Humanitext Reader

亚里士多德 · 动物志 §9.37#2

海峡鱼类的繁殖与头足类软体动物的习性

第 167 段,共 189 段 · 希腊语

内容简介

文中详述了鱼类在皮拉海峡的繁殖季节和某些物种的缺失,随后介绍了乌贼、章鱼和船蛸等软体动物的伪装、捕猎、产卵后的衰弱以及独特的航海行为。

§9.37#2Οὐ γίνεται δ’ ἐν τῷ εὐρίπῳ οὔτε σκάρος οὔτε θρίττα οὔτε ἄλλο τῶν ἀκανθηροτέρων οὐθέν, οὐδὲ γαλεοὶ οὐδὲ ἀκανθίαι οὐδὲ κάραβοι οὐδὲ πολύποδες οὐδὲ βολίταιναι οὐδ’ ἄλλ’ ἄττα·
在此浅海峡中,既不生存鲣鱼,也不生存鲱鱼,以及其他任何多刺的鱼类,也没有鲨鱼、角鲨、龙虾、章鱼、圆章鱼或其他类似生物。
τῶν δ’ ἐν τῷ εὐρίπῳ φυομένων οὐκ ἔστι πελάγιος ὁ λευκὸς κωβιός.
而在此海峡中生长的生物中,白鰕虎鱼并非外洋性的。
Ἀκμάζουσι δὲ τῶν ἰχθύων οἱ μὲν ᾠοφόροι τοῦ ἔαρος, μέχρι οὗ ἂν ἐκτέκωσιν, οἱ δὲ ζῳοτόκοι τοῦ μετοπώρου, καὶ πρὸς τούτοις κεστρεῖς καὶ τρίγλαι καὶ τἆλλα τὰ τοιαῦτα πάντα.
在鱼类中,产卵的鱼在春天最繁盛,直至产卵完毕;而胎生的鱼在秋天最繁盛,此外还有鲻鱼、红鲣以及所有此类鱼。
Περὶ δὲ τὴν Λέσβον καὶ τὰ πελάγια πάντα καὶ τὰ εὐριπώδη τίκτει ἐν τῷ εὐρίπῳ· ὀχεύονται μὲν γὰρ τοῦ μετοπώρου, τίκτουσι δὲ τοῦ ἔαρος.
在 Lesbos 岛周围,所有的外洋鱼和海峡鱼都在海峡内产卵;因为它们在秋天交尾,在春天产卵。
Ἔστι δὲ καὶ τὰ σελάχη κατὰ μὲν τὸ μετόπωρον ἀναμὶξ τὰ ἄρρενα τοῖς θήλεσι κατὰ τὴν ὀχείαν, τοῦ δ’ ἔαρος εἰσπλέουσι διακεκριμένα, μέχρι οὗ ἂν ἐκτέκωσιν· κατὰ δὲ τὴν ὀχείαν ἁλίσκεται πολλὰ συνεζευγμένα.
软骨鱼在秋天交尾时也是雌雄混杂,而到了春天则分开游入,直到产卵完毕;在交尾期,经常可以捕获到成对连接在一起的鱼。
Τῶν δὲ μαλακίων πανουργότατον μὲν ἡ σηπία, καὶ μόνον χρῆται τῷ θόλῳ κρύψεως χάριν, καὶ οὐ μόνον φοβουμένη· ὁ δὲ πολύπους καὶ ἡ τευθὶς διὰ φόβον ἀφίησι τὸν θόλον.
在软体动物中,乌贼最为狡黠,而且只有它不仅在恐惧时,还会为了隐蔽而使用墨汁;而章鱼和鱿鱼则仅因恐惧而释放墨汁。
Ἀφίησι δὲ ταῦτα πάντα οὐδέποτε ἀθρόον τὸν θόλον· καὶ ὅταν ἀφῇ, αὐξάνεται πάλιν.
所有这些动物绝不会一次性排空墨汁;一旦排空,墨汁会再次增多。
Ἡ δὲ σηπία, ὥσπερ εἴρηται, τῷ τε θόλῳ πολλάκις χρῆται κρύψεως χάριν, καὶ προδείξασα εἰς τὸ πρόσθεν ἀναστρέφεται εἰς τὸν θόλον· ἔτι δὲ θηρεύει τοῖς μακροῖς τοῖς ἀποτείνουσιν οὐ μόνον τὰ μικρὰ τῶν ἰχθυδίων, ἀλλὰ καὶ κεστρέας πολλάκις.
乌贼正如所说的那样,经常为了隐蔽而使用墨汁,并在将其喷在前方后,转身退入墨汁中;此外,它还用延伸出来的长触手不仅捕猎小鱼,还经常捕猎鲻鱼。
