§9.37#1ἔστι δὲ καὶ ἐν τοῖς θαλαττίοις ζῴοις πολλὰ τεχνικὰ θεωρῆσαι πρὸς τοὺς ἑκάστων βίους.
在海洋动物中,也可以观察到许多针对它们各自生活的巧妙技术。
Τά τε γὰρ θρυλούμενα περὶ τὸν βάτραχον τὸν ἁλιέα καλούμενόν ἐστιν ἀληθῆ, καὶ τὰ περὶ τὴν νάρκην.
因为关于被称为“渔夫”的安康鱼的传闻是真实的,关于电鳐的也是如此。
Ὁ μὲν γὰρ βάτραχος τοῖς πρὸ τῶν ὀφθαλμῶν ἀποκρεμαμένοις, ὦν τὸ μὲν μῆκός ἐστι τριχοειδές, ἐπ’ ἄκρου δὲ στρογγύλον, ὥσπερ προσκείμενον ἑκατέρῳ δελέατος χάριν· ὅταν οὖν ἐν τοῖς ἀμμώδεσιν ἢ θολώδεσιν ἀναταράξας κρύψῃ ἑαυτόν, ἐπαίρει τὰ τριχώδη, κοπτόντων δὲ τῶν ἰχθυδίων συγκατάγει μέχριπερ ἂν πρὸς τὸ στόμα προσαγάγῃ.
因为安康鱼利用悬挂在眼前的那些东西——其长度如发丝,末端呈圆形,仿佛为了充当诱饵而附着在每个部分上——因此,当它在沙地或浑泥中搅动并隐藏自己时,它就举起这些毛发状的物体,当小鱼来啄咬时,它便将其拉下,直到引入自己的口中。
Ἥ τε νάρκη ναρκᾶν ποιοῦσα ὧν ἂν κρατήσειν μέλλῃ ἰχθύων, τῷ τρόπῳ ὃν ἔχει ἐν τῷ στόματι λαμβάνουσα, τρέφεται τούτοις, κατακρύπτεται δ’ εἰς τὴν ἄμμον καὶ πηλόν, λαμβάνει δὲ τὰ ἐπινέοντα, ὅσα ἂν ναρκήσῃ ἐπιφερόμενα τῶν ἰχθύων·
而电鳐通过使它将要捕获的鱼麻痹,用它在口内所具有的器官将其捕获,并以此为食;它隐藏在沙土和泥中,捕获那些在上方游动、因麻痹而漂流过来的鱼。
καὶ τούτου αὐτόπται γεγένηνταί τινες.
对于这一点,已经有一些人亲眼目睹了。
Κατακρύπτει δὲ καὶ ἡ τρυγὼν αὑτήν, πλὴν οὐχ ὁμοίως.
黄条鱼也隐藏自己,只是方式不同。
Σημεῖον δ’ ὅτι τοῦτον τὸν τρόπον ζῶσιν· ἁλίσκονται γὰρ ἔχοντες κεστρέας πολλάκις ὄντες αὐτοὶ βραδύτατοι, τὸν τάχιστον τῶν ἰχθύων.
它们以这种方式生活的证据在于:它们自身极度缓慢,却经常在捕获时体内含有鲻鱼,而鲻鱼是鱼类中最快捷的。
Ἔπειτα ὁ μὲν βάτραχος, ὅταν μηκέτ’ ἔχῃ τὰ ἐπὶ ταῖς θριξίν, ἁλίσκεται λεπτότερος· ἡ δὲ νάρκη φανερά ἐστι καὶ τοὺς ἀνθρώπους ποιοῦσα ναρκᾶν.
此外,安康鱼一旦失去了它毛发状纤维上的东西,被捕获时就会显得更加消瘦;而电鳐显然也会使人产生麻木。
Καθαμμίζουσι δ’ ἑαυτὰ καὶ ὄνος καὶ βάτος καὶ ψῆττα καὶ ῥίνη, καὶ ὅταν ποιήσῃ ἑαυτὰ ἄδηλα, εἶτα ῥαβδεύεται τοῖς ἐν τῷ στόματι, ἃ καλοῦσιν οἱ ἁλιεῖς ῥαβδία· προσέρχονται δ’ ὡς πρὸς φυκία ἀφ’ ὧν τρέφονται.
