Humanitext Reader

アリストテレス · 動物の進行について §12

動物による関節の屈曲方向の違いとその機能

9 / 12 箇所 · ギリシア語

要旨

人間、四足獣、鳥における四肢の関節の屈曲方向(前方か後方か、あるいは凸部か凹部か)の違いを整理し、そのあり方が歩行の力学的効率や生活上(手の使用、授乳など)の要請に適合していることを説明する。

§12Ὅτι μὲν οὖν εἰ μὴ κάμψις ἦν ἐν τοῖς σκέλεσιν ἢ ἐν ταῖς 12 ὠμοπλάταις καὶ ἰσχίοις, οὐθὲν οἷόν τʼ ἦν ἂν τῶν ἐναίμων καὶ ὑποπόδων προβαίνειν, εἴρηται πρότερον, καὶ ὅτι κάμψις οὐκ ἂν ἦν μηδενὸς ἠρεμοῦντος, ὅτι τε ἐναντίως οἵ τε ἄνθρωποι δίποδες ὄντες καὶ οἱ ὄρνιθες τὴν τῶν σκελῶν ποιοῦνται κάμψιν, ἔτι δὲ τὰ τετράποδα ὑπεναντίως καὶ αὑτοῖς καὶ τοῖς ἀνθρώποις.
さて、もし脚や、あるいは肩甲骨や坐骨に屈曲がなかったならば、有血で足を持つ動物はどれも前進することができなかったであろうということ、また、屈曲は何ものも静止していなければあり得なかったであろうということ、さらには、二足である人間と鳥とが、脚の屈曲を互いに反対の方向に行うこと、そしてまた四足獣が、自身に対しても人間に対しても正反対に屈曲を行うということは、以前に述べられた。
οἱ μὲν γὰρ ἄνθρωποι τοὺς μὲν βραχίονας κάμπτουσιν ἐπὶ τὰ κοῖλα, τὰ δὲ σκέλη ἐπὶ τὸ κυρτόν, τὰ δὲ τετράποδα τὰ μὲν πρόσθια σκέλη ἐπὶ τὸ κυρτόν, τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον·
すなわち、人間は腕を凹部に向けて曲げ、脚を凸部に向けて曲げるが、四足獣は前脚を凸部に向けて曲げ、後脚を凹部に向けて曲げる。
ὁμοίως δὲ καὶ οἱ ὄρνιθες.
鳥も同様である。
αἴτιον δʼ ὅτι ἡ φύσις οὐδὲν δημιουργεῖ μάτην, ὥσπερ εἴρηται πρότερον, ἀλλὰ πάντα πρὸς τὸ βέλτιστον ἐκ τῶν ἐνδεχομένων.
その理由は、以前に述べられたように、自然は無駄なものは何一つ創り出さず、可能であるものの中から常に最善のものを創り出すからである。
ὥστʼ ἐπεὶ πᾶσιν ὅσοις ὑπάρχει κατὰ φύσιν ἡ κατὰ τόπον μεταβολὴ τοῖν σκελοῖν, ἑστῶτος μὲν ἑκάστου τὸ βάρος ἐν τούτῳ ἐστί, κινουμένοις δʼ εἰς τὸ πρόσθεν δεῖ τὸν πόδα τὸν ἡγούμενον τῇ θέσει κοῦφον εἶναι, συνεχοῦς δὲ τῆς πορείας γινομένης αὖθις ἐν τούτῳ τὸ βάρος ἀπολαμβάνειν, δῆλον ὡς ἀναγκαῖον ἐκ τοῦ κεκάμφθαι τὸ σκέλος αὖθις εὐθὺ γίνεσθαι μένοντος τοῦ τε κατὰ τὸν προωσθέντα πόδα σημείου καὶ τῆς κνήμης.
それゆえ、自然に従って場所的移動を行うすべての脚のあるものにとって、それぞれが立っている時にはその重みは脚にかかっているが、前方へ動くときには、踏み出す先行する足が接地において軽くなければならず、歩行が連続して行われるときには、再びこの足に重みが戻らなければならないのであるから、脚が曲げられた状態から再びまっすぐになることが必要であることは明らかである。 その間、踏み出された足の位置と脛は固定されたままである。
τοῦτο δὲ συμβαίνειν ἅμα καὶ προϊέναι τὸ ζῷον εἰς τὸ ἔμπροσθεν μὲν ἔχοντος τὴν καμπὴν τοῦ ἡγουμένου σκέλους δυνατόν, εἰς τοὔπισθεν δʼ ἀδύνατον.
そして、このことが起こると同時に動物が前進することは、先行する脚の屈曲が前方に向いている場合には可能であるが、後方に向いている場合には不可能である。
οὕτω μὲν γὰρ προενεχθέντος τοῦ σώματος ἡ ἔκτασις τοῦ σκέλους ἔσται, ἐκείνως δʼ ἀνενεχθέντος.
なぜなら、前者のように屈曲すれば、体が前方に運ばれることで脚の伸展が起こるが、後者のように屈曲すれば、体が引き戻されてしまうからである。
ἔτι δʼ εἰς τὸ ὄπισθεν μὲν τῆς καμπῆς οὔσης διὰ δύο κινήσεων ἐγίγνετʼ ἂν ἡ τοῦ ποδὸς θέσις ὑπεναντίων τε αὑταῖς, καὶ τῆς μὲν εἰς τὸ ὄπισθεν τῆς δὲ εἰς τὸ ἔμπροσθεν·
さらに、もし屈曲が後方に向けてなされるならば、足の設置は、互いに反対方向の二つの運動、すなわち一方は後方への運動、他方は前方への運動を通じて行われることになるであろう。
ἀναγκαῖον γὰρ ἐν τῇ συγκάμψει τοῦ σκέλους τοῦ μὲν μηροῦ τὸ ἔσχατον εἰς τοὔπισθεν προάγειν, τὴν δὲ κνήμην ἀπὸ τῆς καμπῆς εἰς τὸ ἔμπροσθεν τὸν πόδα κινεῖν·
