Humanitext Reader

亚里士多德 · 动物的行进 §10

鸟类与昆虫的四点运动与飞行形态功能

第 7 段,共 12 段 · 希腊语

内容简介

本章解释了鸟类和昆虫并未违背四点运动原则,阐明了翅膀、尾部及足部的连动如何作为屈曲的起点,并分析了其身体各部的形态特征(如胸部和后部的形状)对飞行控制和速度的贡献。

§1010 Ἀπορήσειε δʼ ἄν τις ἴσως πῶς κινοῦνται τέτταρσι σημείοις οἱ ὄρνιθες, ἢ πετόμενοι ἢ πορευόμενοι, ὡς εἰρημένου ὅτι πάντα τὰ ἔναιμα κινεῖται τέτταρσιν.
也许有人会提出疑问:鸟类不论是在飞行还是在步行时,究竟是如何通过四个点运动的,仿佛已经说过所有有血动物都是通过四个点运动的。
οὐκ εἴρηται δέ, ἀλλʼ ὅτι οὐ πλείοσιν.
然而并没有这样说过,而是说它们通过不超过四个点运动。
οὐ μὴν ἀλλʼ οὔτʼ ἂν πέτεσθαι δύναιντο ἀφαιρεθέντων τῶν κώλων οὔτε πορεύεσθαι τῶν πτερύγων ἀφαιρεθεισῶν, ἐπεὶ οὐδʼ ἄνθρωπος βαδίζειν μὴ κινῶν τι τοὺς ὤμους.
尽管如此,如果切除了双腿,它们就无法飞行,如果切除了翅膀,它们也无法步行,因为正如人类若不多少活动双肩就无法行走一样。
ἀλλὰ πάντα γε, καθάπερ εἴρηται, κάμψει καὶ ἐκτάσει ποιεῖται τὴν μεταβολήν·
但是,如前所述,所有动物都是通过屈曲和伸展来进行空间移动的。
ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον μέχρι τινὸς οἷον εἰς ὑπεῖκον προέρχεται, ὥστʼ ἀναγκαῖον, εἰ μὴ καὶ κατʼ ἄλλο μόριον γίνεται ἡ κάμψις, ἀλλʼ ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ, τοῖς δʼ ὄρνισι τῆς πτέρυγος, τοῖς δʼ ἄλλοις τοῦ ἀνάλογον μορίου, καθάπερ τοῖς ἰχθύσι.
因为所有的移动都是在支撑物上向前,在一定程度上就好像是在向退让之物前进。 因此,即使屈曲不发生在其他部位,至少也必然发生在全翅昆虫的翅膀起点,鸟类的翼羽起点,以及其他动物的相应部位(如鱼类)。
τοῖς δʼ, ὥσπερ οἱ ὄφεις, ἐν ταῖς καμπαῖς τοῦ σώματός ἐστιν ἡ ἀρχὴ τῆς κάμψεως.
而对于另一些动物,如蛇类,其屈曲的起点则是在身体的弯曲处。
τὸ δʼ ὀρροπύγιόν ἐστι τοῖς πτηνοῖς πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν, καθάπερ τὰ πηδάλια τοῖς πλοίοις.
另一方面,尾羽对于飞行动物来说是为了指引飞行方向,正如船只的舵一样。
ἀναγκαῖον δὲ καὶ ταῦτα ἐν τῇ προσφύσει κάμπτειν.
而这些部位也必然在其附着处发生弯曲。
διόπερ τά τε ὁλόπτερα καὶ τῶν σχιζοπτέρων οἷς τὸ ὀρροπύγιον ἀφυῶς ἔχει πρὸς τὴν εἰρημένην χρῆσιν, οἷον τοῖς τε ταῷς καὶ τοῖς ἀλεκτρυόσι καὶ ὅλως τοῖς μὴ πτητικοῖς, οὐκ εὐθυποροῦσι·
因此,全翅昆虫以及尾羽在天性上不适合上述用途的裂翅鸟类(如孔雀、公鸡以及一切不善飞行的鸟类),它们无法直行。
τῶν μὲν γὰρ ὁλοπτέρων ἁπλῶς οὐθὲν ἔχει ὀρροπύγιον, ὥστε καθάπερ ἀπήδαλον πλοῖον φέρεται, καὶ ὅπου ἂν τύχῃ ἕκαστον αὐτῶν προσπίπτει, ὁμοίως δὲ τά τε κολεόπτερα, οἷον κάνθαροι καὶ μηλολόνθαι, καὶ τὰ ἀνέλυτρα, οἷον μέλιτται καὶ σφῆκες.
因为全翅昆虫根本没有尾羽,因此它们像没有舵的船一样漂流,各自落在偶然撞上的地方,同样鞘翅目(如甲虫和金龟子)以及无鞘翅目(如蜜蜂和黄蜂)也是如此。
καὶ τοῖς μὴ πτητικοῖς ἀχρεῖον τὸ ὀρροπύγιόν ἐστιν, οἷον τοῖς τε πορφυρίωσι καὶ ἐρωδιοῖς καὶ πᾶσι τοῖς πλωτοῖς·
而对于不善飞行的鸟类,尾羽是没有用处的,例如紫水鸡、苍鹭和所有水禽。
ἀλλʼ ἀντὶ τοῦ ὀρροπυγίου πέτανται τοὺς πόδας ἀποτείνοντα, καὶ χρῶνται ἀντʼ ὀρροπυγίου τοῖς σκέλεσι πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν.
然而,为了代替尾羽,它们飞行时将双脚向后伸展,并代替尾羽利用双腿来指引飞行的方向。
βραδεῖα δʼ ἡ πτῆσις τῶν ὁλοπτέρων ἐστὶ καὶ ἀσθενὴς διὰ τὸ μὴ κατὰ λόγον ἔχειν τὴν τῶν πτερῶν φύσιν πρὸς τὸ τοῦ σώματος βάρος, ἀλλὰ τὸ μὲν πολύ, τὰ δὲ μικρὰ καὶ ἀσθενῆ.
全翅昆虫的飞行之所以缓慢而无力,是因为它们翅膀的性质与身体的重量不成比例,身体庞大而翅膀却小而无力。
ὥσπερ ἂν οὖν εἰ ὁλκαδικὸν πλοῖον ἐπιχειροίη κώπαις ποιεῖσθαι τὸν πλοῦν, οὕτω ταῦτα τῇ πτήσει χρῆται.
因此,正如一艘货船若试图用桨航行一样,这些昆虫也是这样利用飞行。
καὶ ἡ ἀσθένεια δὲ αὐτῶν τε τῶν πτερῶν καὶ ἡ τῆς ἐκφύσεως συμβάλλεταί τι πρὸς τὸ λεχθέν.
此外,翅膀本身的软弱及其生长处的脆弱,也对上述情况产生了一定的影响。
τῶν δʼ ὀρνίθων τῷ μὲν ταῷ τὸ ὀρροπύγιον ὁτὲ μὲν διὰ τὸ μέγεθος ἄχρηστον, ὁτὲ δὲ διὰ τὸ ἀποβάλλειν οὐθὲν ὠφελεῖ.
在鸟类中,对于孔雀来说,其尾羽有时因其庞大而无用,有时因脱落而毫无益处。
ὑπεναντίως δʼ ἔχουσιν οἱ ὄρνιθες τοῖς ὁλοπτέροις τὴν τῶν πτερῶν φύσιν, μάλιστα δʼ οἱ τάχιστα αὐτῶν πετόμενοι.
相反,鸟类的翅膀性质与全翅昆虫相反,尤其是它们中飞行最快者。
τοιοῦτοι δʼ οἱ γαμψώνυχες· τούτοις γὰρ ἡ ταχυτὴς τῆς πτήσεως χρήσιμος πρὸς τὸν βίον.
此类即为猛禽(具有弯曲爪子者),因为对它们来说,飞行的速度对生存至关重要。
ἀκόλουθα δʼ αὐτῶν ἔοικεν εἶναι καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος πρὸς τὴν ὠκεῖαν κίνησιν, κεφαλὴ μὲν ἁπάντων μικρὰ καὶ αὐχὴν οὐ παχύς, στῆθος δʼ ἰσχυρὸν καὶ ὀξύ, ὀξὺ μὲν πρὸς τὸ εὔτονον εἶναι, καθάπερ ἂν εἰ πλοίου πρώρα λεμβώδους, ἰσχυρὸν δὲ τῇ φύσει τῆς σαρκός, ἵνʼ ἀπωθεῖν τε δύνηται τὸν προσπίπτοντα ἀέρα·
它们身体的其他部位也同样适合于快速的运动:所有猛禽的头部都较小,颈部不粗,胸部强壮且尖锐。
καὶ τοῦτο δρᾷ ῥᾳδίως καὶ μὴ μετὰ πόνου· τὰ δʼ ὄπισθεν κοῦφα καὶ συνήκοντα πάλιν εἰς στενόν, ἵνʼ ἐπακολουθῇ τοῖς ἔμπροσθεν, μὴ σύροντα τὸν ἀέρα διὰ τὸ πλάτος.
尖锐是为了便于破空,正如轻型船只的船头一样;而在肉质上强壮,是为了能够推开迎面而来的空气,而这它们做起来既轻松又毫不费力;而后部较轻且向后收拢变窄,以便能跟从前部,不至于因其宽度而拖曳空气。

