Humanitext Reader

アリストテレス · 動物の進行について §10

鳥類と昆虫の四点運動と飛行における形態機能

7 / 12 箇所 · ギリシア語

要旨

鳥類や昆虫が四点移動の原則から外れていないことを、羽や尾羽、脚の連動による屈曲の起始点を通じて説明し、さらに彼らの身体各部の形態(胸や後部の形状)が飛行方向の制御や速度にどのように寄与しているかを論じる。

§1010 Ἀπορήσειε δʼ ἄν τις ἴσως πῶς κινοῦνται τέτταρσι σημείοις οἱ ὄρνιθες, ἢ πετόμενοι ἢ πορευόμενοι, ὡς εἰρημένου ὅτι πάντα τὰ ἔναιμα κινεῖται τέτταρσιν.
鳥たちが、飛行するにせよ歩行するにせよ、四つの点によって動くというのはどうしてなのか、おそらく誰しも疑問に思うであろう。 というのも、すべての有血動物は四つの[点]で動くと述べられているかのように思われるからである。
οὐκ εἴρηται δέ, ἀλλʼ ὅτι οὐ πλείοσιν.
しかし、そうは述べられておらず、四つより多くはないと述べられているのである。
οὐ μὴν ἀλλʼ οὔτʼ ἂν πέτεσθαι δύναιντο ἀφαιρεθέντων τῶν κώλων οὔτε πορεύεσθαι τῶν πτερύγων ἀφαιρεθεισῶν, ἐπεὶ οὐδʼ ἄνθρωπος βαδίζειν μὴ κινῶν τι τοὺς ὤμους.
とはいえ、脚が取り去られたなら彼らは飛行することもできず、羽が取り去られたなら歩行することもできないであろう。 それは、人間も肩をいくらか動かさずには歩行できないのと同様である。
ἀλλὰ πάντα γε, καθάπερ εἴρηται, κάμψει καὶ ἐκτάσει ποιεῖται τὴν μεταβολήν·
しかし、すべてのものは、述べられたように、屈曲と伸展によって位置の変化を行う。
ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον μέχρι τινὸς οἷον εἰς ὑπεῖκον προέρχεται, ὥστʼ ἀναγκαῖον, εἰ μὴ καὶ κατʼ ἄλλο μόριον γίνεται ἡ κάμψις, ἀλλʼ ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ, τοῖς δʼ ὄρνισι τῆς πτέρυγος, τοῖς δʼ ἄλλοις τοῦ ἀνάλογον μορίου, καθάπερ τοῖς ἰχθύσι.
なぜなら、すべてのものは支持するものに対して、ある程度、いわば屈服するものへと前進するからである。 したがって、屈曲が他の部分において生じないとしても、少なくとも完全翅虫においては翅の、鳥類においては翼の、その他のものにおいてはそれに対応する部分(例えば魚など)の起始点(動きが生じる箇所)において屈曲が生じることが必然である。
τοῖς δʼ, ὥσπερ οἱ ὄφεις, ἐν ταῖς καμπαῖς τοῦ σώματός ἐστιν ἡ ἀρχὴ τῆς κάμψεως.
他方、蛇のように、体自体の屈曲部の中に屈曲の起始点があるものもある。
τὸ δʼ ὀρροπύγιόν ἐστι τοῖς πτηνοῖς πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν, καθάπερ τὰ πηδάλια τοῖς πλοίοις.
他方、鳥類にとって尾羽は、船にとっての舵のように、飛行の方向を制御するためのものである。
ἀναγκαῖον δὲ καὶ ταῦτα ἐν τῇ προσφύσει κάμπτειν.
そして、これらも付着部において屈曲することが必然である。
διόπερ τά τε ὁλόπτερα καὶ τῶν σχιζοπτέρων οἷς τὸ ὀρροπύγιον ἀφυῶς ἔχει πρὸς τὴν εἰρημένην χρῆσιν, οἷον τοῖς τε ταῷς καὶ τοῖς ἀλεκτρυόσι καὶ ὅλως τοῖς μὴ πτητικοῖς, οὐκ εὐθυποροῦσι·
それゆえ、完全翅虫や、尾羽が前述の用途に本性上適さない割羽類(例えばクジャクや雄鶏、そして一般に飛行に適さない鳥たち)は、直進できない。
τῶν μὲν γὰρ ὁλοπτέρων ἁπλῶς οὐθὲν ἔχει ὀρροπύγιον, ὥστε καθάπερ ἀπήδαλον πλοῖον φέρεται, καὶ ὅπου ἂν τύχῃ ἕκαστον αὐτῶν προσπίπτει, ὁμοίως δὲ τά τε κολεόπτερα, οἷον κάνθαροι καὶ μηλολόνθαι, καὶ τὰ ἀνέλυτρα, οἷον μέλιτται καὶ σφῆκες.
なぜなら、完全翅虫は全く尾羽を持たず、そのため舵のない船のように流され、それぞれのものが偶然ぶつかった場所に落ちるからであり、同様に甲虫類(例えばコガネムシや黄金虫)や無鞘翅類(例えば蜂や地蜂)もそうだからである。
καὶ τοῖς μὴ πτητικοῖς ἀχρεῖον τὸ ὀρροπύγιόν ἐστιν, οἷον τοῖς τε πορφυρίωσι καὶ ἐρωδιοῖς καὶ πᾶσι τοῖς πλωτοῖς·
また、飛行に適さない鳥たち(例えばセイケイやアオサギ、そしてすべての水鳥)にとっても尾羽は役に立たない。
ἀλλʼ ἀντὶ τοῦ ὀρροπυγίου πέτανται τοὺς πόδας ἀποτείνοντα, καὶ χρῶνται ἀντʼ ὀρροπυγίου τοῖς σκέλεσι πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν.
しかし彼らは尾羽の代わりに、足を後ろに伸ばして飛び、尾羽の代わりとして脚を飛行の方向を制御するために用いるのである。
βραδεῖα δʼ ἡ πτῆσις τῶν ὁλοπτέρων ἐστὶ καὶ ἀσθενὴς διὰ τὸ μὴ κατὰ λόγον ἔχειν τὴν τῶν πτερῶν φύσιν πρὸς τὸ τοῦ σώματος βάρος, ἀλλὰ τὸ μὲν πολύ, τὰ δὲ μικρὰ καὶ ἀσθενῆ.
また、完全翅虫の飛行が遅くて弱いのは、翼の性質が体の重さに比して不釣り合いであり、体は大きいのに翼は小さくて弱いからである。
ὥσπερ ἂν οὖν εἰ ὁλκαδικὸν πλοῖον ἐπιχειροίη κώπαις ποιεῖσθαι τὸν πλοῦν, οὕτω ταῦτα τῇ πτήσει χρῆται.
したがって、あたかも貨物船が櫂によって航行しようと試みるかのように、これらは飛行を用いるのである。
καὶ ἡ ἀσθένεια δὲ αὐτῶν τε τῶν πτερῶν καὶ ἡ τῆς ἐκφύσεως συμβάλλεταί τι πρὸς τὸ λεχθέν.
そして、翼それ自体の弱さと、その生え際の弱さも、前述のことにいくらか寄与している。
τῶν δʼ ὀρνίθων τῷ μὲν ταῷ τὸ ὀρροπύγιον ὁτὲ μὲν διὰ τὸ μέγεθος ἄχρηστον, ὁτὲ δὲ διὰ τὸ ἀποβάλλειν οὐθὲν ὠφελεῖ.
鳥類のうち、クジャクにとっては、尾羽はあるときにはその大きさのために役に立たず、またあるときには抜け落ちるために全く役に立たない。
ὑπεναντίως δʼ ἔχουσιν οἱ ὄρνιθες τοῖς ὁλοπτέροις τὴν τῶν πτερῶν φύσιν, μάλιστα δʼ οἱ τάχιστα αὐτῶν πετόμενοι.
これとは反対に、鳥類は完全翅虫とは反対の翼の性質を持っており、とりわけ彼らのうち最も速く飛ぶものがそうである。
τοιοῦτοι δʼ οἱ γαμψώνυχες·
猛禽類(鉤爪を持つもの)がそうである。
τούτοις γὰρ ἡ ταχυτὴς τῆς πτήσεως χρήσιμος πρὸς τὸν βίον.
というのも、彼らにとって飛行の速さは生活に役立つからである。
ἀκόλουθα δʼ αὐτῶν ἔοικεν εἶναι καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος πρὸς τὴν ὠκεῖαν κίνησιν, κεφαλὴ μὲν ἁπάντων μικρὰ καὶ αὐχὴν οὐ παχύς, στῆθος δʼ ἰσχυρὸν καὶ ὀξύ, ὀξὺ μὲν πρὸς τὸ εὔτονον εἶναι, καθάπερ ἂν εἰ πλοίου πρώρα λεμβώδους, ἰσχυρὸν δὲ τῇ φύσει τῆς σαρκός, ἵνʼ ἀπωθεῖν τε δύνηται τὸν προσπίπτοντα ἀέρα·
彼らの体の他の部分も、迅速な運動に適合しているように思われる。 すべての頭は小さく、首は太くなく、胸は強くて尖っている。 尖っているのは俊敏であるためであり、あたかも快速船の舳先のようである。 そして、肉の性質において強靭なのは、ぶつかってくる空気を押し出すことができるためである。
καὶ τοῦτο δρᾷ ῥᾳδίως καὶ μὴ μετὰ πόνου·
そしてこれを、彼らは容易に、また苦労せずに行う。
τὰ δʼ ὄπισθεν κοῦφα καὶ συνήκοντα πάλιν εἰς στενόν, ἵνʼ ἐπακολουθῇ τοῖς ἔμπροσθεν, μὴ σύροντα τὸν ἀέρα διὰ τὸ πλάτος.
他方、後部は軽くて再び狭くすぼまっており、前部に追随し、その幅の広さによって空気を引きずらないようになっている。

