§9.2Τῶν δ’ ἰχθύων οἱ μὲν συναγελάζονται μετ’ ἀλλήλων καὶ φίλοι εἰσίν, οἱ δὲ μὴ συναγελαζόμενοι πολέμιοι.
魚類のうち、あるものは互いに群れをなして生活し、友のであるが、群れをなさないものは敵対的である。
Ἀγελάζονται δ’ οἱ μὲν κυοῦντες, ἔνιοι δ’ ὅταν ἐκτέκωσιν.
群れをなすのは、身籠っているときであり、あるものは産卵し終えたときである。
Ὅλως δ’ ἀγελαῖά ἐστι τὰ τοιάδε, θυννίδες, μαινίδες, κωβιοί, βῶκες, σαῦροι, κορακῖνοι, σινόδοντες, τρίγλαι, σφύραιναι, ἀνθίαι, ἐλεγῖνοι, ἀθερῖνοι, σαργῖνοι, βελόναι, τευθοί, ἰουλίδες, πηλαμύδες, σκόμβροι, κολίαι.
一般に、群れをなすのは以下のようなものである。 すなわち、マグロ、マイニス、ハゼ、ボークス、アジ、コラキノス、シノドゥス、ヒメジ、カマス、アンティアス、エレギノス、トウゴロウイワシ、サルゴ、ダツ、イカ、イウリス、ハガツオ、サバ、コリアスである。
Τούτων δ’ ἔνιά ἐστιν οὐ μόνον ἀγελαῖα ἀλλὰ καὶ σύζυγα·
これらのうち、あるものは群れをなすだけでなく、つがいにもなる。
τὰ γὰρ λοιπὰ συνδυάζεται μὲν ἅπαντα, τὰς δ’ ἀγέλας ποιοῦνται κατ’ ἐνίους καιρούς, ὥσπερ εἴρηται, ὅταν κύωσιν, ἔνια δὲ καὶ ὅταν τέκωσιν.
その他のものはすべて、つがいにはなるが、群れを作るのは、言われているように特定の時期、すなわち身籠っているときであり、あるものは産卵したときである。
Λάβραξ δὲ καὶ κεστρεὺς πολεμιώτατοι ὄντες κατ’ ἐνίους καιροὺς συναγελάζονται ἀλλήλοις·
シーバスとボラは極めて敵対的であるにもかかわらず、特定の時期には互いに群れをなす。
συναγελάζονται γὰρ πολλάκις οὐ μόνον τὰ ὁμόγονα, ἀλλὰ καὶ οἷς ἡ αὐτὴ καὶ ἡ παραπλήσιός ἐστι νομή, ἂν ᾖ ἄφθονος.
というのも、同種のものだけでなく、餌が豊富にあるならば、餌場が同じか、あるいは似通っているもの同士も、しばしば群れをなすからである。
Ζῶσι δὲ πολλάκις ἀφῃρημένοι οἱ κεστρεῖς τὴν κέρκον καὶ οἱ γόγγροι μέχρι τῆς ἐξόδου τῆς περιττώσεως·
また、ボラは尾を奪われても、またアナゴは排泄腔の出口までを失っても、しばしば生き長らえる。
ἀπεσθίεται δ’ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης.
ボラはシーバスによって、アナゴはウツボによって(それを)喰い取られるのである。
Ὁ δὲ πόλεμός ἐστι τοῖς κρείττοσι πρὸς τοὺς ἥττους·
闘争は強い者が弱い者に対して行う。
κατεσθίει γὰρ ὁ κρείττων.
強い者が(弱い者を)食い尽くすからである。
Καὶ περὶ μὲν τῶν θαλαττίων ταῦτα.
海の生物については以上である。
§9.3Τὰ δ’ ἤθη τῶν ζῴων, ὥσπερ εἴρηται πρότερον, διαφέρει κατά τε δειλίαν καὶ πραότητα καὶ ἀνδρίαν καὶ ἡμερότητα καὶ νοῦν τε καὶ ἄνοιαν.
動物たちの性質は、以前に述べられたように、臆病さ、温厚さ、勇敢さ、人なつこさ、また知性と愚かさにおいて異なっている。
Τό τε γὰρ τῶν προβάτων ἦθος, ὥσπερ λέγεται, εὔηθες καὶ ἀνόητον·
羊の性質は、言われているように、単純で愚かである。
πάντων γὰρ τῶν τετραπόδων κάκιστόν ἐστι, καὶ ἕρπει εἰς τὰς ἐρημίας πρὸς οὐδέν, καὶ πολλάκις χειμῶνος ὄντος ἐξέρχεται ἔνδοθεν, καὶ ὅταν ὑπὸ νιφετοῦ ληφθῶσιν, ἂν μὴ κινήσῃ ὁ ποιμήν, οὐκ ἐθέλουσιν ἀπιέναι, ἀλλ’ ἀπόλλυνται καταλειπόμενα, ἐὰν μὴ ἄρρενας κομίσωσιν οἱ ποιμένες· τότε δ’ ἀκολουθοῦσιν.