Ὁ δὲ πολύπους ἀνόητον μέν ἐστι (καὶ γὰρ πρὸς τὴν χεῖρα βαδίζει τοῦ ἀνθρώπου καθιεμένην), οἰκονομικὸς δ’ ἐστίν· πάντα γὰρ συλλέγει μὲν εἰς τὴν θαλάμην, οὗ τυγχάνει κατοικῶν, ὅταν δὲ καταναλώσῃ τὰ χρησιμώτατα, ἐκβάλλει τὰ ὄστρακα καὶ τὰ κελύφια τῶν καρκίνων καὶ κογχυλίων καὶ τὰς ἀκάνθας τῶν ἰχθυδίων· καὶ θηρεύει τοὺς ἰχθῦς τὸ χρῶμα μεταβάλλων καὶ ποιῶν ὅμοιον οἷς ἂν πλησιάζῃ λίθοις.
章鱼虽然愚蠢(因为它会朝着人垂下的手走去),但它很有条理;因为它的巢穴中会收集所有的东西,而一旦消耗完最有用处的部分,它就会把贝壳、螃蟹壳、蛤蜊壳以及小鱼的骨刺扔出巢外;它通过改变体色并使其与所接近的石头相似来捕猎鱼类。
Τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ φοβηθείς.
它在恐惧时也会做同样的事。
Λέγεται δ’ ὑπό τινων ὡς καὶ ἡ σηπία τοῦτο ποιεῖ· παρόμοιον γάρ φασι τὸ χρῶμα ποιεῖν τὸ αὑτῆς τῷ τόπῳ περὶ ὃν διατρίβει.
有人说乌贼也会这样做;因为他们说乌贼会使自己的颜色与它所逗留的地方相似。
Τῶν δ’ ἰχθύων τοῦτο ποιεῖ μόνον ῥίνη· μεταβάλλει γὰρ τὴν χρόαν ὥσπερ ὁ πολύπους.
在鱼类中,只有琵琶鱼会这样做;因为它像章鱼一样改变体色。
Τὸ μὲν οὖν πλεῖστον γένος τῶν πολυπόδων οὐ διετίζει· καὶ γὰρ φύσει συντηκτικόν ἐστιν· σημεῖον δ’ ἐστίν, πιλούμενος γὰρ ἀφίησιν ἀεί τι καὶ τέλος ἀφανίζεται.
章鱼的绝大多数种类都活不过一年;因为它们天生容易消耗衰竭;其证据是,当它被挤压时总是会排出一些物质,最后便消失了。
Αἱ δὲ θήλειαι μετὰ τὸν τόκον τοῦτο πάσχουσι μᾶλλον, καὶ γίνονται μωραί, καὶ οὔτε κυματιζόμεναι αἰσθάνονται, λαβεῖν τε τῇ χειρὶ κατακολυμβήσαντα ῥᾴδιον· βλεννώδεις τε γίνονται, καὶ οὐδὲ θηρεύουσιν ἔτι προσκαθήμεναι.
雌章鱼在产卵后更易遭受这种情况,并变得迟钝,甚至连波浪起伏也察觉不到,潜水的人很容易用手将其捉住;它们也会变得黏糊,甚至不再趴在巢穴旁捕食。
Οἱ δ’ ἄρρενες σκυτώδεις τε γίνονται καὶ γλίσχροι.
雄章鱼则会变得皮质坚硬且黏稠。
Σημεῖον δὲ δοκεῖ εἶναι τοῦ μὴ διετίζειν, ὅτι μετὰ τὴν γένεσιν τῶν πολυποδίων ἔν γε τῷ θέρει καὶ πρὸς τὸ φθινόπωρον μέγαν πολύπουν οὐκέτι ῥᾴδιόν ἐστιν ἰδεῖν, μικρὸν δὲ πρὸ τούτου τοῦ καιροῦ μέγιστοί εἰσιν οἱ πολύποδες.
活不过一年的证据似乎在于,在小章鱼诞生后的夏天和接近秋天时,已经不易见到大章鱼,而就在这时期之前,章鱼体型最大。
Ὅταν δὲ τὰ ᾠὰ ἐκτέκωσιν, οὕτω καταγηράσκειν καὶ ἀσθενεῖς γίνεσθαι ἀμφοτέρους φασὶν ὥστε ὑπὸ τῶν ἰχθυδίων κατεσθίεσθαι καὶ ῥᾳδίως ἀποσπᾶσθαι ἀπὸ τῶν φωλεῶν· πρότερον δὲ τοιοῦτον οὐδὲν πάσχειν.
当它们产下卵后,据说雌雄双方都会变得如此衰老和虚弱,以至于被小鱼吃掉,并轻易地从巢穴中被拉出来;而在此之前它们绝不会遭受此类事情。
Ἔτι δὲ τοὺς μικροὺς καὶ νέους τῶν πολυπόδων μετὰ τὴν γένεσιν οὐθέν φασι τοιοῦτον πάσχειν, ἀλλ’ ἰσχυροτέρους εἶναι τῶν μειζόνων.
此外,据说新出生的小章鱼在诞生后绝不会遭受此类事情,反而比大章鱼更强壮。
Οὐ διετίζουσι δ’ οὐδ’ αἱ σηπίαι.
乌贼也活不过一年。