語釈・文法注

  1. 20ὡς εἰρημένου ὅτι πάντα τὰ ἔναιμα κινεῖται τέτταρσιν — 接続詞 ὡς が中性対格分詞の独立用法(absolute accusative)である εἰρημένου と結合し、「〜と述べられているかのように」という主観的な仮定や前提を表現している。
  2. 23ἀφαιρεθέντων τῶν κώλων — 属格独立構文(genitive absolute)であり、直後の τῶν πτερύγων ἀφαιρεθεισῶν とともに「もし〜が取り去られたなら」という反実仮想的な条件節として機能している。
  3. 30ἀλλʼ ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ — 主節 ὥστʼ ἀναγκαῖον (709b28) の「屈曲が生じることが必然である(ἀναγκαῖον... γίνεσθαι τὴν κάμψιν)」を前提とした省略構造である。動詞 γίνεσθαι を補い、「完全翅虫においては翅の起始点(ἀρχὴ)から[屈曲が生じることが必然である]」と解釈する。
  4. 19ὥσπερ ἂν οὖν εἰ ὁλκαδικὸν πλοῖον ἐπιχειροίη κώπαις ποιεῖσθαι τὸν πλοῦν — ὥσπερ ἂν εἰ +希求法(ἐπιχειροίη)は典型的な反実仮想の比喩であり、「あたかも商船(荷船)が櫂で航行しようとするかのように」というあり得ない状況を表現している。

この箇所を引用する

アリストテレス, 動物の進行について §10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。