§9.37#2Οὐ γίνεται δ’ ἐν τῷ εὐρίπῳ οὔτε σκάρος οὔτε θρίττα οὔτε ἄλλο τῶν ἀκανθηροτέρων οὐθέν, οὐδὲ γαλεοὶ οὐδὲ ἀκανθίαι οὐδὲ κάραβοι οὐδὲ πολύποδες οὐδὲ βολίταιναι οὐδ’ ἄλλ’ ἄττα·
また、その海峡には、スカルスも、トリッタも、他のいかなるトゲの多い魚も生息しない。 また、サメ類も、ツノザメ類も、イセエビ類も、タコ類も、ボリタイナも、その他のものも生息しない。
τῶν δ’ ἐν τῷ εὐρίπῳ φυομένων οὐκ ἔστι πελάγιος ὁ λευκὸς κωβιός.
そして、その海峡で生まれるもののうち、白いハゼは外洋性ではない。
Ἀκμάζουσι δὲ τῶν ἰχθύων οἱ μὲν ᾠοφόροι τοῦ ἔαρος, μέχρι οὗ ἂν ἐκτέκωσιν, οἱ δὲ ζῳοτόκοι τοῦ μετοπώρου, καὶ πρὸς τούτοις κεστρεῖς καὶ τρίγλαι καὶ τἆλλα τὰ τοιαῦτα πάντα.
魚類のうち、卵生(卵を産むもの)は春に全盛期を迎え、産卵を終えるまで続く。 一方、胎生(子を産むもの)は秋に全盛期を迎え、これに加えて、ボラやヒメジ、その他そのようなすべての魚も同様である。
Περὶ δὲ τὴν Λέσβον καὶ τὰ πελάγια πάντα καὶ τὰ εὐριπώδη τίκτει ἐν τῷ εὐρίπῳ·
レスボス島の周辺では、外洋性のものも海峡性のものもすべて、海峡の中で産卵する。
ὀχεύονται μὲν γὰρ τοῦ μετοπώρου, τίκτουσι δὲ τοῦ ἔαρος.
というのも、彼らは秋に交尾し、春に産卵するからである。
Ἔστι δὲ καὶ τὰ σελάχη κατὰ μὲν τὸ μετόπωρον ἀναμὶξ τὰ ἄρρενα τοῖς θήλεσι κατὰ τὴν ὀχείαν, τοῦ δ’ ἔαρος εἰσπλέουσι διακεκριμένα, μέχρι οὗ ἂν ἐκτέκωσιν·
軟骨魚類もまた、秋には交尾のためにオスとメスが混ざり合い、春には産卵を終えるまで、分かれて泳ぎ入る。
κατὰ δὲ τὴν ὀχείαν ἁλίσκεται πολλὰ συνεζευγμένα.
そして、交尾期には多くのものが一対になった状態で捕獲される。
Τῶν δὲ μαλακίων πανουργότατον μὲν ἡ σηπία, καὶ μόνον χρῆται τῷ θόλῳ κρύψεως χάριν, καὶ οὐ μόνον φοβουμένη·
軟体類のうち、最も悪賢いのはコウイカであり、これだけが身を隠すために墨を用いるが、恐れているときだけではない。
ὁ δὲ πολύπους καὶ ἡ τευθὶς διὰ φόβον ἀφίησι τὸν θόλον.
一方、タコやヤリイカは恐怖のために墨を放出する。
Ἀφίησι δὲ ταῦτα πάντα οὐδέποτε ἀθρόον τὸν θόλον·
これらはすべて、決して一度にすべての墨を放出するわけではない。
καὶ ὅταν ἀφῇ, αὐξάνεται πάλιν.
そして、放出した後は、再び体内で増大する。
Ἡ δὲ σηπία, ὥσπερ εἴρηται, τῷ τε θόλῳ πολλάκις χρῆται κρύψεως χάριν, καὶ προδείξασα εἰς τὸ πρόσθεν ἀναστρέφεται εἰς τὸν θόλον·
コウイカは、言及されたように、身を隠すためにしばしば墨を用い、墨を前方に差し出しておいてから、その墨の中へと反転して戻るのである。
ἔτι δὲ θηρεύει τοῖς μακροῖς τοῖς ἀποτείνουσιν οὐ μόνον τὰ μικρὰ τῶν ἰχθυδίων, ἀλλὰ καὶ κεστρέας πολλάκις.