なぜなら、脚を折り曲げる際、大腿の末端を後方へと進め、他方で脛は屈曲部から足に向けて前方へと動かさなければならないからである。
εἰς τὸ ἔμπροσθεν δὲ τῆς καμπῆς οὔσης, οὔθʼ ὑπεναντίαις κινήσεσι μιᾷ τε τῇ εἰς τὸ ἔμπροσθεν ἡ λεχθεῖσα πορεία συμβήσεται.
しかし、屈曲が前方に向けてなされるならば、そのような反対の運動によるのではなく、前方への単一の運動によって、上記の歩行が達成されることになる。
ὁ μὲν οὖν ἄνθρωπος δίπους ὢν καὶ τὴν κατὰ τόπον μεταβολὴν κατὰ φύσιν τοῖς σκέλεσι ποιούμενος διὰ τὴν εἰρημένην αἰτίαν κάμπτει εἰς τὸ ἔμπροσθεν τὰ σκέλη, τοὺς δὲ βραχίονας ἐπὶ τὸ κοῖλον εὐλόγως·
それゆえ、人間は二足であり、自然に従って脚による場所的移動を行うのであるから、前述の理由によって脚を前方に向けて曲げるが、腕については凹部に向けて曲げるのが合理的である。
ἄχρηστοι γὰρ ἂν ἦσαν καμπτόμενοι εἰς τοὐναντίον πρός τε τὴν τῶν χειρῶν χρῆσιν καὶ πρὸς τὴν τῆς τροφῆς λῆψιν.
なぜなら、もし腕が逆の方向に曲がるとすれば、手の使用や食物の摂取にとって無用になってしまうからである。
τὰ δὲ τετράποδα καὶ τὰ ζῳοτόκα τὰ μὲν ἔμπροσθεν σκέλη, ἐπειδὴ ἡγεῖταί τε τῆς πορείας αὐτῶν καὶ ἔστι ταῦτʼ ἐν τῷ μέρει τῷ ἔμπροσθεν τοῦ σώματος, ἀνάγκη κάμπτειν ἐπὶ τὴν περιφέρειαν διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ καὶ οἱ ἄνθρωποι·
また、四足獣や胎生動物は、前脚が歩行を先導し、かつ体の前部にあるため、人間と同じ理由から、それらを凸部に向けて曲げる必要がある。
κατὰ γὰρ τοῦτο ὁμοίως ἔχουσι.
この点において彼らは人間と同様だからである。
διόπερ καὶ τὰ τετράποδα κάμπτουσιν εἰς τὸ πρόσθεν τὸν εἰρημένον τρόπον.
それゆえ、四足獣も前述の方法で前方に曲げるのである。
καὶ γὰρ οὕτως μὲν αὐτῶν τῆς κάμψεως γινομένης ἐπὶ πολὺ δυνήσονται τοὺς πόδας μετεωρίζειν·
なぜなら、そのように屈曲が行われることで、彼らは足を高く上げることができるからである。
ἐναντίως δὲ κάμπτοντες μικρὸν ἀπὸ τῆς γῆς ἂν αὐτοὺς ἐμετεώριζον διὰ τὸ τόν τε μηρὸν ὅλον καὶ τὴν καμπήν, ἀφʼ ἧς ἡ κνήμη πέφυκεν, ὑπὸ τῇ γαστρὶ γίγνεσθαι προϊόντος αὐτοῦ.
もし逆に曲げるならば、彼らは足を地面からわずかしか上げられないであろう。 なぜなら、彼らが前進するにつれて、大腿全体と、そこから脛が生じている屈曲部とが、腹の下に入り込んでしまうからである。
τῶν δ᾿ ὄπισθεν σκελῶν εἰ μὲν ἦν εἰς τὸ ἔμπροσθεν ἡ κάμψις, τῶν ποδῶν ὁ μετεωρισμὸς ὁμοίως ἂν αὐτοῖς εἶχε τοῖς προσθίοις (ἐπὶ βραχὺ γὰρ ἂν ἐγίγνετο καὶ τούτοις κατὰ τὴν ἄρσιν τῶν σκελῶν, τοῦ τε μηροῦ καὶ τῆς καμπῆς ἀμφοτέρων ὑπὸ τὸν τῆς γαστρὸς τόπον ὑποπιπτόντων), εἰ δʼ εἰς τὸ ὄπισθεν, καθάπερ καὶ νῦν κάμπτουσιν, οὐθὲν ἐμπόδιον αὐτοῖς γίγνεται πρὸς τὴν πορείαν ἐν τῇ τοιαύτῃ κινήσει τῶν ποδῶν.
他方、後脚については、もし屈曲が前方に向けてなされるならば、足の上昇は前脚と同様の状態になってしまうであろう(なぜなら、脚を持ち上げる際、大腿と屈曲部の双方が腹の領域の下に入り込んでしまうため、やはり足をわずかしか上げられなくなるからである)。 しかし、現在彼らが曲げているように、もし後方に向けて曲げるならば、そのような足の運動においては、彼らの歩行にとって何の障害も生じない。
ἔτι τοῖς γε θηλαζομένοις αὐτῶν καὶ πρὸς τὴν τοιαύτην λειτουργίαν ἀναγκαῖον ἢ βέλτιόν γʼ οὕτω κεκάμφθαι τὰ σκέλη·
さらに、それらのうち授乳を行う動物にとっては、そのような役目のためにも、そのように脚が曲げられていることが必要であるか、あるいは少なくともその方がより良い。
οὐ γὰρ ῥᾴδιον τὴν κάμψιν ποιουμένων ἐντὸς ὑφʼ αὑτὰ ἔχειν τὰ τέκνα καὶ σκεπάζειν.
なぜなら、もし屈曲が内側に向けてなされるならば、子供たちを自分の体の下に抱え込んで保護することが容易ではなくなるからである。

