§1111 Καὶ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον, τὸ δὲ μέλλον ζῷον ὀρθὸν βαδιεῖσθαι διότι δίπουν τε ἀναγκαῖόν ἐστιν εἶναι, καὶ τὰ μὲν ἄνω μέρη τοῦ σώματος κουφότερα ἔχειν τὰ δʼ ὑφεστῶτα τούτοις βαρύτερα, δῆλον·
将来直立して歩行しようとする動物が、二足でなければならないということ、また、体の上部はより軽く、これらを下から支える部分はより重くなければならないということは明らかである。
μόνως γὰρ ἂν οὕτως ἔχον οἷόν τʼ εἴη φέρειν ἑαυτὸ ῥᾳδίως.
なぜなら、そのようにあることによってのみ、自身を容易に支えることができるからである。
διόπερ ἄνθρωπος μόνον ὀρθὸν τῶν ζῴων ὢν τὰ σκέλη κατὰ λόγον ἔχει πρὸς τὰ ἄνω τοῦ σώματος μέγιστα τῶν ὑποπόδων καὶ ἰσχυρότατα.
それゆえ、人間は動物の中で唯一直立するものであるため、体の上の部分に比して、脚を、足を持つ動物の中で最大かつ最強に持っているのである。
δῆλον δε ποιεῖ τοῦτο καὶ τὸ συμβαῖνον τοῖς παιδίοις·
このことは子供たちに起こることによっても明らかになる。
οὐ γὰρ δύναται βαδίζειν ὀρθὰ διὰ τὸ πάντα νανώδη εἶναι καὶ | μείζω καὶ ἰσχυρότερα ἔχειν ἢ κατὰ λόγον τὰ ἄνω μέρη τοῦ σώματος τῶν κάτωθεν.
なぜなら、子供たちは全くの幼児特有の体型であり、体の上の部分が、下の部分に比して不釣り合いに大きく強力であるために、直立して歩行することができないからである。
προϊούσης δὲ τῆς ἡλικίας αὔξησιν λαμβάνει τὰ κάτω μᾶλλον, μέχρι οὗπερ ἂν λάβωσι τὸ προσῆκον μέγεθος, καὶ ποιοῦνται τότε τοῖς σώμασι τὴν βάδισιν τὴν ὀρθήν.
しかし、年齢が進むにつれて下の部分がより成長を遂げ、適切な大きさに達するまでになり、その時彼らは体において直立歩行を行うのである。
οἱ δʼ ὄρνιθες κοῦφοι ὄντες δίποδές εἰσι διὰ τὸ ὄπισθεν αὐτοῖς τὸ βάρος εἶναι, καθάπερ ἐργάζονται τοὺς ἵππους τοὺς χαλκοῦς τοὺς τὰ πρόσθια ᾐρκότας τῶν σκελῶν.
他方、鳥たちは体が軽いので二足であるが、それは彼らの重心が後ろにあるからであり、あたかも前脚を上げた青銅の馬像を人々が作るかのようである。
αἴτιον δὲ μάλιστα τοῦ δίποδας ὄντας δύνασθαι ἑστάναι τὸ ἔχειν τὸ ἰσχίον ὅμοιον μηρῷ καὶ τηλικοῦτον ὥστε δοκεῖν δύο μηροὺς ἔχειν, τόν τʼ ἐν τῷ σκέλει πρὸ τῆς καμπῆς καὶ τὸν πρὸς τοῦτο τὸ μέρος ἀπὸ τῆς ἕδρας·
しかし、彼らが二足でありながら立つことができる最大の理由は、大腿に似た坐骨を、あたかも二つの大腿を持っていると思われるほど大きく持っていることである。 すなわち、屈曲の前の脚におけるものと、臀部からこの部分へと伸びるものである。
ἔστι δʼ οὐ μηρὸς ἀλλʼ ἰσχίον.
しかし、それは大腿ではなく坐骨である。
εἰ γὰρ μὴ τηλικοῦτον ἦν, οὐκ ἂν ἦν ὄρνις δίπους.
もしこれがそれほど大きくなかったならば、鳥は二足ではいられなかったであろう。
ὥσπερ γὰρ τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι ζῴοις, εὐθὺς ἂν ἦν ἀπὸ βραχέος ὄντος τοῦ ἰσχίου ὁ μηρὸς καὶ τὸ ἄλλο σκέλος· λίαν οὖν ἂν ἦν τὸ σῶμα πᾶν προπετὲς αὐτῶν.
なぜなら、人間や四足獣におけるように、坐骨が短いことから、すぐに大腿と他の脚の部分が続いていたならば、彼らの体全体は非常に前傾してしまっていたであろうからである。
νῦν δὲ μακρὸν ὂν μέχρι ὑπὸ μέσην παρατείνει τὴν γαστέρα, ὥστʼ ἐντεῦθεν τὰ σκέλη ὑπερηρεισμένα φέρει τὸ σῶμα πᾶν.
しかし実際には、それは長くて腹の中央の下あたりまで伸びており、その結果、そこから脚が下から支えることによって体全体を支えるのである。
φανερὸν δʼ ἐκ τούτων καὶ ὅτι ὀρθὸν οὐκ ἐνδέχεται τὸν ὄρνιθα εἶναι ὥσπερ τὸν ἄνθρωπον.
これらから、鳥が人間のようには直立し得ないこともまた明らかである。
ἡ γὰρ τῶν πτερῶν φύσις ὡς ἔχουσι τὸ σῶμα νῦν οὕτως αὐτοῖς χρήσιμός ἐστιν, ὀρθοῖς δʼ οὖσιν ἄχρηστος ἂν ἦν, ὥσπερ γράφουσι τοὺς ἔρωτας ἔχοντας πτέρυγας.
なぜなら、翼の性質は、彼らが現在体を持っているそのあり方においてのみ彼らにとって有用であり、もし彼らが直立していたならば、画家たちが翼を持つものとして描くエロースのようになって、無用なものとなっていたであろうからである。
ἅμα γὰρ τοῖς εἰρημένοις δῆλον ὅτι οὐδʼ ἄνθρωπον, οὐδʼ εἰ ἄλλο τι τοιοῦτόν ἐστι τὴν μορφήν, δυνατὸν εἶναι πτερωτόν, οὐ μόνον ὅτι πλείοσι σημείοις κινήσεται ἢ τέτταρσιν ἔναιμον ὄν, ἀλλʼ ὅτι ἄχρηστος αὐτοῖς ἡ τῶν πτερύγων ἕξις κατὰ φύσιν κινουμένοις·
同時に、前述のことからも明らかなように、人間であれ、あるいはその形態に類似する他の何ものであれ、翼を持つことは不可能である。 それは、有血動物でありながら四つより多くの運動点で動くことになるという理由だけでなく、自然に従って動く彼らににとって、翼を備えていることが無用だからである。
ἡ δὲ φύσις οὐδὲν ποιεῖ παρὰ φύσιν.
そして、自然は自然に反することを何一つ行わない。