すべての四足獣の中で最悪であり、理由もなく荒野へと歩み去り、しばしば冬の最中に(小屋の)中から外へ出ていく。 また雪嵐に遭ったとき、羊飼いが動かさなければ、立ち去ろうとせず、取り残されて死んでしまう。 羊飼いたちが雄(の羊)を連れてこない限り、彼らは動かないが、雄が来ればそれに従う。
Τῶν δ’ αἰγῶν ὅταν τις μιᾶς λάβῃ τὸ ἄκρον τοῦ ἠρύγγου (ἔστι δ’ οἷον θρίξ), αἱ ἄλλαι ἑστᾶσιν ὥσπερ μεμωρωμέναι βλέπουσαι εἰς ἐκείνην.
山羊については、誰かが一頭の顎髭の先端をつかむと(それは毛のようなものである)、他の山羊たちは、まるで呆気にとられたように、その山羊を見つめて立ち尽くす。
Ἐγκαθεύδειν δὲ ψυχρότεραι ὄϊες αἰγῶν·
また、羊は山羊よりも寒いところで寝るのに耐性がある。
αἱ γὰρ αἶγες μᾶλλον ἡσυχάζουσι καὶ προσέρχονται πρὸς τοὺς ἀνθρώπους·
というのも、山羊は(羊よりも)静かにしており、人間に近づくからである。
εἰσὶ δ’ αἱ αἶγες δυσριγότεραι τῶν ὀΐων.
実際、山羊は羊よりも寒さに弱い。
Διδάσκουσι δ’ οἱ ποιμένες τὰ πρόβατα συνθεῖν ὅταν ψοφήσῃ·
羊飼いたちは、音がしたときに羊たちが一堂に集まるように教え込む。
ἐὰν γὰρ βροντήσαντος ὑπολειφθῇ τις καὶ μὴ συνδράμῃ, ἐκτιτρώσκει, ἐὰν τύχῃ κύουσα·
なぜなら、雷が鳴ったときに取り残されて共に走らなかったものは、もし孕んでいれば流産するからである。
διὸ ἐὰν ψοφῇ, ἐν τῇ οἰκίᾳ συνθέουσι διὰ τὸ ἔθος.
それゆえ、音がすると、習慣のゆえに、小屋の中で一堂に集まるのである。
Ἀπόλλυνται δὲ καὶ οἱ ταῦροι, ὅταν ἀτιμαγελήσαντες ἀποπλανηθῶσιν, ὑπὸ θηρίων.
また、牡牛たちも、群れを離れて迷い出たとき、野獣によって殺される。
Κατάκεινται δ’ αἱ ὄϊες καὶ αἱ αἶγες ἀθρόαι κατὰ συγγένειαν·
羊や山羊は、同じ血縁(の群れ)ごとに集まって横たわる。
ὅταν δ’ ὁ ἥλιος τραπῇ θᾶττον, φασὶν οἱ ποιμένες οὐκέτι ἀντιβλεπούσας κατακεῖσθαι τὰς αἶγας, ἀλλ’ ἀπεστραμμένας ἀπ’ ἀλλήλων.
太陽が傾く(日が短くなる)と、羊飼いたちが言うには、山羊たちはもはや互いを見つめ合って横たわるのではなく、互いに背を向け合って横たわるという。
§9.4Αἱ δὲ βόες καὶ νέμονται καθ’ ἑταιρείας καὶ συνηθείας, κἂν μία ἀποπλανηθῇ, ἀκολουθοῦσιν αἱ ἄλλαι·
雌牛たちは、仲間関係や親しさに基づいて放牧され、もし一頭が迷い出れば、他の牛たちも後に従う。
διὸ καὶ οἱ βουκόλοι, ἐὰν μίαν μὴ εὕρωσιν, εὐθὺς πάσας ἐπιζητοῦσιν.
それゆえ、牛飼いたちも、一頭が見つからないときには、すぐにすべての牛を捜し始める。
Τῶν δ’ ἵππων αἱ σύννομοι, ὅταν ἡ ἑτέρα ἀπόληται, ἐκτρέφουσι τὰ πωλία ἀλλήλων.
馬については、同じ牧草地の相棒は、一方が死んだとき、互いの仔馬を育てる。
Καὶ ὅλως γε δοκεῖ τὸ τῶν ἵππων γένος εἷναι φύσει φιλόστοργον.
全般的に、馬という類は、生まれつき愛情深いものであると思われる。
Σημεῖον δέ· πολλάκις γὰρ αἱ στέριφαι ἀφαιρούμεναι τὰς μητέρας τὰ πωλία αὐταὶ στέργουσι, διὰ δὲ τὸ μὴ ἔχειν γάλα διαφθείρουσιν.
その証拠に、しばしば不妊の雌馬が、母親たちから仔馬を奪って自分で可愛がるが、母乳が出ないために(その仔馬を)死なせてしまうのである。