Humanitext Reader

アリストテレス · 動物誌 §9.37#1

アンコウやシビレエイなど水生動物の巧妙な習性

166 / 189 箇所 · ギリシア語

要旨

アンコウ、シビレエイ、オスのナマズ、ウミムカデなど様々な海の生物が、捕食、生存、繁殖において用いる多種多様な巧妙な習性や、それらの生息地・移動パターンについて記述する。

§9.37#1ἔστι δὲ καὶ ἐν τοῖς θαλαττίοις ζῴοις πολλὰ τεχνικὰ θεωρῆσαι πρὸς τοὺς ἑκάστων βίους.
海の動物たちの間にも、それぞれの生活に関して、多くの巧妙な技術を観察することができる。
Τά τε γὰρ θρυλούμενα περὶ τὸν βάτραχον τὸν ἁλιέα καλούμενόν ἐστιν ἀληθῆ, καὶ τὰ περὶ τὴν νάρκην.
というのも、いわゆるアンコウ(「漁師」と呼ばれるカエル)に関して噂されていることや、シビレエイに関して言われていることは真実だからである。
Ὁ μὲν γὰρ βάτραχος τοῖς πρὸ τῶν ὀφθαλμῶν ἀποκρεμαμένοις, ὦν τὸ μὲν μῆκός ἐστι τριχοειδές, ἐπ’ ἄκρου δὲ στρογγύλον, ὥσπερ προσκείμενον ἑκατέρῳ δελέατος χάριν· ὅταν οὖν ἐν τοῖς ἀμμώδεσιν ἢ θολώδεσιν ἀναταράξας κρύψῃ ἑαυτόν, ἐπαίρει τὰ τριχώδη, κοπτόντων δὲ τῶν ἰχθυδίων συγκατάγει μέχριπερ ἂν πρὸς τὸ στόμα προσαγάγῃ.
アンコウは、目の前にぶら下がっているもの――その長さは髪の毛のようで、先端は丸く、まるでそれぞれの目の前に擬餌として取り付けられているかのようであるが――を用いて、それゆえ、砂地や濁った泥の中でかき回して自分自身を隠すと、その毛のようなものを持ち上げ、小魚たちがそれをつつくと、自分の口元まで引き寄せるのである。
Ἥ τε νάρκη ναρκᾶν ποιοῦσα ὧν ἂν κρατήσειν μέλλῃ ἰχθύων, τῷ τρόπῳ ὃν ἔχει ἐν τῷ στόματι λαμβάνουσα, τρέφεται τούτοις, κατακρύπτεται δ’ εἰς τὴν ἄμμον καὶ πηλόν, λαμβάνει δὲ τὰ ἐπινέοντα, ὅσα ἂν ναρκήσῃ ἐπιφερόμενα τῶν ἰχθύων·
また、シビレエイは自分が捕らえようとする魚たちを痺れさせ、自分の口の中にある器官を用いて捕らえ、これらを食料とする。 そして砂や泥の中に身を潜め、上を泳いでいる魚のうち、痺れて漂ってきたものを捕らえる。
καὶ τούτου αὐτόπται γεγένηνταί τινες.
このことの目撃者となった人々もいる。
Κατακρύπτει δὲ καὶ ἡ τρυγὼν αὑτήν, πλὴν οὐχ ὁμοίως.
アカエイもまた自分自身を隠すが、同様の方法ではない。
Σημεῖον δ’ ὅτι τοῦτον τὸν τρόπον ζῶσιν·
彼らがこのようにして生きているという証拠は次の通りである。
ἁλίσκονται γὰρ ἔχοντες κεστρέας πολλάκις ὄντες αὐτοὶ βραδύτατοι, τὸν τάχιστον τῶν ἰχθύων.
というのも、彼ら自身は極めて遅い動きであるにもかかわらず、しばしば、最も速い魚であるボラを(体内に)持った状態で捕獲されるからである。
Ἔπειτα ὁ μὲν βάτραχος, ὅταν μηκέτ’ ἔχῃ τὰ ἐπὶ ταῖς θριξίν, ἁλίσκεται λεπτότερος·
さらに、アンコウは、その毛の先にあるもの(突起)を失うと、痩せ細った状態で捕獲される。
ἡ δὲ νάρκη φανερά ἐστι καὶ τοὺς ἀνθρώπους ποιοῦσα ναρκᾶν.
一方、シビレエイは人間をも痺れさせることが明らかである。
Καθαμμίζουσι δ’ ἑαυτὰ καὶ ὄνος καὶ βάτος καὶ ψῆττα καὶ ῥίνη, καὶ ὅταν ποιήσῃ ἑαυτὰ ἄδηλα, εἶτα ῥαβδεύεται τοῖς ἐν τῷ στόματι, ἃ καλοῦσιν οἱ ἁλιεῖς ῥαβδία·
オノス、バトス、プセッタ、キーネーもまた砂をかぶって自分を隠し、自らの姿を分からなくした後に、口の中にある、漁師たちが『小枝』と呼ぶもので魚を誘い寄せる。
προσέρχονται δ’ ὡς πρὸς φυκία ἀφ’ ὧν τρέφονται.
魚たちは、自らが餌とする藻類であるかのように思って近づいてくるのである。
