§1.13#113 περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων, ἔτι δὲ ποταμῶν καὶ θαλάττης λέγωμεν, πρῶτον καὶ περὶ τούτων διαπορήσαντες πρὸς ἡμᾶς αὐτούς·
13 现在让我们讨论关于风和一切气流,以及关于河流和海洋的问题,首先让我们自己探讨这些问题中的疑难。
ὥσπερ γὰρ καὶ περὶ ἄλλων, οὕτως καὶ περὶ τούτων οὐδὲν παρειλήφαμεν λεγόμενον τοιοῦτον ὃ μὴ κἄν ὁ τυχὼν εἴπειεν.
因为就像在其他事情上一样,关于这些问题,我们也没有继承下任何连随便哪个人都说不出来的见解。
εἰσὶ δέ τινες οἵ φασι τὸν καλούμενον ἀέρα κινούμενον μὲν καὶ ῥέοντα ἄνεμον εἶναι, συνιστάμενον δὲ τὸν αὐτὸν τοῦτον πάλιν νέφος καὶ ὕδωρ, ὡς τῆς αὐτῆς φύσεως οὔσης ὕδατος καὶ πνεύματος, καὶ τὸν ἄνεμον εἶναι κίνησιν ἀέρος.
确实有一些人说,所谓的空气在运动和流动时就是风,而这同一空气在凝结时又变成了云和水,仿佛水和气流具有相同的本性,而风就是空气的运动。
διὸ καὶ τῶν σοφῶς βουλομένων λέγειν τινὲς ἕνα φασὶν ἄνεμον εἶναι πάντας τοὺς ἀνέμους, ὅτι συμπέπτωκε καὶ τὸν ἀέρα τὸν κινούμενον ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντα, δοκεῖν δὲ διαφέρειν οὐδὲν διαφέροντα διὰ τοὺς τόπους ὅθεν ἄν τυγχάνῃ ῥέων ἑκάστοτε, παραπλησίως λέγοντες ὥσπερ ἄν εἵ τις οἴοιτο καὶ τοὺς ποταμμοὺς πάντας ἕνα ποταμὸν εἶναι.
因此,在那些试图显得聪明地谈论的人中,有人说所有的风其实都是一种风,因为运动着的空气碰巧全部都是同一个,但它看起来有所不同——尽管实际上毫无差别——只是由于每次它碰巧流出的地方不同。 这种说法就像有人认为所有的河流都是同一条河流一样。
διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν μετὰ ζητήσεως οὕτω λεγόντων·
因此,普通人不用探求而说的话,要比那些经过探求却这样说的人要好。
εἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τὰ πνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες οὕτως·
因为如果河流确实都从一个源头流出,而在那里的气流也以同样的方式流动,那么那些这样说的人或许还说得过去。
εἰ δʼ ὁμοίως ἐνταῦθα κἀκεῖ, δῆλον ὅτι τὸ κόμψευμα ἂν εἴη τοῦτο ψεῦδος, ἐπεὶ τοῦτό γε προσήκουσαν ἔχει σκέψιν, τί τʼ ἐστὶν ὁ ἄνεμος, καὶ γίγνεται πῶς, καὶ τὶ τὸ κινοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ἄρʼ ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῤέοντα τὸν ἄνεμον, καὶ μέχρι τούτου ῥεῖν ἕως ἄν κενωθῇ τὸ ἀγγεῖον, οἷον ἐξ ἀσκῶν ἀφιέμενον, ἢ καθάπερ καὶ οἱ γραφεῖς γράφουσιν, ἐξ αὐτῶν τὴν ἀρχὴν ἀφιέντας.
但如果这里和那里都是相似的,那么显然这种巧妙的说法将是虚假的。 因为这确实需要适当的考察:风是什么,它是如何产生的,什么是推动者,它们的源头在哪里,以及我们是否应当像把风看作是从容器中流出那样,一直流动直到容器排空(例如从皮囊中释放出来),或者是否像画家们所画的那样,风是从它们自身中释放出源头的。
ὁμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισιν ἔχειν· τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου ὕδωρ πάλιν ὑόμενον ἀθροισθὲν ὑπὸ γῆν ῥεῖν ἐκ κοιλίας μεγάλης, ἢ πάντας μιᾶς ἢ ἄλλον ἄλλης· καὶ οὐ γίγνεσθαι ὕδωρ οὐδέν, ἀλλὰ τὸ συλλεχθὲν ἐκ τοῦ χειμῶνος εἰς τὰς τοιαύτας ὑποδοχάς, τοῦτο γίγνεσθαι τὸ πλῆθος τὸ τῶν ποταμῶν.
