὶ ἐν τῷ ὑπὲρ γῆς τόπῳ μικραὶ συνιστάμεναι ῥανίδες, καὶ πάλιν αὗται ἑτέραις, τέλος μετὰ πλήθους καταβαίνει τὸ ὑόμενον ὕδωρ, οὕτω καὶ ἐν τῇ γῇ ἐκ μικρῶν συλλείβεσθαι τὸ πρῶτον καὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς τὰς ἀρχὰς τῶν ποταμῶν.
さらに、日々、新たに生成されるのではなくあらかじめ存在している水に関しても、河川の源泉は、ある人々が言うように地下に隔離されたある種の湖のようなものではなく、むしろ、地上の場所において小さな滴が凝結し、さらにこれらが他の滴と合体して、最終的には大量の雨水となって降りてくるのと同様に、地中においても最初は小さな滴から滴り落ちて集まり、いわば大地が一つに湧き出すことによって、河川の源泉が形作られるのだと(考えるべきである)。
δηλοῖ δʼ αὐτὸ τὸ ἔργον·
このことは、実際の事実が示している。
οἱ γὰρ τὰς ὑδραγωγίας ποιοῦντες ὑπονόμοις καὶ διώρυξι συνάγουσιν, ὥσπερ ἄν ἰδιούσης τῆς γῆς ἀπὸ τῶν ὑψηλῶν.
というのも、水道を造る人々は、地下道や運河によって、あたかも大地が高地から(水を)にじみ出させているかのように、水を集めるからである。
διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἐκ τῶν ὁρῶν φαίνεται ῤέοντα, καὶ πλεῖστοι καὶ μέγιστοι ποταμοὶ ῥέουσιν ἐκ τῶν μεγίστων ὁρῶν.
それゆえ、河川の流れは山から流れてくるように見え、最も多くの、また最も巨大な河川は、最も巨大な山から流れているのである。
ὁμοίως δὲ καὶ αἱ κρῆναι αἱ πλεῖσται ὄρεσιν καὶ τόποις ὑψηλοῖς γειτνιῶσιν· ἐν δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγαι γίγνονται πάμπαν.
同様に、大半の泉も山や高地に隣接しており、平野においては、河川の近くを除けば、泉は極めて稀にしか存在しない。
οἱ γὰρ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι, οἷον σπόγγος πυκνὸς ἐπικρεμάμενοι, κατὰ μικρὰ μὲν πολλαχῇ δὲ διαπιδῶσι καὶ συλλείβουσι τὸ ὕδωρ·
なぜなら、山がちで高い場所は、あたかも目の詰まったスポンジが上方に垂れ下がっているかのようであり、少しずつ、しかし多くの場所で、水をにじみ出させて集めるからである。
δέχονταί τε γὰρ τοῦ κατιόντος ὕδατος πολὺ πλῆθος (τὶ γὰρ διαφέρει κοίλην καὶ ὑπτίαν ἢ πρηνῆ τὴν περιφέρειαν εἶναι καὶ κυρτήν;
というのも、これらは、降ってくる水を大量に受け入れ(実際、外周が凹んで上を向いているか、あるいは傾いて凸状になっているかで、何の違いがあろうか。
ἀμφοτέρως γὰρ τὸν ἴσον ὄγκον περιλήψεται σώματος) καὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι καὶ συγκρίνουσι πάλιν εἰς ὕδωρ·
どちらにしても、同一の体積の物体を包み込むことになるのだから)、また、上昇してくる蒸気を冷却し、再び水へと凝結させるからである。
διό, καθάπερ εἴπομεν, οἱ μέγιστοι τῶν ποταμῶν ἐκ τῶν μεγίστων φαίνονται ῤέοντες ὁρῶν.
それゆえ、我々が言ったように、最も巨大な河川は、最も巨大な山から流れているように見えるのである。
δῆλον δʼ ἐστὶ τοῦτο θεωμένοις τὰς τῆς γῆς περιόδους·
このことは、地球の巡歴図を見る者にとって明らかである。
ταύτας γὰρ ἐκ τοῦ πυνθάνεσθαι παρʼ ἑκάστων οὕτως ἀνέγραψαν, ὅσων μὴ συμβέβηκεν αὐτόπτας γενέσθαι τοὺς λέγοντας.
というのも、人々は、自ら目撃者となることができなかった地域については、それぞれの土地の人々に尋ねることによって、このように記録したからである。
ἐν μὲν οὖν τῇ Ἀσίᾳ πλεῖστοι μὲν ἐκ τοῦ Παρνασσοῦ καλουμένου φαίνονται ῤέοντες ὄρους καὶ μέγιστοι ποταμοί, τοῦτο δʼ ὁμολογεῖται πάντων εἶναι μέγιστον τὸ ὄρος τῶν πρὸς τὴν ἔω τὴν χειμερινήν·
さて、アジアにおいては、パルナソスと呼ばれる山から、最も多くの、また最も巨大な河川が流れているように見えるが、この山は冬の日の出(南東)の方向にあるすべての山の中で、最も巨大なものであると合意されている。
ὑπερβάντι γὰρ ἤδη τοῦτο φαίνεται ἡ ἔξω θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐντεῦθεν.
