§9Ὅτι μὲν οὖν ἀρτίους ἔχει τοὺς πόδας πάντα, καὶ διὰ 9 τίνʼ αἰτίαν εἴρηται·
したがって、すべての動物が偶数の足を持っていること、またそれは 9 いかなる原因によるのかは述べられた。
ὅτι δʼ εἰ μηθὲν ἦν ἠρεμοῦν, οὐκ ἂν ἦν κάμψις οὐδʼ εὔθυνσις, ἐκ τῶνδε δῆλον.
しかし、もし静止している部分が何一つ存在しないならば、屈曲も伸展も存在しえないということは、以下のことから明らかである。
ἔστι γὰρ κάμψις μὲν ἡ ἐξ εὐθέος ἢ εἰς περιφερὲς ἢ εἰς γωνίαν μεταβολή, εὔθυνσις δʼ ἡ ἐκ θατέρου τούτων εἰς εὐθύ.
というのも、屈曲とは直線から曲線または角への変化であり、伸展とはこれら[曲線または角]のいずれか一方から直線への変化だからである。
ἐν ἁπάσαις δὲ ταῖς εἰρημέναις μεταβολαῖς ἀνάγκη πρὸς ἓν σημεῖον τὴν κάμψιν ἢ τὴν εὔθυνσιν γίνεσθαι.
そして、述べられたすべての変化において、屈曲または伸展は一つの点に対して起こることが必然である。
ἀλλὰ μὴν κάμψεώς γε μὴ οὔσης οὔτʼ ἂν πορεία οὔτε νεῦσις οὔτε πτῆσις ἦν.
だが、屈曲が存在しなければ、歩行も泳ぎも飛行も存在しえなかったであろう。
τὰ μὲν γὰρ ὑπόποδα ἐπειδὴ ἐν ἑκατέρῳ τῶν ἀντικειμένων σκελῶν ἐν μέρει ἵσταται καὶ τὸ βάρος ἴσχει, ἀναγκαῖον θατέρου προβαίνοντος θατέρου ποιεῖσθαι κάμψιν.
なぜなら、足を持つものは、対立する二つの脚のそれぞれに交互に立ち、また重みを支えるのであるから、一方が前進する際、他方が屈曲を行うことが必然だからである。
ἴσα τε γὰρ πέφυκεν ἔχειν τῷ μήκει τὰ ἀντίστοιχα κῶλα, καὶ ὀρθὸν δεῖ εἶναι τὸ ὑφεστὸς τῷ βάρει, οἷον κάθετον πρὸς τὴν γῆν.
実際、対応する肢は本性上長さが等しく、また重みを支えている肢は直立している、すなわち地面に対して垂直でなければならない。
ὅταν δὲ προβαίνῃ, γίνεται ἡ ὑποτείνουσα καὶ δυναμένη τὸ μένον μέγεθος καὶ τὴν μεταξύ.
しかし、[一方が]前進するとき、静止している肢の長さと、[二つの脚の]間の地面とを[二辺として]、斜辺(その二乗に等しいもの)が生じる。
ἐπεὶ δʼ ἴσα τὰ κῶλα, ἀνάγκη κάμψαι τὸ μένον, ἢ ἐν τῷ γόνατι ἢ ἐν τῇ κάμψει, οἷον εἴ τι ἀγόνατον εἴη τῶν βαδιζόντων.
だが、両方の肢は等しいため、静止している肢を、膝においてか、あるいは(歩行するもののうちで膝のないものがあるならば)関節において屈曲させることが必然である。
σημεῖον δʼ ὅτι οὕτως ἔχει·
このことがその通りであるという証拠は次の通りである。
εἰ γάρ τις ἐν γῇ βαδίζοι παρὰ τοῖχον, ἡ γραφομένη ἔσται οὐκ εὐθεῖα ἀλλὰ σκολιά, διὰ τὸ ἐλάττω μὲν κάμπτοντος γίνεσθαι τὴν γραφομένην, μείζω δʼ ἱσταμένου καὶ ἐξαίροντος.
もし誰かが地上を壁に沿って歩くならば、[頭部などが]描く軌跡は直線ではなく波線となる。 なぜなら、膝を曲げるときには描かれる軌跡は低くなり、直立して足を上げるときには高くなるからである。
ἐνδέχεται μέντοι κινεῖσθαι καὶ μὴ ἔχοντος καμπὴν τοῦ σκέλους, ὥσπερ τὰ παιδία ἕρπουσι.