Ὅπου δ’ ἂν ἀνθίας ὁραθῇ, οὐκ ἔστι θηρίον·
アカイサキが見える場所には、害獣は存在しない。
ᾧ καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν οἱ σπογγεῖς, καὶ καλοῦσιν ἱεροὺς ἰχθῦς τούτους·
海綿採りの潜水夫たちもこの兆候を利用して潜水し、これらの魚を『神聖な魚』と呼ぶ。
ἔοικε δὲ συμπτώματι, καθάπερ ὅπου ἂν ᾖ κοχλίας, σῦς οὐκ ἔστιν οὐδὲ πέρδιξ·
しかし、これは偶然の符合のようである。 ちょうど、カタツムリがいる場所には、イノシシもシャコもいないようなものである。
κατεσθίουσι γὰρ ἄμφω τοὺς κοχλίας.
なぜなら、その両方ともカタツムリを食い尽くしてしまうからである。
Ὁ δ’ ὄφις ὁ θαλάττιος τὸ μὲν χρῶμα παραπλήσιον ἔχει τῷ γόγγρῳ καὶ τὸ σῶμα, πλήν ἐστιν ἀμαυρότερος καὶ σφοδρότερος·
ウミヘビは、体色と体つきがアナゴに酷似しているが、それよりも色がくすんでおり、より獰猛である。
ἐὰν δὲ ληφθῇ καὶ ἀφεθῇ, εἰς τὴν ἄμμον καταδύεται ταχὺ τῷ ῥύγχει διατρυπήσας·
もし捕らえられて放されると、吻部で素早く砂に穴を穿って潜り込む。
ἔχει δ’ ὀξύτερον τὸ στόμα τῶν ὄφεων.
その口先は、陸上のヘビのものよりも鋭い。
Ἣν δὲ καλοῦσι σκολόπενδραν, ὅταν καταπίῃ τὸ ἄγκιστρον, ἐκτρέπεται τὰ ἐντὸς ἐκτός, ἕως ἂν ἐκβάλῃ τὸ ἄγκιστρον·
スコロペンドラと呼ばれるものは、釣り針を飲み込むと、針を吐き出すまで内臓を裏返しにして外に出す。
εἶθ’ οὕτως εἰστρέπεται πάλιν ἐντός.
その後に、再び内側へと戻すのである。
Βαδίζουσι δ’ αἱ σκολόπενδραι πρὸς τὰ κνισώδη, ὥσπερ καὶ αἱ χερσαῖαι.
スコロペンドラは、陸上のものと同様に、脂の匂いのするものに向かって進む。
Τῷ μὲν οὖν στόματι οὐ δάκνουσι, τῇ δὲ ἅψει καθ’ ὅλον τὸ σῶμα, ὥσπερ αἱ καλούμεναι κνῖδαι.
口で噛むことはないが、いわゆるイソギンチャクのように、体全体の接触によって刺す。
Τῶν δ’ ἰχθύων αἱ ὀνομαζόμεναι ἀλώπεκες ὅταν αἴσθωνται ὅτι τὸ ἄγκιστρον καταπεπώκασι, βοηθοῦσι πρὸς τοῦτο ὥσπερ καὶ ἡ σκολόπενδρα·
魚類のうちマlengths(アローペケス)と呼ばれるものは、釣り針を飲み込んだことに気づくと、スコロペンドラと同じようにこれに対処する。
ἀναδραμοῦσαι γὰρ ἐπὶ πολὺ πρὸς τὴν ὁρμιὰν ἀποτρώγουσιν αὐτῆς·
すなわち、釣り糸に沿って高く泳ぎ上り、糸を噛み切るのである。
ἁλίσκονται γὰρ περὶ ἐνίους τόπους πολυαγκίστροις ἐν ῥοώδεσι καὶ βαθέσι τόποις.
実際、ある場所では、流れが速く深い場所で多くの針をつけた仕掛けによって彼らが捕獲されることがある。
Συστρέφονται δὲ καὶ αἱ ἄμιαι, ὅταν τι θηρίον ἴδωσι, καὶ κύκλῳ αὐτῶν περινέουσιν αἱ μέγισται, κἂν ἅπτηταί τινος, ἀμύνουσιν·
アミアもまた、何らかの怪獣を見ると集まり、最も大きな個体たちがその周囲を円を描いて泳ぎ、それが仲間の誰かに触れようとすると防衛する。
ἔχουσι δ’ ὀδόντας ἰσχυρούς, καὶ ἤδη ὦπται καὶ ἄλλα καὶ λάμια ἐμπεσοῦσα καὶ καθελκωθεῖσα.
彼らは強い歯を持っており、今までに、人食いサメなどが襲いかかったものの、傷を負わされて撃退されたのが目撃されている。
Τῶν δὲ ποταμίων ὁ γλάνις ὁ ἄρρην περὶ τὰ τέκνα ποιεῖται ἐπιμέλειαν πολλήν·
淡水魚の中では、オスのナマズが子供に対して多大な配慮を払う。
ἡ μὲν γὰρ θήλεια τεκοῦσα ἀπαλλάττεται, ὁ δ’ ἄρρην, οὗ ἂν πλεῖστον συστῇ τοῦ κυήματος, ᾠοφυλακεῖ παραμένων, οὐδεμίαν ὠφέλειαν ἄλλην παρεχόμενος πλὴν ἐρύκων τἆλλα ἰχθύδια μὴ διαρπάσωσι τὸν γόνον·
