§1.12#2ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι εἰς τὸν ἄνω τόπον τὸν ψυχρὸν ἡ πῆξις συμβαίνει, δῆλον·
したがって、冷たい上方の領域に押し上げられることによって凍結が起こるのではないことは明らかである。
ἀλλʼ ἐπειδὴ ὁρῶμεν ὅτι γίγνεται ἀντιπερίστασις τῷ θερμῷ καὶ ψυχρῷ ἀλλήλοις (διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις), τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίγνεσθαι τόπῳ, ὥστʼ ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους ποιεῖ·
しかし、熱と冷が互いに反撥し合う(アンティペリスタシスが起こる)のが見られるので(それゆえ暑い時には地中が冷たく、厳しい寒さの時には地中が温かい)、これと同じことが上方の領域でも起こると考えねばならない。 その結果、より温かい季節には、周囲の熱のために冷が内側へと押し込められて反撥作用を起こし、時には雲から水を急速に作り出す。
διὸ καὶ αἱ ψακάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίγνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα·
それゆえ、雨粒も冬よりも温かい日において非常に大きくなり、また雨もより激しくなる。
λαβρότερα μὲν γὰρ λέγεται ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως.
激しいと言われるのは、一時に大量に降る時であり、一時に大量に降るのは凝結の速さのゆえである。
(τοῦτο δὲ γίγνεται αὐτὸ τοὐναντίον ἢ ὡς Ἀναξαγόρας λέγει·
(これはアナクサゴラスが言うこととまさに正反対である。
ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπαν έλθῃ φησὶ τοῦτο πάσχειν, ἡμεῖς δʼ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα.
すなわち、彼は[雲が]冷たい空気に上昇したときにこの現象が起こると言うが、我々は温かい空気へ下降したときに、それも特に[空気が]最も温かいときに起こると言うのである。
) ὅταν δʼ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξεν καὶ γίγνεται χάλαζα.
)そして、外側の熱によって冷が内側でさらに強く反撥作用を起こすと、水を作った上でそれを凍らせ、雹が生じる。
συμβαίνει δὲ τοῦτο ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω·
これが起こるのは、凍結が水の落下(下方への運動)よりも速いときである。
εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι ἔπηξεν, οὐδὲν κωλύει μετέωρον παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίγνηται χρόνῳ τῆς κάτω φορᾶς.
なぜなら、もし落下がこれこれの時間で行われるのに対し、冷たさが強力であるためにそれより短い時間で凍結させたなら、凍結が下落の時間よりも短い時間で起こる限り、空中(高い場所)で凍結することを妨げるものは何もないからである。
καὶ ὅσῳ δʼ ἂν ἐγγύτερον καὶ ἀθροωτέρα γένηται ἡ πῆξις, τά τε ὕδατα λαβρότερα γίγνεται καὶ αἱ ψακάδες καὶ αἱ χάλαζαι μείζους διὰ τὸ βραχὺν φέρεσθαι τόπον.
そして、凍結がより近くで、また一挙に起これば起こるほど、落下する距離が短いために、雨はより激しくなり、雨粒も雹もより大きくなる。
καὶ οὐ πυκναὶ αἱ ψακάδες αἱ μεγάλαι πίπτουσιν διὰ τὴν αὐτὴν αἰτίαν.
また、大きな雨粒が密に降らないのも同じ理由による。
ἧττον δὲ τοῦ θέρους γίγνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλ\ν μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους·
しかし、夏には春や秋よりも雹が少なく、それでも冬よりは多い。
ἐν δὲ τῷ ἔαρι ἔτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται.
それは夏の空気がより乾燥しているからであり、他方で春にはまだ湿っており、秋にはすでに湿り気を帯びるからである。
γίγνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν.
しかし、既に述べたように、晩夏にも同じ理由で雹が生じることがある。
συμβάλλεται δʼ ἔτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ·
さらに、水が予め温められていることも、凍結の速さに寄与する。
θᾶττον γὰρ ψύχεται.
なぜなら、温められた水はより早く冷却されるからである。
διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον, καὶ οἱ περὶ τὸν Πόντον ὅταν ἐπὶ τοῦ κρυστάλλου σκηνοποιῶνται πρὸς τὰς τῶν ἰχθύων θήρας (θηρεύουσι γὰρ διακόπτοντες τὸν κρύσταλλον), ὕδωρ θερμὸν περιχέουσι τοῖς καλάμοις διὰ τὸ θᾶττον πήγνυσθαι·
それゆえ、多くの人々は水を早く冷ましたいとき、まず日なたに置く。 また、ポントスの周辺の人々が、氷の上で魚釣りのための小屋を建てるとき(彼らは氷を切り裂いて魚を捕るのであるが)、より早く凍らせるために葦の周りに温かい水を注ぐ。
χρῶνται γὰρ τῷ κρυστάλλῳ ὥσπερ τῷ μολύβδῳ, ἵνʼ ἠρεμῶσιν οἱ κάλαμοι.
彼らは、葦を固定するために、鉛の代わりに氷を用いるのである。
θερμὸν δὲ γίγνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἔν τε ταῖς χώραις καὶ ταῖς ὥραις ταῖς ἀλεειναῖς.
温かい地域や季節においては、凝結する水は急速に温かくなる。
γίγνεται δὲ καὶ περὶ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν τοῦ θέρους τὰ ὕδατα καὶ οὐ τοῦ χειμῶνος, καὶ ταῦτα ῥαγδαῖα, καὶ τῆς αὐτῆς ἡμέρας πολλάκις, διὰ τὴν αὐτὴν αἰτίαν·
また、アラビアやエチオピアでは、冬ではなく夏に雨が降り、しかもそれは豪雨であり、同じ日に何度も降るが、これも同じ理由による。
ταχὺ γὰρ ψύχεται τῇ ἀντιπεριστάσει, ἢ γίγνεται διὰ τὸ ἀλεεινὴν εἶναι τὴν χώραν ἰσχυρῶς.
すなわち、反撥作用(アンティペリスタシス)によって急速に冷やされるか、あるいはその地域が極めて温かいがゆえに[雨が]生じるのである。
περὶ μὲν οὖν ὑετοῦ καὶ δρόσου καὶ νιφετοῦ καὶ πάχνης καὶ χαλάζης, διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τίς ἡ φύσις αὐτῶν ἐστιν, εἰρήσθω τοσαῦτα.
さて、雨、露、雪、霜、雹について、それらがどのような原因で生じ、どのような本性をもつものであるかについては、これだけ述べることとしよう。