とはいえ、脚に関節を持たないものであっても、幼児が這うように、移動することは可能である。
καὶ περὶ τῶν ἐλεφάντων ὁ παλαιὸς ἦν λόγος τοιοῦτος, οὐκ ἀληθὴς ὤν.
象についても古くからそのような話があったが、これは真実ではない。
κινεῖται δὲ καὶ τὰ τοιαῦτα κάμψεως γινομένης ἐν ταῖς ὠμοπλάταις ἢ τοῖς ἰσχίοις.
そして、そのようなものも、肩甲骨または腰において屈曲が生じることによって移動するのである。
ἀλλʼ ὀρθὸν οὐδὲν δύναιτʼ ἂν πορευθῆναι συνεχῶς καὶ ἀσφαλῶς, κινηθείη δʼ ἂν οἷον ἐν ταῖς παλαίστραις οἱ διὰ τῆς κόνεως προϊόντες ἐπὶ τῶν γονάτων·
しかし、直立したままでは、何ものも連続して安全に歩行することはできず、ただ体育場において砂の上を膝で進む者たちのように移動するだけであろう。
πολὺ γὰρ τὸ ἄνω μέρος, ὥστε δεῖ μακρὸν εἶναι τὸ κῶλον· εἰ δὲ τοῦτο, κάμψιν ἀναγκαῖον εἶναι.
なぜなら、上部の部分が大きいため、肢は長くならざるをえず、そうであるなら屈曲が必要となるからである。
ἐπεὶ γὰρ ἕστηκε πρὸς ὀρθήν, εἰ ἄκαμπτον ἔσται τὸ κινούμενον εἰς τὸ πρόσθεν, ἢ καταπεσεῖται ἐλάττονος τῆς ὀρθῆς γινομένης, ἢ οὐ προβήσεται.
実際、それは垂直に立っているのであるから、もし前方に動くものが屈曲しないままであるなら、直角より小さくなって倒れてしまうか、あるいは前進しないであろう。
εἰ γὰρ ὀρθοῦ ὄντος θατέρου σκέλους θάτερον ἔσταιπροβεβηκός, μεῖζον ἔσται, ἴσον ὄν·
なぜなら、一方の脚が直立しているときに他方の脚が前に進んでいるとすれば、両脚の長さが等しいにもかかわらず、[進んだ脚の方が]長くなってしまうからである。
δυνήσεται γὰρ τοῦτο τό τʼ ἠρεμοῦν καὶ τὴν ὑποτείνουσαν.
というのも、この[進んだ脚]は、静止している脚と斜辺[を挟む底辺]との二乗の和に等しくなる(斜辺を形成する)からである。
ἀνάγκη ἄρα κάμπτεσθαι τό τε προϊόν, καὶ κάμψαν ἅμα ἐκτείνειν θάτερον, ἐκκλίνειν τε καὶ διαβεβηκέναι καὶ ἐπὶ τῆς καθέτου μένειν·
したがって、前進する脚は屈曲せねばならず、またそれを屈曲させると同時に他方を伸ばし、上体を傾けて足を開き、かつ垂直線上に留まらねばならない。
ἰσοσκελὲς γὰρ γίνεται τρίγωνον τὰ κῶλα, καὶ ἡ κεφαλὴ γίνεται κατώτερον, ὅταν κάθετος ἐφʼ ἧς βέβηκε.
なぜなら、両肢は二等辺三角形を形成し、頭部が垂直線上にあるときに最も低くなるからである。
τὰ δʼ ἄποδα τὰ μὲν κυμαίνοντα προέρχεται (τοῦτο δὲ διττῶς συμβαίνει·
他方、足のないもののうち、あるものはうねりながら進む(これは二通りに起こる。
τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς, καθάπερ οἱ ὄφεις, τὰς καμπὰς ποιεῖται, τὰ δʼ εἰς τὸ ἄνω, ὥσπερ αἱ κάμπαι), ἡ δὲ κύμανσις καμπή ἐστι·
あるものは蛇のように地上で屈曲を行い、他のものはイモムシのように上方へと屈曲を行う)。 このうねりとは屈曲のことである。
τὰ δʼ ἰλυσπάσει χρώμενα, καθάπερ τὰ καλούμενα γῆς ἔντερα καὶ βδέλλαι.