鳕鱼、鳐鱼、大菱鲆和天使鲨也会用沙子掩埋自己,当它们使自己隐形后,便用口中被渔民称为“小棒”的东西进行引诱;而其他鱼类则像对待它们赖以生存的藻类一样游过来。
Ὅπου δ’ ἂν ἀνθίας ὁραθῇ, οὐκ ἔστι θηρίον· ᾧ καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν οἱ σπογγεῖς, καὶ καλοῦσιν ἱεροὺς ἰχθῦς τούτους·
凡是能看到花鮨的地方,就没有凶猛的野兽;海绵采集者利用这一征兆进行潜水,并称这些鱼为“神圣之鱼”。
ἔοικε δὲ συμπτώματι, καθάπερ ὅπου ἂν ᾖ κοχλίας, σῦς οὐκ ἔστιν οὐδὲ πέρδιξ· κατεσθίουσι γὰρ ἄμφω τοὺς κοχλίας.
但这似乎是一种巧合,正如凡是有蜗牛的地方,既没有野猪也没有石鸡;因为两者都会吃光蜗牛。
Ὁ δ’ ὄφις ὁ θαλάττιος τὸ μὲν χρῶμα παραπλήσιον ἔχει τῷ γόγγρῳ καὶ τὸ σῶμα, πλήν ἐστιν ἀμαυρότερος καὶ σφοδρότερος· ἐὰν δὲ ληφθῇ καὶ ἀφεθῇ, εἰς τὴν ἄμμον καταδύεται ταχὺ τῷ ῥύγχει διατρυπήσας· ἔχει δ’ ὀξύτερον τὸ στόμα τῶν ὄφεων.
海蛇的颜色和身体与康吉鳗非常相似,只是它颜色更暗淡、性情更凶猛;如果被捕获后放开,它会用吻部迅速钻孔潜入沙中;它的口比普通蛇类更尖锐。
Ἣν δὲ καλοῦσι σκολόπενδραν, ὅταν καταπίῃ τὸ ἄγκιστρον, ἐκτρέπεται τὰ ἐντὸς ἐκτός, ἕως ἂν ἐκβάλῃ τὸ ἄγκιστρον· εἶθ’ οὕτως εἰστρέπεται πάλιν ἐντός.
至于人们所说的海蜈蚣,当它吞下鱼钩时,就会把内脏翻到外面,直到吐出鱼钩;然后以这种方式再次将内脏收回体内。
Βαδίζουσι δ’ αἱ σκολόπενδραι πρὸς τὰ κνισώδη, ὥσπερ καὶ αἱ χερσαῖαι.
海蜈蚣会朝有脂香气味的东西移动,就像陆生蜈蚣一样。
Τῷ μὲν οὖν στόματι οὐ δάκνουσι, τῇ δὲ ἅψει καθ’ ὅλον τὸ σῶμα, ὥσπερ αἱ καλούμεναι κνῖδαι.
它们不用嘴咬,而是用整个身体的接触来刺痛,就像所谓的刺胞动物一样。
Τῶν δ’ ἰχθύων αἱ ὀνομαζόμεναι ἀλώπεκες ὅταν αἴσθωνται ὅτι τὸ ἄγκιστρον καταπεπώκασι, βοηθοῦσι πρὸς τοῦτο ὥσπερ καὶ ἡ σκολόπενδρα· ἀναδραμοῦσαι γὰρ ἐπὶ πολὺ πρὸς τὴν ὁρμιὰν ἀποτρώγουσιν αὐτῆς· ἁλίσκονται γὰρ περὶ ἐνίους τόπους πολυαγκίστροις ἐν ῥοώδεσι καὶ βαθέσι τόποις.
在鱼类中,被称为狐鲨的鱼,当它们察觉到自己吞下了鱼钩时,也会像海蜈蚣一样采取自救措施:它们沿着钓线向上游动很长一段距离,然后将其咬断;事实上,在某些地方,它们是在流速快且深的水域中通过多钩钓具被捕获的。
Συστρέφονται δὲ καὶ αἱ ἄμιαι, ὅταν τι θηρίον ἴδωσι, καὶ κύκλῳ αὐτῶν περινέουσιν αἱ μέγισται, κἂν ἅπτηταί τινος, ἀμύνουσιν· ἔχουσι δ’ ὀδόντας ἰσχυρούς, καὶ ἤδη ὦπται καὶ ἄλλα καὶ λάμια ἐμπεσοῦσα καὶ καθελκωθεῖσα.
