§7.10#1ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος μέρη ἔχει, ὡς δὲ ὁ λόγος πρὸς τὸ πρᾶγμα, καὶ τὸ μέρος τοῦ λόγου πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει, ἀπορεῖται ἤδη πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ ἢ οὔ.
定義とは説明(の言葉)であり、すべての説明は部分を持っているので、説明が事物に対して持つ関係と同様に、説明の部分も事物の部分に対して同様の関係を持つ。 したがって、部分の定義が全体の定義の中に含まれるべきか、そうではないのか、ということが今や問題となる。
ἐπʼ ἐνίων μὲν γὰρ φαίνονται ἐνόντες ἐνίων δʼ οὔ.
なぜなら、あるものについては含まれているように見え、他のものについてはそうではないからである。
τοῦ μὲν γὰρ κύκλου ὁ λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων·
すなわち、円の定義はセグメント(切片)の定義を含まないが、音節の定義は文字(要素)の定義を含んでいる。
καίτοι διαιρεῖται καὶ ὁ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ ἡ συλλαβὴ εἰς τὰ στοιχεῖα.
しかし、円もセグメントに分割されるし、音節も文字に分割される。
ἔτι δὲ εἰ πρότερα τὰ μέρη τοῦ ὅλου, τῆς δὲ ὀρθῆς ἡ ὀξεῖα μέρος καὶ ὁ δάκτυλος τοῦ ζῴου, πρότερον ἂν εἴη ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ ὁ δάκτυλος τοῦ ἀνθρώπου.
さらに、もし部分が全体に先立ち、かつ鋭角が直角の部分であり、指が動物の部分であるなら、鋭角は直角に先立ち、指は人間に先立つことになるだろう。
δοκεῖ δʼ ἐκεῖνα εἶναι πρότερα·
しかし、あちら(直角や人間という全体)の方が先立つと思われる。
τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων, καὶ τῷ εἶναι δὲ ἄνευ ἀλλήλων πρότερα.
なぜなら、それら(鋭角や指)は定義においてあちらから語られ、また存在においても、互いになしで(全体なしで)存在できるかどうかという点で、全体の方が先立つからである。
—ἢ πολλαχῶς λέγεται τὸ μέρος, ὧν εἷς μὲν τρόπος τὸ μετροῦν κατὰ τὸ ποσόν—ἀλλὰ τοῦτο μὲν ἀφείσθω·
――あるいは、部分とは多くの意味で語られる。 その一つの仕方は、分量に従って計測するものである。 ――しかし、これは差し置いておこう。
ἐξ ὧν δὲ ἡ οὐσία ὡς μερῶν, τοῦτο σκεπτέον.
実体がどのような部分から成るのか、このことを検討しなければならない。
εἰ οὖν ἐστὶ τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δʼ ἐκ τούτων, καὶ οὐσία ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὡς καὶ ἡ ὕλη μέρος τινὸς λέγεται, ἔστι δʼ ὡς οὔ, ἀλλʼ ἐξ ὧν ὁ τοῦ εἴδους λόγος.
したがって、もしあるものが質料であり、他のものが形相であり、第三のものがこれらから成るものであり、そして実体が質料でも形相でもこれらから成るものでもあるなら、質料もある意味では何らかの部分と言われ、他の意味ではそうではなく、形相の定義(説明)を構成するものが部分と言われるのである。
οἷον τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος ἡ σάρξ (αὕτη γὰρ ἡ ὕλη ἐφʼ ἧς γίγνεται), τῆς δὲ σιμότητος μέρος·
例えば、凹(空洞性)の部分は肉ではないが(なぜなら、肉はそれが生じる質料だからである)、凹鼻(獅子鼻)の部分は肉である。
καὶ τοῦ μὲν συνόλου ἀνδριάντος μέρος ὁ χαλκὸς τοῦ δʼ ὡς εἴδους λεγομένου ἀνδριάντος οὔ (λεκτέον γὰρ τὸ εἶδος καὶ ᾗ εἶδος ἔχει ἕκαστον, τὸ δʼ ὑλικὸν οὐδέποτε καθʼ αὑτὸ λεκτέον)·
また、合体物としての彫像の部分は青銅であるが、形相として語られる彫像の部分ではない(なぜなら、形相、およびそれぞれのものが形相を持つ限りにおいて語らねばならず、質料的なものは決してそれ自体として語ってはならないからである)。
διὸ ὁ μὲν τοῦ κύκλου λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων·
それゆえ、円の定義はセグメントの定義を含まないが、音節の定義は文字の定義を含んでいる。
τὰ μὲν γὰρ στοιχεῖα τοῦ λόγου μέρη τοῦ εἴδους καὶ οὐχ ὕλη, τὰ δὲ τμήματα οὕτως μέρη ὡς ὕλη ἐφʼ ἧς ἐπιγίγνεται·
なぜなら、文字は定義(ロゴス)の(形相としての)部分であって質料ではないが、セグメントは、形相がその上に生じる質料としての部分だからである。
ἐγγυτέρω μέντοι τοῦ εἴδους ἢ ὁ χαλκὸς ὅταν ἐν χαλκῷ ἡ στρογγυλότης ἐγγένηται.