また、伸縮運動を用いるものもある。 例えば、いわゆる地中虫やビルなどである。
ταῦτα γὰρ τῷ μὲν ἡγουμένῳ προέρχεται, τὸ δὲ λοιπὸν σῶμα πᾶν πρὸς τοῦτο συνάγουσι, καὶ τοῦτον τὸν τρόπον εἰς τόπον ἐκ τόπου μεταβάλλουσι.
これらは先導する部分で前進し、残りの体全体をその部分に向けて引き寄せ、このようにして場所から場所へと移動する。
φανερὸν δʼ ὅτι εἰ μὴ αἱ δύο τῆς μιᾶς μείζους ἦσαν, οὐκ ἂν ἐδύναντο κινεῖσθαι τὰ κυμαίνοντα τῶν ζῴων.
しかし、もし[屈曲によって形成される]二辺が[引き伸ばされた]一辺よりも大きくないのであれば、うねって進む動物たちが動くことは不可能であっただろうことは明らかである。
ἐκταθείσης γὰρ τῆς καμπῆς, εἰ ἴσην κατεῖχεν, οὐθὲν ἂν προῄεσαν·
なぜなら、屈曲が伸ばされたとき、もしそれが等しい長さを占めるだけであったなら、彼らは何一つ前進しなかったであろう。
νῦν δʼ ὑπερβάλλει ἐκταθεῖσα, καὶ ἠρεμήσαντος τούτου ἐπάγει τὸ λοιπόν.
しかし実際には、伸ばされたときには[元の長さを]超え、そしてこの部分が静止したときに残りの部分を引き寄せるのである。
ἐν ἀπάσαις δὲ ταῖς λεχθείσαις μεταβολαῖς τὸ κινούμενον ὁτὲ μὲν ἐκτεινόμενον εἰς εὐθὺ προέρχεται, ὁτὲ δὲ συγκαμπτόμενον, τοῖς μὲν ἡγουμένοις μέρεσιν εὐθὺ γινόμενον, τοῖς δʼ ἑπομένοις συγκαμπτόν.
述べられたすべての移動において、動くものはあるときには直線へと伸びて前進し、あるときには屈曲し、先導する部分においては直線となり、後続する部分においては屈曲する。
ποιεῖται δὲ καὶ τὰ ἁλλόμενα πάντα τὴν κάμψιν ἐν τῷ ὑποκειμένῳ μέρει τοῦ σώματος, καὶ τοῦτον τὸν τρόπον ἔχοντα ἅλλεται.
また、跳躍するすべてのものも、体の下部において屈曲を行い、このようにして跳躍する。
καὶ τὰ πετόμενα δὲ καὶ τὰ νέοντα, τὰ μὲν τὰς πτέρυγας εὐθύνοντα καὶ κάμπτοντα πέταται, τὰ δὲ τοῖς πτερυγίοις, καὶ τούτων τὰ μὲν τέτταρσι τὰ δὲ δυσίν, ὅσα προμηκέστερα τὴν μορφήν, ὥσπερ τὸ τῶν ἐγχελύων γένος·
また飛行するものや泳ぐものも同様であり、あるものは翼を伸ばしたり曲げたりして飛び、あるものは鰭を用いて泳ぐ。 そして鰭を用いるもののうち、あるものは4つの鰭を用い、ウナギ類のように体が細長いものは2つの鰭を用いる。
τὴν δὲ λοιπὴν κίνησιν ἀντὶ τῶν δύο πτερυγίων τῷ λοιπῷ τοῦ σώματος καμπτόμενα νεῖ, καθάπερ εἴρηται πρότερον.
これらは2つの鰭の代わりに、前述のように、体の残りの部分を屈曲させることによって残りの運動を行う。
οἱ δὲ πλατεῖς τῶν ἰχθύων τῇ μὲν τῷ πλάτει χρῶνται τοῦ σώματος ἀντὶ πτερυγίων, τῇ δὲ πτερυγίοις δυσί.
他方、扁平な魚は、あるものは体の平たい部分を鰭の代わりとして用い、あるものは2つの鰭を用いる。
τὰ δὲ πάμπαν πλατέα, καθάπερ ὁ βάτος, αὐτοῖς τοῖς πτερυγίοις καὶ ταῖς ἐσχάταις τοῦ σώματος περιφερείαις εὐθύνοντα καὶ κάμπτοντα ποιεῖται τὴν νεῦσιν.
完全に平たいものは、エイのように、鰭自体と体の端の縁を伸ばしたり曲げたりして泳ぎを行う。