なぜなら、この山を越えた者には、すでに外海が見え、その果てはここの人々には明らかではないからである。
ἐκ μὲν οὖν τούτου ῥέουσιν ἄλλοι τε ποταμοὶ καὶ ὁ Βάκτρος καὶ ὁ Χοάσπης καὶ ὁ Ἀράξης· τούτου δʼ ὁ Τάναϊς ἀποσχίζεται μέρος ὢν εἰς τὴν Μαιῶτιν λίμνην.
それゆえ、この山からは他の河川に加えて、バクトロス川、コアスペス川、アラクセス川が流れており、このアラクセス川からタナイス川が分流し、その一部となってマイオティス湖へと流れ込んでいる。
ῥεῖ δὲ καὶ ὁ Ἰνδὸς ἐξ αὐτοῦ, πάντων τῶν ποταμῶν ῥεῦμα πλεῖστον.
また、インダス川もこの山から流れており、これはすべての河川の中で最大の流量を持つ。
ἐκ δὲ τοῦ Καυκάσου ἄλλοι τε ῥέουσι πολλοὶ καὶ κατὰ πλῆθος καὶ κατὰ μέγεθος ὑπερβάλλοντες, καὶ ὁ Φᾶσις·
また、カウカソス山脈からは、水量においても大きさにおいても抜群に優れた他の多くの河川と、パシス川が流れている。
ὁ δὲ Καύκασος μέγιστον ὄρος τῶν πρὸς τὴν ἕω τὴν θερινὴν ἐστιν καὶ πλήθει καὶ ὕψει.
そしてカウカソスは、夏の日の出(北東)の方向にある山々の中で、広がりにおいても高さにおいても、最も巨大な山である。
σημεῖα δὲ τοῦ μὲν ὕψους ὅτι ὁρᾶται καὶ ἀπὸ τῶν καλουμένων βαθέων καὶ εἰς τὴν λίμνην εἰσπλεόντων, ἔτι δʼ ἡλιοῦται τῆς νυκτὸς αὐτοῦ τὰ ἄκρα μέχρι τοῦ τρίτου μέρους ἀπό τε τῆς ἕω καὶ πάλιν ἀπὸ τῆς ἐσπέρας·
その高さの証拠としては、いわゆる深淵から、また湖へと航行する人々からも見合わされること、さらに、夜間にもその山頂の3分の1に達する部分が、日の出側からも、また日没側からも太陽に照らされていることが挙げられる。
τοῦ δὲ πλήθους ὅτι πολλὰς ἔχον ἔδρας, ἐν αἷς ἔθνη τε κατοικεῖ πολλὰ καὶ λίμνας εἶναί φασι μεγάλας, ἀλλʼ ὅμως πάσας τὰς ἕδρας εἶναί φασι φανερὰς μέχρι τῆς ἐσχάτης κορυφῆς.
また、その広がりの証拠としては、多くの居住地を有し、そこには多くの民族が居住しており、巨大な湖もあると言われているが、それにもかかわらず、それらすべての居住地が最頂部に至るまで(下から)はっきりと見えると言われていることである。
ἐκ δὲ τῆς Πυρήνης (τοῦτο δʼ ἐστὶν ὅρος πρὸς δυσμὴν ἰσημερινὴν ἐν τῇ Κελτικῇ) ῥέουσιν ὅ τε Ἴστρος καὶ ὁ Ταρτησσός.
また、ピュレネ(これはケルト地方における春秋分の日の入り(真西)の方向にある山である)からは、イストロス川とタルテッソス川が流れている。
οὗτος μὲν οὖν ἕξω στηλῶν, ὁ δʼ Ἴστρος διʼ ὅλης τῆς Εὐρώπης εἰς τὸν Εὔξεινον πόντον.
前者はヘラクレスの柱の外へ、後者は全ヨーロッパを貫いてエウクセイノス海へと流れている。
τῶν δʼ ἄλλων ποταμῶν οἱ πλεῖστοι πρὸς ἄρκτον ἐκ τῶν ὁρῶν τῶν Ἀρκυνίων·
他の河川の大半は、北の方、アルキュニア山脈から流れている。
ταῦτα δὲ καὶ ὕψει καὶ πλήθει μέγιστα περὶ τὸν τόπον τοῦτόν ἐστιν.
これらの山々は、この地方においては高さにおいても広がりにおいても最大のものである。