- 底本
- Aristotle. De animalium motione et De animalium incessu. Jaeger, Werner, editor. Leipzig: Teubner, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
鳥類や昆虫が四点移動の原則から外れていないことを、羽や尾羽、脚の連動による屈曲の起始点を通じて説明し、さらに彼らの身体各部の形態(胸や後部の形状)が飛行方向の制御や速度にどのように寄与しているかを論じる。
10 Ἀπορήσειε δʼ ἄν τις ἴσως πῶς κινοῦνται τέτταρσι σημείοις οἱ ὄρνιθες, ἢ πετόμενοι ἢ πορευόμενοι, ὡς εἰρημένου ὅτι πάντα τὰ ἔναιμα κινεῖται τέτταρσιν.1 οὐκ εἴρηται δέ, ἀλλʼ ὅτι οὐ πλείοσιν. οὐ μὴν ἀλλʼ οὔτʼ ἂν πέτεσθαι δύναιντο ἀφαιρεθέντων τῶν κώλων2 οὔτε πορεύεσθαι τῶν πτερύγων ἀφαιρεθεισῶν, ἐπεὶ οὐδʼ ἄνθρωπος βαδίζειν μὴ κινῶν τι τοὺς ὤμους. ἀλλὰ πάντα γε, καθάπερ εἴρηται, κάμψει καὶ ἐκτάσει ποιεῖται τὴν μεταβολήν· ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον μέχρι τινὸς οἷον εἰς ὑπεῖκον προέρχεται, ὥστʼ ἀναγκαῖον, εἰ μὴ καὶ κατʼ ἄλλο μόριον γίνεται ἡ κάμψις, ἀλλʼ ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ,3 τοῖς δʼ ὄρνισι τῆς πτέρυγος, τοῖς δʼ ἄλλοις τοῦ ἀνάλογον μορίου, καθάπερ τοῖς ἰχθύσι. τοῖς δʼ, ὥσπερ οἱ ὄφεις, ἐν ταῖς καμπαῖς τοῦ σώματός ἐστιν ἡ ἀρχὴ τῆς κάμψεως. τὸ δʼ ὀρροπύγιόν ἐστι τοῖς πτηνοῖς πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν, καθάπερ τὰ πηδάλια τοῖς πλοίοις. ἀναγκαῖον δὲ καὶ ταῦτα ἐν τῇ προσφύσει κάμπτειν. διόπερ τά τε ὁλόπτερα καὶ τῶν σχιζοπτέρων οἷς τὸ ὀρροπύγιον ἀφυῶς ἔχει πρὸς τὴν εἰρημένην χρῆσιν, οἷον τοῖς τε ταῷς καὶ τοῖς ἀλεκτρυόσι καὶ ὅλως τοῖς μὴ πτητικοῖς, οὐκ εὐθυποροῦσι· τῶν μὲν γὰρ ὁλοπτέρων ἁπλῶς οὐθὲν ἔχει ὀρροπύγιον, ὥστε καθάπερ ἀπήδαλον πλοῖον φέρεται, καὶ ὅπου ἂν τύχῃ ἕκαστον αὐτῶν προσπίπτει, ὁμοίως δὲ τά τε κολεόπτερα, οἷον κάνθαροι καὶ μηλολόνθαι, καὶ τὰ ἀνέλυτρα, οἷον μέλιτται καὶ σφῆκες. καὶ τοῖς μὴ πτητικοῖς ἀχρεῖον τὸ ὀρροπύγιόν ἐστιν, οἷον τοῖς τε πορφυρίωσι καὶ ἐρωδιοῖς καὶ πᾶσι τοῖς πλωτοῖς· ἀλλʼ ἀντὶ τοῦ ὀρροπυγίου πέτανται τοὺς πόδας ἀποτείνοντα, καὶ χρῶνται ἀντʼ ὀρροπυγίου τοῖς σκέλεσι πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν. βραδεῖα δʼ ἡ πτῆσις τῶν ὁλοπτέρων ἐστὶ καὶ ἀσθενὴς διὰ τὸ μὴ κατὰ λόγον ἔχειν τὴν τῶν πτερῶν φύσιν πρὸς τὸ τοῦ σώματος βάρος, ἀλλὰ τὸ μὲν πολύ, τὰ δὲ μικρὰ καὶ ἀσθενῆ. ὥσπερ ἂν οὖν εἰ ὁλκαδικὸν πλοῖον ἐπιχειροίη κώπαις ποιεῖσθαι τὸν πλοῦν,4 οὕτω ταῦτα τῇ πτήσει χρῆται. καὶ ἡ ἀσθένεια δὲ αὐτῶν τε τῶν πτερῶν καὶ ἡ τῆς ἐκφύσεως συμβάλλεταί τι πρὸς τὸ λεχθέν. τῶν δʼ ὀρνίθων τῷ μὲν ταῷ τὸ ὀρροπύγιον ὁτὲ μὲν διὰ τὸ μέγεθος ἄχρηστον, ὁτὲ δὲ διὰ τὸ ἀποβάλλειν οὐθὲν ὠφελεῖ. ὑπεναντίως δʼ ἔχουσιν οἱ ὄρνιθες τοῖς ὁλοπτέροις τὴν τῶν πτερῶν φύσιν, μάλιστα δʼ οἱ τάχιστα αὐτῶν πετόμενοι. τοιοῦτοι δʼ οἱ γαμψώνυχες· τούτοις γὰρ ἡ ταχυτὴς τῆς πτήσεως χρήσιμος πρὸς τὸν βίον. ἀκόλουθα δʼ αὐτῶν ἔοικεν εἶναι καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος πρὸς τὴν ὠκεῖαν κίνησιν, κεφαλὴ μὲν ἁπάντων μικρὰ καὶ αὐχὴν οὐ παχύς, στῆθος δʼ ἰσχυρὸν καὶ ὀξύ, ὀξὺ μὲν πρὸς τὸ εὔτονον εἶναι, καθάπερ ἂν εἰ πλοίου πρώρα λεμβώδους, ἰσχυρὸν δὲ τῇ φύσει τῆς σαρκός, ἵνʼ ἀπωθεῖν τε δύνηται τὸν προσπίπτοντα ἀέρα· καὶ τοῦτο δρᾷ ῥᾳδίως καὶ μὴ μετὰ πόνου· τὰ δʼ ὄπισθεν κοῦφα καὶ συνήκοντα πάλιν εἰς στενόν, ἵνʼ ἐπακολουθῇ τοῖς ἔμπροσθεν, μὴ σύροντα τὸν ἀέρα διὰ τὸ πλάτος.
