§1.13#113 περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων, ἔτι δὲ ποταμῶν καὶ θαλάττης λέγωμεν, πρῶτον καὶ περὶ τούτων διαπορήσαντες πρὸς ἡμᾶς αὐτούς·
13 さて、風とあらゆる気流、さらに河川と海について、まずこれらについても我々自身の間で議論を交わした上で語ることにしよう。
ὥσπερ γὰρ καὶ περὶ ἄλλων, οὕτως καὶ περὶ τούτων οὐδὲν παρειλήφαμεν λεγόμενον τοιοῦτον ὃ μὴ κἄν ὁ τυχὼν εἴπειεν.
というのも、他の事柄についても同様に、これらについても、偶然出会った者であっても言いそうなこと以外には、語られていることとして何ら受け継いでいないからである。
εἰσὶ δέ τινες οἵ φασι τὸν καλούμενον ἀέρα κινούμενον μὲν καὶ ῥέοντα ἄνεμον εἶναι, συνιστάμενον δὲ τὸν αὐτὸν τοῦτον πάλιν νέφος καὶ ὕδωρ, ὡς τῆς αὐτῆς φύσεως οὔσης ὕδατος καὶ πνεύματος, καὶ τὸν ἄνεμον εἶναι κίνησιν ἀέρος.
さて、いわゆる空気が動いて流れているときには風であり、この同じ空気が再び凝結したときには雲や水であるとする人々がいる。 それは水と気流が同じ本性のものであり、風とは空気の運動であると考えてのことである。
διὸ καὶ τῶν σοφῶς βουλομένων λέγειν τινὲς ἕνα φασὶν ἄνεμον εἶναι πάντας τοὺς ἀνέμους, ὅτι συμπέπτωκε καὶ τὸν ἀέρα τὸν κινούμενον ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντα, δοκεῖν δὲ διαφέρειν οὐδὲν διαφέροντα διὰ τοὺς τόπους ὅθεν ἄν τυγχάνῃ ῥέων ἑκάστοτε, παραπλησίως λέγοντες ὥσπερ ἄν εἵ τις οἴοιτο καὶ τοὺς ποταμμοὺς πάντας ἕνα ποταμὸν εἶναι.
それゆえ、賢明に語ることを望む人々のうちのある者たちは、すべての風は一つの風であると言う。 なぜなら、動いている空気もまたすべて一つにして同一であるという事実があり、それらが全く異なっていないにもかかわらず、それぞれの場合にたまたま流れてくる場所によって異なっているように見えるだけだからである。 彼らは、あたかもすべての河川が一本の河川であると誰かが考えるのと同様のことを言っているのである。
διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν μετὰ ζητήσεως οὕτω λεγόντων·
それゆえ、多くの人々が探求なしに語ることは、探求を伴ってこのように語る人々の言うことよりも優れている。
εἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τὰ πνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες οὕτως·
なぜなら、もしすべての河川が一つの源泉から流れており、あちらでも気流が同じ仕方で流れているのだとすれば、そのように言う人々も多少はもっともなことを言っているのかもしれないからである。
εἰ δʼ ὁμοίως ἐνταῦθα κἀκεῖ, δῆλον ὅτι τὸ κόμψευμα ἂν εἴη τοῦτο ψεῦδος, ἐπεὶ τοῦτό γε προσήκουσαν ἔχει σκέψιν, τί τʼ ἐστὶν ὁ ἄνεμος, καὶ γίγνεται πῶς, καὶ τὶ τὸ κινοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ἄρʼ ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῤέοντα τὸν ἄνεμον, καὶ μέχρι τούτου ῥεῖν ἕως ἄν κενωθῇ τὸ ἀγγεῖον, οἷον ἐξ ἀσκῶν ἀφιέμενον, ἢ καθάπερ καὶ οἱ γραφεῖς γράφουσιν, ἐξ αὐτῶν τὴν ἀρχὴν ἀφιέντας.
しかし、もしこちらでもあちらでも同様であるなら、この凝った説は虚偽であることは明らかである。 というのも、これこそは適切な検討を要するからである。 すなわち、風とは何か、それはどのようにして生じるのか、動かしているものは何か、それらの源泉はどこからか、そして風が流れるのを、あたかも容器から流れ出るかのように捉え、容器が空になるまで流れ続ける(例えば革袋から放たれるように)とすべきなのか、それとも、画家たちが描くように、それ自身からその源泉を放出しているとすべきなのか、ということである。
ὁμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισιν ἔχειν·
同様に、河川の生成についても、ある人々には次のように思われている。
τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου ὕδωρ πάλιν ὑόμενον ἀθροισθὲν ὑπὸ γῆν ῥεῖν ἐκ κοιλίας μεγάλης, ἢ πάντας μιᾶς ἢ ἄλλον ἄλλης·
すなわち、太陽によって引き上げられた水が再び雨となって降り、地中に集まって巨大な空洞から流れ出る。 すべての河川がただ一つの空洞から、あるいはそれぞれが異なる空洞から流れ出る、と。
καὶ οὐ γίγνεσθαι ὕδωρ οὐδέν, ἀλλὰ τὸ συλλεχθὲν ἐκ τοῦ χειμῶνος εἰς τὰς τοιαύτας ὑποδοχάς, τοῦτο γίγνεσθαι τὸ πλῆθος τὸ τῶν ποταμῶν.