Εἰς δὲ τὸ ξηρὸν ἐξέρχεται μόνον τῶν μαλακίων ὁ πολύπους· πορεύεται δ’ ἐπὶ τοῦ τραχέος, τὸ δὲ λεῖον φεύγει.
在软体动物中,只有章鱼会走到陆地上;它在粗糙的地面上行进,避开光滑的地面。
Ἔστι δὲ τὰ μὲν ἄλλα ἰσχυρὸν τὸ ζῷον, τὸν δὲ τράχηλον ἀσθενές, ὅταν πιεσθῇ.
这种动物在其他方面都很强壮,但当其颈部被挤压时却很脆弱。
Περὶ μὲν οὖν τῶν μαλακίων τοῦτον ἔχει τὸν τρόπον· τὰς δὲ κόγχας φασὶ τὰς λεπτὰς καὶ τραχείας ποιεῖσθαι περὶ αὑτὰς οἷον θώρακα σκληρόν, καὶ τοῦτον μείζονα, ὅταν γίνωνται μείζους, καὶ ἐκ τούτου ἐξιέναι ὥσπερ ἐκ φωλεοῦ τινὸς ἢ οἰκίας.
关于软体动物的情况大致如此;至于那些有着薄且粗糙外壳的贝类,据说它们在自身周围构建起一种坚硬的胸甲,并在自身长大时将其变大,并像从某个巢穴或房屋中一样从中出来。
Ἔστι δὲ καὶ ὁ ναυτίλος πολύπους τῇ τε φύσει καὶ οἷς ποιεῖ περιττός· ἐπιπλεῖ γὰρ ἐπὶ τῆς θαλάττης, τὴν ἀναφορὰν ποιησάμενος κάτωθεν ἐκ τοῦ βυθοῦ, καὶ ἀναφέρεται μὲν κατεστραμμένῳ τῷ ὀστράκῳ, ἵνα ῥᾷόν γε ἀνέλθῃ καὶ κενῷ ναυτίλληται, ἐπιπολάσας δὲ μεταστρέφει.
船蛸也是一种在天性及行为上都很奇特的章鱼;因为它从下方的海底浮起,漂浮在海面上,它在浮起时将壳倒转,以便更容易升起并空载航行,到达表面后再翻转过来。
Ἔχει δὲ μεταξὺ τῶν πλεκτανῶν ἐπί τι συνυφές, ὅμοιον τοῖς στεγανόποσι τὸ μεταξὺ τῶν δακτύλων· πλὴν ἐκείνοις μὲν παχύ, τούτοις δὲ λεπτὸν τοῦτο καὶ ἀραχνιῶδές ἐστιν.
它在触手之间长有某种织网物,类似于蹼足鸟类脚趾之间的蹼;只是鸟类的蹼较厚,而它的蹼则薄如蛛网。
Χρῆται δ’ αὐτῷ, ὅταν πνεῦμά τι ᾖ, ἱστίῳ· ἀντὶ πηδαλίων δὲ τῶν πλεκτανῶν παρακαθίησιν· ἂν δὲ φοβηθῇ, καταδύνει τῆς θαλάττης μεστώσας τὸ ὄστρακον.
每当有风时,它就将其用作帆;并把触手垂在两侧代替舵;如果它害怕,就会让壳中注满海水并潜入深处。
Περὶ δὲ γενέσεως καὶ συναυξήσεως τοῦ ὀστράκου ἀκριβῶς μὲν οὔπω ὦπται, δοκεῖ δ’ οὐκ ἐξ ὀχείας γίνεσθαι, ἀλλὰ φύεσθαι ὥσπερ τἆλλα κογχύλια.
关于其贝壳的产生与共同生长,目前尚未得到精确观察,但似乎并非由于交尾而产生,而是像其他贝壳一样生长。
Οὐ δῆλον δέ πω οὐδ’ εἰ ἀποδυόμενος δύναται ζῆν.
目前也尚不清楚它在脱去壳后是否还能存活。

词汇与语法注释

  1. §9.37#2τῶν δ’ ἐν τῷ εὐρίπῳ φυομένων — 用作部分属格,表明主句的主语 `ὁ λευκὸς κωβιός` 属于在该海峡中生存的生物的一部分。
  2. ¦p.340¦προδείξασα — 分词 `προδείξασα`(阴性单数主格)与主语 `ἡ σηπία` 一致,其宾语 `τὸν θόλον`(墨汁)在上下文中被省略。意为将墨汁向前喷出作为诱饵。
  3. ¦p.341¦ἀποδυόμενος — 现在中被动分词,指代 `ὁ ναυτίλος` 脱去贝壳。用作状语以表示条件(“如果它脱去[贝壳]”)。

引用这一段

亚里士多德, 动物志 §9.37#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.37%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。