語釈・文法注

  1. 10ἔτι δὲ τὰ τετράποδα ὑπεναντίως καὶ αὑτοῖς καὶ τοῖς ἀνθρώποις — 「αὑτοῖς」(自身に対しても)は、四足獣の「前脚」と「後脚」が互いに反対方向に曲がることを指し、「τοῖς ἀνθρώποις」(人間に対しても)は、人間の「腕と脚の曲がり方」と四足獣の「前脚と後脚の曲がり方」が対照的であることを示す。この文は、先行する主節の動詞「ποιοῦνται τὴν κάμψιν」を補って解釈される省略表現である。
  2. 25μένοντος τοῦ τε κατὰ τὸν προωσθέντα πόδα σημείου καὶ τῆς κνήμης — 属格絶対(genitive absolute)構文であり、歩行プロセスにおいて、前方へ踏み出された足が地面に接して固定される瞬間を描写している。「σημείου」(点)は足が地面と接する力学的な静止点を意味する。
  3. 27τοῦτο δὲ συμβαίνειν ἅμα καὶ προϊέναι τὸ ζῷον εἰς τὸ ἔμπροσθεν μὲν ἔχοντος τὴν καμπὴν τοῦ ἡγουμένου σκέλους δυνατόν — 不定詞「συμβαίνειν」と「προϊέναι」の文法上の主語は対格の「τὸ ζῷον」である。一方、属格分詞「ἔχοντος」は「τοῦ ζῴου」を論理的持主とする属格絶対(あるいは変則的な一致)として機能し、主節の述語形容詞「δυνατόν」につながる長大な構文を構成している。

この箇所を引用する

アリストテレス, 動物の進行について §12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。