← アリストテレス

動物の進行について

§11

直立歩行の身体構造と直立動物に翼がない理由

直立歩行する動物(人間)が二足であり、上部が軽く下部が重い構造を持つことの必然性を説き、鳥類が二足で立てる独自の坐骨の構造を説明した上で、人間などの直立する生物に翼が存在し得ない理由を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

​11 Καὶ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον, τὸ δὲ μέλλον ζῷον ὀρθὸν βαδιεῖσθαι διότι1 δίπουν τε ἀναγκαῖόν ἐστιν εἶναι, καὶ τὰ μὲν ἄνω μέρη τοῦ σώματος κουφότερα ἔχειν2 τὰ δʼ ὑφεστῶτα τούτοις βαρύτερα, δῆλον· μόνως γὰρ ἂν οὕτως ἔχον οἷόν τʼ εἴη φέρειν ἑαυτὸ ῥᾳδίως. διόπερ ἄνθρωπος μόνον ὀρθὸν τῶν ζῴων ὢν τὰ σκέλη κατὰ λόγον ἔχει πρὸς τὰ ἄνω τοῦ σώματος μέγιστα τῶν ὑποπόδων καὶ ἰσχυρότατα. δῆλον δε ποιεῖ τοῦτο καὶ τὸ συμβαῖνον τοῖς παιδίοις· οὐ γὰρ δύναται βαδίζειν ὀρθὰ διὰ τὸ πάντα νανώδη εἶναι καὶ | μείζω καὶ ἰσχυρότερα ἔχειν ἢ κατὰ λόγον τὰ ἄνω μέρη τοῦ σώματος τῶν κάτωθεν. προϊούσης δὲ τῆς ἡλικίας αὔξησιν λαμβάνει τὰ κάτω μᾶλλον, μέχρι οὗπερ ἂν λάβωσι τὸ προσῆκον μέγεθος, καὶ ποιοῦνται τότε τοῖς σώμασι τὴν βάδισιν τὴν ὀρθήν. οἱ δʼ ὄρνιθες κοῦφοι ὄντες δίποδές εἰσι διὰ τὸ ὄπισθεν αὐτοῖς τὸ βάρος εἶναι, καθάπερ ἐργάζονται τοὺς ἵππους τοὺς χαλκοῦς τοὺς τὰ πρόσθια ᾐρκότας τῶν σκελῶν. αἴτιον δὲ μάλιστα τοῦ δίποδας ὄντας δύνασθαι ἑστάναι τὸ ἔχειν τὸ ἰσχίον ὅμοιον μηρῷ καὶ τηλικοῦτον ὥστε3 δοκεῖν δύο μηροὺς ἔχειν, τόν τʼ ἐν τῷ σκέλει πρὸ τῆς καμπῆς καὶ τὸν πρὸς τοῦτο τὸ μέρος ἀπὸ τῆς ἕδρας· ἔστι δʼ οὐ μηρὸς ἀλλʼ ἰσχίον. εἰ γὰρ μὴ τηλικοῦτον ἦν, οὐκ ἂν ἦν ὄρνις δίπους.4 ὥσπερ γὰρ τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι ζῴοις, εὐθὺς ἂν ἦν ἀπὸ βραχέος ὄντος τοῦ ἰσχίου ὁ μηρὸς καὶ τὸ ἄλλο σκέλος· λίαν οὖν ἂν ἦν τὸ σῶμα πᾶν προπετὲς αὐτῶν. νῦν δὲ μακρὸν ὂν μέχρι ὑπὸ μέσην παρατείνει τὴν γαστέρα, ὥστʼ ἐντεῦθεν τὰ σκέλη ὑπερηρεισμένα φέρει τὸ σῶμα πᾶν. φανερὸν δʼ ἐκ τούτων καὶ ὅτι ὀρθὸν οὐκ ἐνδέχεται τὸν ὄρνιθα εἶναι ὥσπερ τὸν ἄνθρωπον. ἡ γὰρ τῶν πτερῶν φύσις ὡς ἔχουσι τὸ σῶμα νῦν οὕτως αὐτοῖς χρήσιμός ἐστιν, ὀρθοῖς δʼ οὖσιν ἄχρηστος ἂν ἦν, ὥσπερ γράφουσι τοὺς ἔρωτας ἔχοντας πτέρυγας.5 ἅμα γὰρ τοῖς εἰρημένοις δῆλον ὅτι οὐδʼ ἄνθρωπον, οὐδʼ εἰ ἄλλο τι τοιοῦτόν ἐστι τὴν μορφήν, δυνατὸν εἶναι πτερωτόν, οὐ μόνον ὅτι πλείοσι σημείοις κινήσεται ἢ τέτταρσιν ἔναιμον ὄν, ἀλλʼ ὅτι ἄχρηστος αὐτοῖς ἡ τῶν πτερύγων ἕξις κατὰ φύσιν κινουμένοις· ἡ δὲ φύσις οὐδὲν ποιεῖ παρὰ φύσιν.