鳥たちが、飛行するにせよ歩行するにせよ、四つの点によって動くというのはどうしてなのか、おそらく誰しも疑問に思うであろう。というのも、すべての有血動物は四つの[点]で動くと述べられているかのように思われるからである。しかし、そうは述べられておらず、四つより多くはないと述べられているのである。とはいえ、脚が取り去られたなら彼らは飛行することもできず、羽が取り去られたなら歩行することもできないであろう。それは、人間も肩をいくらか動かさずには歩行できないのと同様である。しかし、すべてのものは、述べられたように、屈曲と伸展によって位置の変化を行う。なぜなら、すべてのものは支持するものに対して、ある程度、いわば屈服するものへと前進するからである。したがって、屈曲が他の部分において生じないとしても、少なくとも完全翅虫においては翅の、鳥類においては翼の、その他のものにおいてはそれに対応する部分(例えば魚など)の起始点(動きが生じる箇所)において屈曲が生じることが必然である。他方、蛇のように、体自体の屈曲部の中に屈曲の起始点があるものもある。他方、鳥類にとって尾羽は、船にとっての舵のように、飛行の方向を制御するためのものである。そして、これらも付着部において屈曲することが必然である。それゆえ、完全翅虫や、尾羽が前述の用途に本性上適さない割羽類(例えばクジャクや雄鶏、そして一般に飛行に適さない鳥たち)は、直進できない。なぜなら、完全翅虫は全く尾羽を持たず、そのため舵のない船のように流され、それぞれのものが偶然ぶつかった場所に落ちるからであり、同様に甲虫類(例えばコガネムシや黄金虫)や無鞘翅類(例えば蜂や地蜂)もそうだからである。また、飛行に適さない鳥たち(例えばセイケイやアオサギ、そしてすべての水鳥)にとっても尾羽は役に立たない。しかし彼らは尾羽の代わりに、足を後ろに伸ばして飛び、尾羽の代わりとして脚を飛行の方向を制御するために用いるのである。また、完全翅虫の飛行が遅くて弱いのは、翼の性質が体の重さに比して不釣り合いであり、体は大きいのに翼は小さくて弱いからである。したがって、あたかも貨物船が櫂によって航行しようと試みるかのように、これらは飛行を用いるのである。そして、翼それ自体の弱さと、その生え際の弱さも、前述のことにいくらか寄与している。鳥類のうち、クジャクにとっては、尾羽はあるときにはその大きさのために役に立たず、またあるときには抜け落ちるために全く役に立たない。これとは反対に、鳥類は完全翅虫とは反対の翼の性質を持っており、とりわけ彼らのうち最も速く飛ぶものがそうである。猛禽類(鉤爪を持つもの)がそうである。というのも、彼らにとって飛行の速さは生活に役立つからである。彼らの体の他の部分も、迅速な運動に適合しているように思われる。すべての頭は小さく、首は太くなく、胸は強くて尖っている。尖っているのは俊敏であるためであり、あたかも快速船の舳先のようである。そして、肉の性質において強靭なのは、ぶつかってくる空気を押し出すことができるためである。そしてこれを、彼らは容易に、また苦労せずに行う。他方、後部は軽くて再び狭くすぼまっており、前部に追随し、その幅の広さによって空気を引きずらないようになっている。
- 709b20ὡς εἰρημένου ὅτι πάντα τὰ ἔναιμα κινεῖται τέτταρσιν
接続詞 ὡς が中性対格分詞の独立用法(absolute accusative)である εἰρημένου と結合し、「〜と述べられているかのように」という主観的な仮定や前提を表現している。
- 709b23ἀφαιρεθέντων τῶν κώλων
属格独立構文(genitive absolute)であり、直後の τῶν πτερύγων ἀφαιρεθεισῶν とともに「もし〜が取り去られたなら」という反実仮想的な条件節として機能している。
- 709b30ἀλλʼ ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ
主節 ὥστʼ ἀναγκαῖον (709b28) の「屈曲が生じることが必然である(ἀναγκαῖον... γίνεσθαι τὴν κάμψιν)」を前提とした省略構造である。動詞 γίνεσθαι を補い、「完全翅虫においては翅の起始点(ἀρχὴ)から[屈曲が生じることが必然である]」と解釈する。
- 710a19ὥσπερ ἂν οὖν εἰ ὁλκαδικὸν πλοῖον ἐπιχειροίη κώπαις ποιεῖσθαι τὸν πλοῦν
ὥσπερ ἂν εἰ +希求法(ἐπιχειροίη)は典型的な反実仮想の比喩であり、「あたかも商船(荷船)が櫂で航行しようとするかのように」というあり得ない状況を表現している。