さらに、伸びる長い触手を用いて、小魚だけでなく、しばしばボラをも捕らえる。
Ὁ δὲ πολύπους ἀνόητον μέν ἐστι (καὶ γὰρ πρὸς τὴν χεῖρα βαδίζει τοῦ ἀνθρώπου καθιεμένην), οἰκονομικὸς δ’ ἐστίν·
タコは愚かであり(というのも、下ろされた人間の手に向かって進んでいくからである)、しかし整理上手である。
πάντα γὰρ συλλέγει μὲν εἰς τὴν θαλάμην, οὗ τυγχάνει κατοικῶν, ὅταν δὲ καταναλώσῃ τὰ χρησιμώτατα, ἐκβάλλει τὰ ὄστρακα καὶ τὰ κελύφια τῶν καρκίνων καὶ κογχυλίων καὶ τὰς ἀκάνθας τῶν ἰχθυδίων·
というのも、自分が住んでいる巣穴にすべてのものを集めるが、最も有用な部分を消費し尽くすと、貝殻やカニや貝の殻、そして小魚の骨を外に放り出すからである。
καὶ θηρεύει τοὺς ἰχθῦς τὸ χρῶμα μεταβάλλων καὶ ποιῶν ὅμοιον οἷς ἂν πλησιάζῃ λίθοις.
また、体色を変化させ、近づく石と同じようにすることで魚を捕らえる。
Τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ φοβηθείς.
これと全く同じことを、恐れたときにも行う。
Λέγεται δ’ ὑπό τινων ὡς καὶ ἡ σηπία τοῦτο ποιεῖ·
コウイカもこれを行うと一部の人々によって言われている。
παρόμοιον γάρ φασι τὸ χρῶμα ποιεῖν τὸ αὑτῆς τῷ τόπῳ περὶ ὃν διατρίβει.
というのも、彼らはコウイカが自分の体色を自分の生息する場所に似せると言うからである。
Τῶν δ’ ἰχθύων τοῦτο ποιεῖ μόνον ῥίνη·
魚類のうち、これを行うのはキーネーだけである。
μεταβάλλει γὰρ τὴν χρόαν ὥσπερ ὁ πολύπους.
なぜなら、タコのように体色を変化させるからである。
Τὸ μὲν οὖν πλεῖστον γένος τῶν πολυπόδων οὐ διετίζει·
さて、タコ類の大部分は二年を生き延びない。
καὶ γὰρ φύσει συντηκτικόν ἐστιν·
というのも、本性上、消耗しやすいからである。
σημεῖον δ’ ἐστίν, πιλούμενος γὰρ ἀφίησιν ἀεί τι καὶ τέλος ἀφανίζεται.
その証拠に、凝縮されると常に何かを放出し、最後には消滅してしまう。
Αἱ δὲ θήλειαι μετὰ τὸν τόκον τοῦτο πάσχουσι μᾶλλον, καὶ γίνονται μωραί, καὶ οὔτε κυματιζόμεναι αἰσθάνονται, λαβεῖν τε τῇ χειρὶ κατακολυμβήσαντα ῥᾴδιον·
メスは産卵後にこの状態をより強く被り、愚かになり、波に揺られても気づかず、潜水して手で捕らえることが容易になる。
βλεννώδεις τε γίνονται, καὶ οὐδὲ θηρεύουσιν ἔτι προσκαθήμεναι.
また粘液質になり、もはや岩にへばりついたまま狩りをすることもしない。
Οἱ δ’ ἄρρενες σκυτώδεις τε γίνονται καὶ γλίσχροι.
一方、オスは革のようになり、粘り気を帯びる。
Σημεῖον δὲ δοκεῖ εἶναι τοῦ μὴ διετίζειν, ὅτι μετὰ τὴν γένεσιν τῶν πολυποδίων ἔν γε τῷ θέρει καὶ πρὸς τὸ φθινόπωρον μέγαν πολύπουν οὐκέτι ῥᾴδιόν ἐστιν ἰδεῖν, μικρὸν δὲ πρὸ τούτου τοῦ καιροῦ μέγιστοί εἰσιν οἱ πολύποδες.
彼らが二年生きないことの兆候とされるのは、子ダコが誕生した後の夏、そして秋にかけては、大きなタコをもはや見ることが容易ではなくなるのに対し、この時期の少し前にはタコは最大になることである。
Ὅταν δὲ τὰ ᾠὰ ἐκτέκωσιν, οὕτω καταγηράσκειν καὶ ἀσθενεῖς γίνεσθαι ἀμφοτέρους φασὶν ὥστε ὑπὸ τῶν ἰχθυδίων κατεσθίεσθαι καὶ ῥᾳδίως ἀποσπᾶσθαι ἀπὸ τῶν φωλεῶν·
彼らが卵を産み落とすと、雌雄ともに非常に老い衰えて弱くなるため、小魚に食べられたり、巣穴から簡単に引き剥がされたりすると言われている。
πρότερον δὲ τοιοῦτον οὐδὲν πάσχειν.
