§1.12#112 δεῖ δὲ λαβεῖν ἅμα καὶ τὰ συμβαίνοντα περὶ τὴν γένεσιν αὐτῆς, τά τε μὴ πλανῶντα καὶ τὰ δοκοῦντʼ εἶναι παράλσγα.
12 我々は、それの生成に関して生じる事柄、すなわち、惑わすことのない確実な事柄と、不合理であると思われる事柄の両方を同時に把握しなければならない。
ἔστι μὲν γὰρ ἡ χάλαζα κρύσταλλος, πήγνυται δὲ τὸ ὕδωρ τοῦ χειμῶνος· αἱ δὲ χάλαζαι γίγνονται ἔαρος μὲν καὶ μετοπώρου μάλιστα, εἶτα δὲ καὶ τῆς ὀπώρας, χειμῶνος δʼ ὀλιγάκις, καὶ ὅταν ἧττον ᾖ ψῦχος.
なぜなら、雹は氷であり、水は冬に凍結するが、雹は主に春と秋に生じ、次いで晩夏にも生じる。 他方、冬には稀にしか生じず、それも寒さがより厳しくないときに限られる。
καὶ ὅλως δὲ γίγνονται χάλαζαι μὲν ἐν τοῖς εὐδιεινοτέροις τόποις, αἱ δὲ χιόνες ἐν τοῖς ψυχροτέροις.
そして一般に、雹はより温暖な地域で生じるのに対して、雪はより寒冷な地域で生じる。
ἄτοπον δὲ καὶ τὸ πήγνυσθαι ὕδωρ ἐν τῷ ἄνω τόπῳ·
また、上方の領域で水が凍結するということ自体も奇妙である。
οὔτε γὰρ παγῆναι δυνατὸν πρὶν γενέσθαι ὕδωρ, οὔτε τὸ ὕδωρ οὐδένα χρόνον οἷόν τε μένειν μετέωρον ὄν.
なぜなら、水になる前に凍結することは不可能であり、また水が空中(高い場所)に浮いたままいくらかの時間でも留まることは不可能だからである。
ἀλλὰ μὴν οὐδʼ ὥσπερ αἱ ψακάδες ἄνω μὲν ὀχοῦνται διὰ μικρότητα, ἐνδιατρίψασαι δʼ ἐπὶ τοῦ ἀέρος, ὥσπερ καὶ ἐπὶ τοῦ ὕδατος γῇ καὶ χρυσὸς διὰ μικρομέρειαν πολλάκις ἐπιπλέουσιν, οὕτως ἐπὶ τοῦ ἀέρος τὸ ὕδωρ, συνελθόντων δὲ πολλῶν μικρῶν μεγάλαι καταφέρονται ψακάδες· τοῦτο γὰρ οὐκ ἐνδέχεται γενέσθαι ἐπὶ τῆς χαλάζης· οὐ γὰρ συμφύεται τὰ πεπηγότα ὥσπερ τὰ ὑγρά.
しかし、雨粒がその小ささのゆえに上方に浮かび、空気中にとどまるように(ちょうど土や金がその微細さのゆえにしばしば水の上に浮かぶように、そのように水が空気の上に浮かぶのだが)、そして多くの小さな雨粒が集まることで大きな雨粒となって降ってくる、というのと同じようには、雹の場合にはこのようなことは起こり得ない。
δῆλον οὖν ὅτι ἄνω τοσοῦτον ὕδωρ ἔμεινεν·
なぜなら、凍結したものは液体のようには互いに合体しないからである。
οὐ γὰρ ἄν ἐπάγη τοσοῦτον.