そして、水が新たに生成されることは全くなく、冬の間にそのような受容器に集められたものこそが、河川のこの水量になるのだ、と。
διὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους, καὶ τοὺς μὲν ἀενάους εἶναι τοὺς δʼ οὐκ ἀενάους·
それゆえ、河川は常に夏よりも冬に大きく流れ、あるものは常流河となり、他のものは常流河とはならないのだ、と。
ὅσων μὲν γὰρ διὰ τὸ μέγεθος τῆς κοιλίας πολὺ τὸ συλλεγόμενον ὕδωρ ἐστίν, ὥστε διαρκεῖν καὶ μὴ προαναλίσκεσθαι πρὶν ἐπελθεῖν τὸ ὄμβριον ἐν τῷ χειμῶνι πάλιν, τούτους μὲν ἀενάους εἶναι διὰ τέλους, ὅσοις δὲ ἐλάττους αἱ ὑποδοχαί, τούτους δὲ διʼ ὀλιγότητα τοῦ ὕδατος φθάνειν ξηραινομένους πρὶν ἐπελθεῖν τὸ ἐκ τοῦ οὐρανοῦ, κενουμένου τοῦ ἀγγείου.
なぜなら、あるものは空洞の大きさのために集まる水が大量であり、冬に再び雨水が訪れる前に消費し尽くされてしまわずに持ち堪えるために、終始、常流河となるが、他のものは受容器がより小さいために、水の少なさのために、天からの雨が訪れる前に、容器が空になって先に干上がってしまうからである、と。
καίτοι φανερόν, εἴ τις βούλεται ποιήσας οἷον ὑποδοχὴν πρὸ ὀμμάτων τῷ καθʼ ἡμέραν ὕδατι ῥέοντι συνεχῶς νοῆσαι τὸ πλῆθος·
しかしながら、もし誰かが、日々絶えず流れている水のためにいわば受容器を目の前に描き、その水量を考えてみようとするなら、その不条理は明らかである。
ὑπερβάλλοι γὰρ ἄν τῷ μεγέθει τὸν τῆς γῆς ὄγκον ἢ οὐ πολὺ ἂν ἐλλείποι τὸ δεχόμενον πᾶν τὸ ῥέον ὕδωρ εἰς τὸν ἐνιαυτόν.
なぜなら、1年間に入ってくるすべての水を受け止める容器は、その大きさにおいて地球の体積を超えるか、あるいはそれに少ししか劣らないものになるはずだからである。
ἀλλὰ δῆλον ὅτι συμβαίνει μὲν καὶ πολλὰ τοιαῦτα πολλαχοῦ τῆς γῆς, οὐ μὴν ἀλλʼ ἄτοπον εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίγνεσθαι διʼ ἥνπερ ὑπὲρ γῆς καὶ ἐν τῇ γῇ.
しかし、そのようなことが地球上の多くの場所で多く起こっていることは確かであるが、とはいえ、地上で空気が水になるのと全く同じ原因によって、地中においても水が生成されるのだと考えないのは不条理である。
ὥστʼ εἴπερ κἀκεῖ διὰ ψυχρότητα συνίσταται ὁ ἀτμίζων ἀὴρ εἰς ὕδωρ, καὶ ὑπὸ τῆς ἐν τῇ γῇ ψυχρότητος τὸ αὐτὸ τοῦτο δεῖ νομίζειν συμβαίνειν, καὶ γίγνεσθαι μὴ μόνον τὸ ἀποκεκριμένον ὕδωρ ἐν αὐτῇ, καὶ τοῦτο ῥεῖν, ἀλλὰ καὶ γίγνεσθαι συνεχῶς.
したがって、もしあちらにおいて、蒸気を含んだ空気が冷たさのために凝結して水になるのだとすれば、地中の冷たさによってもこれと全く同じことが起こると考えねばならない。 そして、地中ですでに分離された水が存在し、それが流れるだけでなく、水が絶えず生成されていると考えねばならない。