§1.12#2ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι εἰς τὸν ἄνω τόπον τὸν ψυχρὸν ἡ πῆξις συμβαίνει, δῆλον· ἀλλʼ ἐπειδὴ ὁρῶμεν ὅτι γίγνεται ἀντιπερίστασις τῷ θερμῷ καὶ ψυχρῷ ἀλλήλοις (διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις), τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίγνεσθαι τόπῳ, ὥστʼ ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους ποιεῖ· διὸ καὶ αἱ ψακάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίγνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ λέγεται ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως.
极其明显,冻结并非由于云被推送到寒冷的高空而发生;但是,既然我们看到热与冷之间会产生相互排斥(反冲作用)(因此在炎热时地下是寒冷的,而在严寒时地下是温暖的),我们必须认为这同样发生在高空,以至于在较温暖的季节,由于周围的热量,寒冷在内部产生反冲,有时会迅速使云化为水;因此,在温暖的日子里,雨滴比在冬天要大得多,雨势也更为猛烈;因为当雨水更为密集时,就被称为更为猛烈,而雨水更为密集则是由于凝结的迅速。
(τοῦτο δὲ γίγνεται αὐτὸ τοὐναντίον ἢ ὡς Ἀναξαγόρας λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπαν έλθῃ φησὶ τοῦτο πάσχειν, ἡμεῖς δʼ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα.
(这恰好与阿那克萨哥拉所说的相反;因为他说,当云上升到寒冷的空气中时会发生这种情况,而我们则说,当云下降到温暖的空气中时才会发生,并且尤其是在最温暖的时候。
) ὅταν δʼ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξεν καὶ γίγνεται χάλαζα.
)而当寒冷由于外在的热量而在内部产生更强烈的反冲时,它在产生水之后将其冻结,于是产生雹。
συμβαίνει δὲ τοῦτο ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω· εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι ἔπηξεν, οὐδὲν κωλύει μετέωρον παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίγνηται χρόνῳ τῆς κάτω φορᾶς.
这发生在冻结比水向下坠落的运动更快的时候;因为如果水在特定时间内坠落,而寒冷由于强烈而在更短的时间内将其冻结,那么只要冻结发生在比向下坠落更短的时间内,就没有什么能阻止它在空中冻结。
καὶ ὅσῳ δʼ ἂν ἐγγύτερον καὶ ἀθροωτέρα γένηται ἡ πῆξις, τά τε ὕδατα λαβρότερα γίγνεται καὶ αἱ ψακάδες καὶ αἱ χάλαζαι μείζους διὰ τὸ βραχὺν φέρεσθαι τόπον.
而且冻结发生得越近、越集中,雨势就越猛烈,雨滴和雹也由于坠落的距离短而变得更大。
καὶ οὐ πυκναὶ αἱ ψακάδες αἱ μεγάλαι πίπτουσιν διὰ τὴν αὐτὴν αἰτίαν.
大型的雨滴不会密集落下也是由于同样的原因。
ἧττον δὲ τοῦ θέρους γίγνεται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλ\ν μέντοι ἢ χειμῶνος, ὅτι ξηρότερος ὁ ἀὴρ τοῦ θέρους· ἐν δὲ τῷ ἔαρι ἔτι ὑγρός, ἐν δὲ τῷ μετοπώρῳ ἤδη ὑγραίνεται.
但在夏天发生得比在春天和秋天要少,不过比在冬天要多,因为夏天的空气较干燥;而春天的空气仍然潮湿,秋天的空气则已经变得潮湿。
γίγνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν.
但正如已经指出的,在晚夏有时也会由于同样的原因而产生雹。
συμβάλλεται δʼ ἔτι πρὸς τὴν ταχυτῆτα τῆς πήξεως καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· θᾶττον γὰρ ψύχεται.
此外,水预先被加热也有助于加速冻结;因为热水冷却得更快。
διὸ πολλοὶ ὅταν τὸ ὕδωρ ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον, καὶ οἱ περὶ τὸν Πόντον ὅταν ἐπὶ τοῦ κρυστάλλου σκηνοποιῶνται πρὸς τὰς τῶν ἰχθύων θήρας (θηρεύουσι γὰρ διακόπτοντες τὸν κρύσταλλον), ὕδωρ θερμὸν περιχέουσι τοῖς καλάμοις διὰ τὸ θᾶττον πήγνυσθαι· χρῶνται γὰρ τῷ κρυστάλλῳ ὥσπερ τῷ μολύβδῳ, ἵνʼ ἠρεμῶσιν οἱ κάλαμοι.
因此,许多人在想要快速冷却水时,会先把它放在太阳底下;而在本都周围的人,当他们为了捕鱼而在冰上搭建棚屋时(因为他们是通过凿开冰面来捕鱼的),会把热水浇在芦苇周围,以便让它冻结得更快;因为他们把冰当作铅来使用,以便让芦苇保持固定。
θερμὸν δὲ γίγνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἔν τε ταῖς χώραις καὶ ταῖς ὥραις ταῖς ἀλεειναῖς.
在炎热的地区和季节,凝结的水会迅速变热。
γίγνεται δὲ καὶ περὶ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν τοῦ θέρους τὰ ὕδατα καὶ οὐ τοῦ χειμῶνος, καὶ ταῦτα ῥαγδαῖα, καὶ τῆς αὐτῆς ἡμέρας πολλάκις, διὰ τὴν αὐτὴν αἰτίαν· ταχὺ γὰρ ψύχεται τῇ ἀντιπεριστάσει, ἢ γίγνεται διὰ τὸ ἀλεεινὴν εἶναι τὴν χώραν ἰσχυρῶς.
而且在阿拉伯和埃塞俄比亚,雨水产生于夏天而非冬天,并且雨势猛烈,常常在同一天内多次降下,这也是由于同样的原因;因为由于反冲作用,水被迅速冷却,或者说,雨的产生是因为该地区极度炎热。
περὶ μὲν οὖν ὑετοῦ καὶ δρόσου καὶ νιφετοῦ καὶ πάχνης καὶ χαλάζης, διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τίς ἡ φύσις αὐτῶν ἐστιν, εἰρήσθω τοσαῦτα.
那么,关于雨、露、雪、霜、雹,关于它们产生的起因以及它们具有怎样的本质,就先谈到这里。