これらについてはこのように規定されたものとしよう。将来直立して歩行しようとする動物が、二足でなければならないということ、また、体の上部はより軽く、これらを下から支える部分はより重くなければならないということは明らかである。なぜなら、そのようにあることによってのみ、自身を容易に支えることができるからである。それゆえ、人間は動物の中で唯一直立するものであるため、体の上の部分に比して、脚を、足を持つ動物の中で最大かつ最強に持っているのである。このことは子供たちに起こることによっても明らかになる。なぜなら、子供たちは全くの幼児特有の体型であり、体の上の部分が、下の部分に比して不釣り合いに大きく強力であるために、直立して歩行することができないからである。しかし、年齢が進むにつれて下の部分がより成長を遂げ、適切な大きさに達するまでになり、その時彼らは体において直立歩行を行うのである。他方、鳥たちは体が軽いので二足であるが、それは彼らの重心が後ろにあるからであり、あたかも前脚を上げた青銅の馬像を人々が作るかのようである。しかし、彼らが二足でありながら立つことができる最大の理由は、大腿に似た坐骨を、あたかも二つの大腿を持っていると思われるほど大きく持っていることである。すなわち、屈曲の前の脚におけるものと、臀部からこの部分へと伸びるものである。しかし、それは大腿ではなく坐骨である。もしこれがそれほど大きくなかったならば、鳥は二足ではいられなかったであろう。なぜなら、人間や四足獣におけるように、坐骨が短いことから、すぐに大腿と他の脚の部分が続いていたならば、彼らの体全体は非常に前傾してしまっていたであろうからである。しかし実際には、それは長くて腹の中央の下あたりまで伸びており、その結果、そこから脚が下から支えることによって体全体を支えるのである。これらから、鳥が人間のようには直立し得ないこともまた明らかである。なぜなら、翼の性質は、彼らが現在体を持っているそのあり方においてのみ彼らにとって有用であり、もし彼らが直立していたならば、画家たちが翼を持つものとして描くエロースのようになって、無用なものとなっていたであろうからである。同時に、前述のことからも明らかなように、人間であれ、あるいはその形態に類似する他の何ものであれ、翼を持つことは不可能である。それは、有血動物でありながら四つより多くの運動点で動くことになるという理由だけでなく、自然に従って動く彼らにとって、翼を備えていることが無用だからである。そして、自然は自然に反することを何一つ行わない。

構文注5 件
  1. 710b5διότι

    間接事実節(ὅτι 節に相当)を導く。主節の述語である δῆλον の主語となる名詞節「〜ということ」を構成している。

  2. 710b5ἔχειν

    ἀναγκαῖόν ἐστι に依存する対格不定詞構文の一部。意味上の主語は τὸ δὲ μέλλον ζῷον であり、εἶναι と ἔχειν が τε...καὶ で結ばれている。

  3. 710b20τηλικοῦτον ὥστε

    結果の副詞節を導く相関構文。「...と思われるほどにそれほど大きい」を意味する。

  4. 710b20εἰ γὰρ μὴ τηλικοῦτον ἦν, οὐκ ἂν ἦν ὄρνις δίπους

    直説法過去形+ἄν を用いた現在の事実に反する仮想(反実仮想)の条件文。「もしそれほど大きくなかったならば、二足ではいられなかったであろう(実際は大きいので二足である)」。

  5. 711a1ὥσπερ γράφουσι τοὺς ἔρωτας ἔχοντας πτέρυγας

    γράφουσι は「描く、描写する」を意味し、画家の慣行を指す。ἔχοντας は τοὺς ἔρωτας に係る記述・付帯状況の分詞。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:11