したがって、上空にそれほど多量の水が留まっていたことは明らかである。
τοῖς μὲν οὖν δοκεῖ τοῦ πάθους αἴτιον εἶναι τούτου καὶ τῆς γενέσεως, ὅταν ἀπωσθῇ τὸ νέφος εἰς τὸν ἄνω τόπον μᾶλλον ὄντα ψυχρὸν διὰ τὸ λήγειν ἐκεῖ τὰς ἀπὸ τῆς γῆς τῶν ἀκτίνων ἀνακλάσεις, ἐλθὸν δʼ ἐκεῖ πήγνυσθαι τὸ ὕδωρ·
そうでなければこれほど多量のものが凍結することはなかっただろうからである。
διὸ καὶ θέρους μᾶλλον καὶ ἐν ταῖς ἀλεειναῖς χώραις γίγνεσθαι τὰς χαλάζας, ὅτι ἐπὶ πλέον τὸ θερμὸν ἀνωθεῖ ἀπὸ τῆς γῆς τὰς νεφέλας.
そこで、一部の人々には、この現象と生成の原因は、雲がより上方の、地表からの光線の反射がそこで途切れるために、より冷たい領域へと押し上げられたときに、そこに至って水が凍結することであると思われる。
συμβαίνει δʼ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα γίγνεσθαι χάλαζαν·
それゆえにまた、夏に、そして温暖な地方で雹がより多く生じるのは、熱が雲を地球からより高く押し上げるからであるとされる。
καίτοι ἔδει, ὥσπερ καὶ τὴν χιόνα ὁρῶμεν ἐπὶ τοῖς ὑψηλοῖς μάλιστα γιγνομένην.
しかし実際には、非常に高い場所では雹はほとんど生じない。
ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα σὺν ψόφῳ πολλῷ παῤ αὐτὴν τὴν γῆν, ὥστε φοβερὸν εἶναι τοῖς ἀκούουσιν καὶ ὁρῶσιν ὡς ἐσομένου τινὸς μείζονος.
だが、我々が雪が極めて高い場所で最も多く生じるのを見るように、雹もそうであるはずだったのに。
ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν χάλαζα γίγνεται πολλὴ καὶ τὸ μέγεθος ἄπιστος, καὶ τοῖς σχήμασιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίγνεσθαι τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς πήξεως γενομένης τῆς γῆς, ἀλλʼ οὐχ ὥσπερ ἐκεῖνοί φασιν.
さらに、しばしば雲が地表のすぐ近くを大きな音とともに流れていくのが目撃されており、それを聞き見る人々に、何か重大な事態が起ころうとしているかのような恐怖を与えるほどである。 またある時には、そのような雲が音もなく現れたにもかかわらず、多量の、そして信じがたい大きさで、形状も丸くない雹が降ることがある。
ἀλλὰ μὴν ἀναγκαῖον ὑπὸ τοῦ μάλιστʼ αἰτίου τῆς πήξεως μεγάλας γίγνεσθαι χαλάζας·
これは、凍結が地表の近くで起こったために、それが落下する時間が長くなかったからであって、彼らが言うような理由からではない。
κρύσταλλος γὰρ ἡ χάλαζα, καὶ τοῦτο παντὶ δῆλον.
しかし確かに、凍結の最大の原因によって大きな雹が生じることは必然である。
μεγάλαι δʼ εἰσὶν αἱ τοῖς σχήμασιν μὴ στρσγγύλαι.
なぜなら、雹は氷であり、このことは誰にとっても明らかだからである。
τοῦτο δʼ ἐστὶ σημεῖον τοῦ παγῆναι πλησίον τῆς γῆς·
そして、形状が丸くないものは大きな雹である。
αἱ γὰρ φερόμεναι πόρρωθεν·
このことは、それらが地表の近くで凍結したことの兆候である。
διὰ τὸ φέρεσθαι μακρὰν περιθραυόμεναι γνονται τό τε σχῆμα περιφερεῖς καὶ τὸ μέγεθος ἐλάττους.
なぜなら、遠くから落下してくるものは、長い距離を落下する間に周囲が砕かれることで、形状は丸くなり、大きさはより小さくなるからである。