以前にはそのようなことは一切被らない。
Ἔτι δὲ τοὺς μικροὺς καὶ νέους τῶν πολυπόδων μετὰ τὴν γένεσιν οὐθέν φασι τοιοῦτον πάσχειν, ἀλλ’ ἰσχυροτέρους εἶναι τῶν μειζόνων.
さらに、誕生後の小さく若いタコたちはそのようなことを一切被らず、むしろ大きいものよりも強いと言われている。
Οὐ διετίζουσι δ’ οὐδ’ αἱ σηπίαι.
コウイカもまた二年生きない。
Εἰς δὲ τὸ ξηρὸν ἐξέρχεται μόνον τῶν μαλακίων ὁ πολύπους·
軟体類の中で、タコだけが陸地へと出ていく。
πορεύεται δ’ ἐπὶ τοῦ τραχέος, τὸ δὲ λεῖον φεύγει.
そして、粗い場所の上を進み、滑らかな場所を避ける。
Ἔστι δὲ τὰ μὲν ἄλλα ἰσχυρὸν τὸ ζῷον, τὸν δὲ τράχηλον ἀσθενές, ὅταν πιεσθῇ.
この動物は他の部分においては強いが、首の部分は、圧迫されたときに弱い。
Περὶ μὲν οὖν τῶν μαλακίων τοῦτον ἔχει τὸν τρόπον·
さて、軟体類に関してはこのような具合である。
τὰς δὲ κόγχας φασὶ τὰς λεπτὰς καὶ τραχείας ποιεῖσθαι περὶ αὑτὰς οἷον θώρακα σκληρόν, καὶ τοῦτον μείζονα, ὅταν γίνωνται μείζους, καὶ ἐκ τούτου ἐξιέναι ὥσπερ ἐκ φωλεοῦ τινὸς ἢ οἰκίας.
薄くてザラザラした貝殻を持つ生き物は、自分の周りに硬い鎧のようなものを作り、大きくなるにつれてそれを大きくし、そこから巣穴や家から出るようにして外に出てくると言われている。
Ἔστι δὲ καὶ ὁ ναυτίλος πολύπους τῇ τε φύσει καὶ οἷς ποιεῖ περιττός·
アオイガイもまた、その本性と行うことにおいて並外れている。
ἐπιπλεῖ γὰρ ἐπὶ τῆς θαλάττης, τὴν ἀναφορὰν ποιησάμενος κάτωθεν ἐκ τοῦ βυθοῦ, καὶ ἀναφέρεται μὲν κατεστραμμένῳ τῷ ὀστράκῳ, ἵνα ῥᾷόν γε ἀνέλθῃ καὶ κενῷ ναυτίλληται, ἐπιπολάσας δὲ μεταστρέφει.
というのも、下方の海底から浮上し、海面に浮かび上がるからである。 そして、より容易に上昇し、空の状態で航行できるように、貝殻を逆さまにした状態で浮上し、海面に達すると反転させるのである。
Ἔχει δὲ μεταξὺ τῶν πλεκτανῶν ἐπί τι συνυφές, ὅμοιον τοῖς στεγανόποσι τὸ μεταξὺ τῶν δακτύλων·
また、触腕の間に、水かきのある鳥の指の間の膜に似た、織り合わされたようなものを持っている。
πλὴν ἐκείνοις μὲν παχύ, τούτοις δὲ λεπτὸν τοῦτο καὶ ἀραχνιῶδές ἐστιν.
ただし、それらにおいては厚いが、これらにおいてはこれは薄く、蜘蛛の巣のようである。
Χρῆται δ’ αὐτῷ, ὅταν πνεῦμά τι ᾖ, ἱστίῳ·
そして、風があるときにはそれを帆として用いる。
ἀντὶ πηδαλίων δὲ τῶν πλεκτανῶν παρακαθίησιν·
また、舵の代わりに触腕を脇に下ろす。
ἂν δὲ φοβηθῇ, καταδύνει τῆς θαλάττης μεστώσας τὸ ὄστρακον.
もし恐れると、貝殻に海水を満たして潜水する。
Περὶ δὲ γενέσεως καὶ συναυξήσεως τοῦ ὀστράκου ἀκριβῶς μὲν οὔπω ὦπται, δοκεῖ δ’ οὐκ ἐξ ὀχείας γίνεσθαι, ἀλλὰ φύεσθαι ὥσπερ τἆλλα κογχύλια.
貝殻の発生と成長については、まだ正確には観察されていないが、交尾から生じるのではなく、他の貝類と同じように生じる(成長する)と考えられている。
Οὐ δῆλον δέ πω οὐδ’ εἰ ἀποδυόμενος δύναται ζῆν.
また、それを脱ぎ捨てても生きることができるかどうかも、まだ明らかではない。