同样,关于河流的产生,有些人也有类似的看法:因为他们认为,被太阳蒸发上升的水,再次降雨并积聚在地下,从一个巨大的空腔中流出,要么全部来自一个空腔,要么各自来自不同的空腔;并且根本没有新水产生,而是冬天收集到这些容器中的水,变成了河流的这一巨大水量。
διὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους, καὶ τοὺς μὲν ἀενάους εἶναι τοὺς δʼ οὐκ ἀενάους· ὅσων μὲν γὰρ διὰ τὸ μέγεθος τῆς κοιλίας πολὺ τὸ συλλεγόμενον ὕδωρ ἐστίν, ὥστε διαρκεῖν καὶ μὴ προαναλίσκεσθαι πρὶν ἐπελθεῖν τὸ ὄμβριον ἐν τῷ χειμῶνι πάλιν, τούτους μὲν ἀενάους εἶναι διὰ τέλους, ὅσοις δὲ ἐλάττους αἱ ὑποδοχαί, τούτους δὲ διʼ ὀλιγότητα τοῦ ὕδατος φθάνειν ξηραινομένους πρὶν ἐπελθεῖν τὸ ἐκ τοῦ οὐρανοῦ, κενουμένου τοῦ ἀγγείου.
因此,河流在冬天总是比在夏天流得更大,有些是常流河,而有些则不是常流河;因为在那些由于空腔巨大而使收集到的水很多,以至于能够维持而不至于在冬天雨水再次到来之前被消耗光的地方,这些河流就终年常流;但对于那些容器较小的地方,这些河流因为水少,在天上的雨水到来之前就先干涸了,容器也被排空。
καίτοι φανερόν, εἴ τις βούλεται ποιήσας οἷον ὑποδοχὴν πρὸ ὀμμάτων τῷ καθʼ ἡμέραν ὕδατι ῥέοντι συνεχῶς νοῆσαι τὸ πλῆθος· ὑπερβάλλοι γὰρ ἄν τῷ μεγέθει τὸν τῆς γῆς ὄγκον ἢ οὐ πολὺ ἂν ἐλλείποι τὸ δεχόμενον πᾶν τὸ ῥέον ὕδωρ εἰς τὸν ἐνιαυτόν.
然而,如果有人想要在眼前设想一个容器,并想象每天不断流动的这一水量的总和,这是显而易见的;因为接收一整年所有流动水的容器,其大小将超过地球的体积,或者也相差无几。
ἀλλὰ δῆλον ὅτι συμβαίνει μὲν καὶ πολλὰ τοιαῦτα πολλαχοῦ τῆς γῆς, οὐ μὴν ἀλλʼ ἄτοπον εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίγνεσθαι διʼ ἥνπερ ὑπὲρ γῆς καὶ ἐν τῇ γῇ.
但显然尽管在地球的许多地方也确实发生着许多此类事情,可是如果有人不认为,地下由于空气产生水的原因与地上完全相同,那就是荒谬的。
ὥστʼ εἴπερ κἀκεῖ διὰ ψυχρότητα συνίσταται ὁ ἀτμίζων ἀὴρ εἰς ὕδωρ, καὶ ὑπὸ τῆς ἐν τῇ γῇ ψυχρότητος τὸ αὐτὸ τοῦτο δεῖ νομίζειν συμβαίνειν, καὶ γίγνεσθαι μὴ μόνον τὸ ἀποκεκριμένον ὕδωρ ἐν αὐτῇ, καὶ τοῦτο ῥεῖν, ἀλλὰ καὶ γίγνεσθαι συνεχῶς.
因此,如果在那里的地上,由于寒冷而使含蒸气的空气凝结成水,我们也必须认为,由于地下的寒冷也会发生这完全相同的事情,并且在地下不仅有已经分离出来的水存在并流动,而且水还在不断地产生。