词汇与语法注释

  1. 20ὡς εἰρημένου ὅτι πάντα τὰ ἔναιμα κινεῖται τέτταρσιν — 连词 ὡς 与中性单数宾格绝对分词(εἰρημένου)结合,表示主观的假设或前提(“仿佛曾说过……”)。
  2. 23ἀφαιρεθέντων τῶν κώλων — 属格绝对结构,与紧随其后的 τῶν πτερύγων ἀφαιρεθεισῶν 一同作为虚拟条件从句(“如果肢体被切除……如果翅膀被切除……”)。
  3. 30ἀλλʼ ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ — 承接主句 ὥστʼ ἀναγκαῖον(709b28)中“[屈曲]必然发生”的省略结构。需补出动词 γίνεσθαι,理解为“对于全翅昆虫,[屈曲必然发生]于翅膀的起点(ἀρχὴ)”。
  4. 19ὥσπερ ἂν οὖν εἰ ὁλκαδικὸν πλοῖον ἐπιχειροίη κώπαις ποιεῖσθαι τὸν πλοῦν — ὥσπερ ἂν εἰ 连用并接希求法(ἐπιχειροίη)是典型的虚拟语气比喻,表示一种不切实际的状况(“正如货船试图用桨航行一样”)。

引用这一段

亚里士多德, 动物的行进 §10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。