というのも、メスは産卵すると立ち去るが、オスは卵が最も多く集まっている場所に留まって卵を守り、他の小魚たちがその卵を奪い去らないように追い払うこと以外には、他のいかなる援助もしないからである。
καὶ τοῦτο ποιεῖ ἡμέρας καὶ τετταράκοντα καὶ πεντήκοντα, ἕως ἂν αὐξηθεὶς ὁ γόνος δύνηται διαφεύγειν ἀπὸ τῶν ἄλλων ἰχθύων.
そしてこのことを四十日から五十日間続け、その子孫が成長して他の魚たちから逃れられるようになるまで行う。
Γινώσκεται δ’ ὑπὸ τῶν ἁλιέων οὗ ἂν τύχῃ ᾠοφυλακῶν·
彼がどこで卵を守っているかは漁師たちに知られてしまう。
ἐρύκων γὰρ τὰ ἰχθύδια ἄττει καὶ ἦχον ποιεῖ καὶ μυγμόν.
なぜなら、小魚を追い払う際に、突進したり、音やうなり声を立てたりするからである。
Οὕτω δὲ φιλοστόργως μένει πρὸς τοῖς ᾠοῖς, ὥστε οἱ ἁλιεῖς ἑκάστοτε, ἐὰν ἐν βαθείαις ῥίζαις τὰ ᾠὰ προσῇ, ἀνάγουσιν ὡς ἂν δύνωνται εἰς βραχύτατον·
彼はこれほど愛情深く卵のそばに留まり続けるため、漁師たちは毎回、もし卵が深い根に付着している場合には、できる限り浅い場所へと卵を引き揚げるのである。
ὁ δ’ ὁμοίως οὐκ ἀπολείπει τὸν γόνον, ἀλλ’ ἐὰν μὲν τύχῃ, ταχέως ὑπὸ τοῦ ἀγκίστρου ἑάλω διὰ τὸ ἁρπάζειν τὰ προσιόντα τῶν ἰχθυδίων, ἐὰν δ’ ᾖ συνήθης καὶ ἀγκιστροφάγος, λείπει μὲν οὐδ’ ὣς τὸν γόνον, τῷ δ’ ὀδόντι τῷ σκληροτάτῳ συνδάκνων διαφθείρει τὰ ἄγκιστρα.
それでも彼は同様に子孫を見捨てず、もし不慣れな場合は、近づいてくる小魚を捕らえようとして、すぐに釣り針にかかって捕らえられてしまうが、もし経験があり釣り針を噛み砕く者である場合は、やはり子孫を見捨てることなく、極めて硬い歯で噛み合わせて釣り針を破壊するのである。
Ἅπαντα δὲ καὶ τὰ πλωτὰ καὶ τὰ μόνιμα τούτους νέμεται τοὺς τόπους ἐν οἷς ἂν φυῶσι, καὶ τοὺς ὁμοίους τούτοις·
泳ぎ回るものも定着しているものも含め、すべての生き物は、自分が生まれた(あるいは育った)場所やそれと類似した場所を住処とする。
ἡ γὰρ οἰκεία τροφὴ ἑκάστων ἐν τούτοις ἐστίν.
なぜなら、それぞれの固有の食物がそこにあるからである。
Πλανᾶται δὲ μάλιστα τὰ σαρκοφάγα·
肉食のものは特に放浪する。
πάντα δὲ σχεδόν ἐστι σαρκοφάγα πλὴν ὀλίγων, οἷον κεστρέως καὶ σάλπης καὶ τρίγλης καὶ χαλκίδος.
そして、ボラ、サルペー、ヒメジ、カルキスなど少数の例外を除いて、ほぼすべてのものが肉食である。
Τῇ δὲ καλουμένῃ φωλίδι ἡ μύξα, ἣν ἀφίησι, περιπλάττεται περὶ αὐτὴν καὶ γίνεται καθάπερ θαλάμη.
いわゆるポーリスにおいては、自らが放出する粘液がその周囲を覆い、まるで巣穴のようになる。
Τῶν δ’ ὀστρακοδέρμων καὶ ἀπόδων ὁ κτεὶς μάλιστα καὶ πλεῖστον κινεῖται δι’ αὑτοῦ πετόμενος·
殻を持った足のない動物の中では、イタヤガイが、自ら飛び跳ねるようにして最もよく、また最も長距離を移動する。
ἡ γὰρ πορφύρα ἐπὶ μικρότατον προέρχεται, καὶ τὰ ὅμοια ταύτῃ.
一方、アクキガイやそれに類するものは、ごくわずかしか前進しない。
Ἐκ δὲ τοῦ εὐρίπου τοῦ ἐν Πύρρᾳ οἱ ἰχθύες χειμῶνος μὲν ἐκπλέουσιν ἔξω, πλὴν κωβιοῦ, διὰ τὸ ψῦχος (ψυχρότερος γάρ ἐστιν ὁ εὔριπος), ἅμα δὲ τῷ ἔαρι πάλιν εἰσπλέουσιν.
ピュラにある海峡からは、魚たちは冬の間、ハゼを除いて、寒さのために外へと泳ぎ去る(海峡は冷え込むからである)。 そして、春になると同時に再び戻ってくる。