もっとも、これらは、青銅の中に円さが生じたときの青銅よりも、形相に近い。
ἔστι δʼ ὡς οὐδὲ τὰ στοιχεῖα πάντα τῆς συλλαβῆς ἐν τῷ λόγῳ ἐνέσται, οἷον ταδὶ τὰ κήρινα ἢ τὰ ἐν τῷ ἀέρι·
しかし、音節のすべての文字が定義の中に含まれるわけでもない。 例えば、蝋で作られたこれら(の文字)や、空気の中にあるそれらがそうである。
ἤδη γὰρ καὶ ταῦτα μέρος τῆς συλλαβῆς ὡς ὕλη αἰσθητή.
なぜなら、これらもまた、感覚的な質料として音節の部分となっているからである。
καὶ γὰρ ἡ γραμμὴ οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση φθείρεται, ἢ ὁ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων οὕτως ὡς ὄντων τῆς οὐσίας μερῶν, ἀλλʼ ὡς ἐξ ὕλης, καὶ τοῦ μὲν συνόλου μέρη, τοῦ εἴδους δὲ καὶ οὗ ὁ λόγος οὐκέτι·
また、線が半分に分割されることで消滅するからといって、あるいは人間が骨や腱や肉に(分割されることで消滅するからといって)、そのためにそれらが実体の部分として(定義の中に)存在するわけではなく、質料として存在するのであり、合体物の部分ではあっても、形相やすなわち定義(説明)が対象とするものの部分ではない。
διόπερ οὐδʼ ἐν τοῖς λόγοις.
それゆえ、(それらの質料は)定義の中にも存在しない。
τῷ μὲν οὖν ἐνέσται ὁ τῶν τοιούτων μερῶν λόγος, τῷ δʼ οὐ δεῖ ἐνεῖναι, ἂν μὴ ᾖ τοῦ συνειλημμένου·
したがって、あるものにおいてはそのような部分の定義が含まれるが、他のものにおいては、それが「形相と質料が共に含まれたもの」の定義でない限り、含まれてはならない。
διὰ γὰρ τοῦτο ἔνια μὲν ἐκ τούτων ὡς ἀρχῶν ἐστὶν εἰς ἃ φθείρονται, ἔνια δὲ οὐκ ἔστιν.
なぜなら、このためにあるものは、それらが消滅して戻っていくところの始原としてのこれら(質料)から成り、他のものはそうではないからである。
ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ ἡ ὕλη ἐστίν, οἷον τὸ σιμὸν ἢ ὁ χαλκοῦς κύκλος, ταῦτα μὲν φθείρεται εἰς ταῦτα καὶ μέρος αὐτῶν ἡ ὕλη·
それゆえ、形相と質料が共に含まれているもの、例えば凹鼻や青銅の円などは、これらに向かって消滅し、質料はそれらの部分である。
ὅσα δὲ μὴ συνείληπται τῇ ὕλῃ ἀλλὰ ἄνευ ὕλης, ὧν οἱ λόγοι τοῦ εἴδους μόνον, ταῦτα δʼ οὐ φθείρεται, ἢ ὅλως ἢ οὔτοι οὕτω γε·
しかし、質料と共に含まれておらず、質料なしに存在し、その定義が形相のみであるようなものは、消滅しない。 まったく消滅しないか、あるいは少なくともこのようには消滅しない。
ὥστʼ ἐκείνων μὲν ἀρχαὶ καὶ μέρη ταῦτα τοῦ δὲ εἴδους οὔτε μέρη οὔτε ἀρχαί.
したがって、あれら(合体物)にとってはこれら(質料)が始原であり部分であるが、形相にとっては部分でも始原でもない。
καὶ διὰ τοῦτο φθείρεται ὁ πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ ἡ σφαῖρα εἰς χαλκὸν καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστᾶ, ἔτι δὲ ὁ κύκλος εἰς τὰ τμήματα·
そしてこのために、粘土の彫像は粘土に、球は青銅に、カリアスは肉と骨に、さらに円はセグメントに消滅するのである。
ἔστι γάρ τις ὃς συνείληπται τῇ ὕλῃ·
なぜなら、質料を共につかんでいるような、ある種の円が存在するからである。
ὁμωνύμως γὰρ λέγεται κύκλος ὅ τε ἁπλῶς λεγόμενος καὶ ὁ καθʼ ἕκαστα διὰ τὸ μὴ εἶναι ἴδιον ὄνομα τοῖς καθʼ ἕκαστον.
なぜなら、単に語られる円と、個々の円とは、個々のものに固有の名前がないために、同名で呼ばれるからである。
—εἴρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές, ὅμως δʼ ἔτι σαφέστερον εἴπωμεν ἐπαναλαβόντες.
――それゆえ、真実は今も語られたが、それでももう一度繰り返して、さらに明確に語ることにしよう。