語釈・文法注

  1. 9.37Ὁ μὲν γὰρ βάτραχος τοῖς πρὸ τῶν ὀφθαλμῶν ἀποκρεμαμένοις... — この文は、主節の動詞やそれに直接つながる表現が明確に完結しないまま、後続の `ὅταν οὖν...` 節へと流れていく破格(アナコルトン)の構造を持っている。与格 `τοῖς... ἀποκρεμαμένοις` は、後続の `συγκατάγει`(引き寄せる)の手段(道具の与格)として機能していると解釈するのが最も自然である。
  2. 9.37ῥαβδεύεται — 動詞 `ῥαβδεύω`(棒で打つ、釣りをする)の中動態・受動態三人称単数形。ここでは中動態として「(自らの器官を用いて)釣りをする」「誘い出す」という能動的な意味で用いられており、主語である魚たちが能動的に餌を擬した器官を動かす様子を表している。
  3. p.338οὗ ἂν πλεῖστον συστῇ τοῦ κυήματος — `οὗ` は場所を示す関係副詞(〜するところに)。`τοῦ κυήματος` は部分属格で、`πλεῖστον`(最も多くの部分)に係り、「産み落とされた卵(孕まれたもの)が最も多く集まっている場所に」という意味になる。
  4. p.338εἰς βραχύτατον — 形容詞 `βραχύς` は通常「短い」「わずかな」を意味するが、水深に対して用いられる場合は「浅い」を意味する。したがって `εἰς βραχύτατον` は「最も浅い場所(浅瀬)へ」という方向を示す表現となる。

この箇所を引用する

アリストテレス, 動物誌 §9.37#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.37%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。