鲣鱼在看到凶猛动物时也会聚集在一起,其中体型最大的在周围环绕游动,如果那动物触碰了它们中的任何一只,它们便会进行自卫;它们拥有强壮的牙齿,已经有人目睹过包括大白鲨在内的捕食者在袭击它们时被咬伤并击退。
Τῶν δὲ ποταμίων ὁ γλάνις ὁ ἄρρην περὶ τὰ τέκνα ποιεῖται ἐπιμέλειαν πολλήν· ἡ μὲν γὰρ θήλεια τεκοῦσα ἀπαλλάττεται, ὁ δ’ ἄρρην, οὗ ἂν πλεῖστον συστῇ τοῦ κυήματος, ᾠοφυλακεῖ παραμένων, οὐδεμίαν ὠφέλειαν ἄλλην παρεχόμενος πλὴν ἐρύκων τἆλλα ἰχθύδια μὴ διαρπάσωσι τὸν γόνον· καὶ τοῦτο ποιεῖ ἡμέρας καὶ τετταράκοντα καὶ πεντήκοντα, ἕως ἂν αὐξηθεὶς ὁ γόνος δύνηται διαφεύγειν ἀπὸ τῶν ἄλλων ἰχθύων.
在淡水鱼中,雄性鲶鱼对幼鱼倾注了极大的关怀:雌鱼产卵后便离去,而雄鱼则留在鱼卵聚集最多之处守护着卵,除了驱赶其他小鱼以防它们掠夺后代之外,不提供任何其他形式的援助;它会这样做四十到五十天,直到后代长大并能够逃离其他鱼类。
Γινώσκεται δ’ ὑπὸ τῶν ἁλιέων οὗ ἂν τύχῃ ᾠοφυλακῶν· ἐρύκων γὰρ τὰ ἰχθύδια ἄττει καὶ ἦχον ποιεῖ καὶ μυγμόν.
渔民们可以知道它在何处守护鱼卵;因为在驱赶小鱼时,它会冲上前去并发出声音和咕噜声。
Οὕτω δὲ φιλοστόργως μένει πρὸς τοῖς ᾠοῖς, ὥστε οἱ ἁλιεῖς ἑκάστοτε, ἐὰν ἐν βαθείαις ῥίζαις τὰ ᾠὰ προσῇ, ἀνάγουσιν ὡς ἂν δύνωνται εἰς βραχύτατον· ὁ δ’ ὁμοίως οὐκ ἀπολείπει τὸν γόνον, ἀλλ’ ἐὰν μὲν τύχῃ, ταχέως ὑπὸ τοῦ ἀγκίστρου ἑάλω διὰ τὸ ἁρπάζειν τὰ προσιόντα τῶν ἰχθυδίων, ἐὰν δ’ ᾖ συνήθης καὶ ἀγκιστροφάγος, λείπει μὲν οὐδ’ ὣς τὸν γόνον, τῷ δ’ ὀδόντι τῷ σκληροτάτῳ συνδάκνων διαφθείρει τὰ ἄγκιστρα.
它如此深情地守在鱼卵旁,以至于渔民们每次若是发现鱼卵附着在深处的根部,就会尽其所能地将其提到极浅的水域;而它同样不抛弃后代,如果碰巧缺乏经验,由于企图攫取游近的小鱼,它很快就会被鱼钩捕获;但如果它经验丰富、是个“咬钩者”,它即便如此也不会抛弃后代,而是用极其坚硬的牙齿将鱼钩咬碎并摧毁。
Ἅπαντα δὲ καὶ τὰ πλωτὰ καὶ τὰ μόνιμα τούτους νέμεται τοὺς τόπους ἐν οἷς ἂν φυῶσι, καὶ τοὺς ὁμοίους τούτοις· ἡ γὰρ οἰκεία τροφὴ ἑκάστων ἐν τούτοις ἐστίν.
所有动物,无论是游动的还是固着居住的,都栖息在它们出生的地方以及与之相似的地方;因为它们各自特有的食物就在这些地方。
Πλανᾶται δὲ μάλιστα τὰ σαρκοφάγα· πάντα δὲ σχεδόν ἐστι σαρκοφάγα πλὴν ὀλίγων, οἷον κεστρέως καὶ σάλπης καὶ τρίγλης καὶ χαλκίδος.
而肉食性的动物游荡得最远;几乎所有动物都是肉食性的,除了少数几种,例如鲻鱼、金线鱼、红鲣和沙丁鱼。
Τῇ δὲ καλουμένῃ φωλίδι ἡ μύξα, ἣν ἀφίησι, περιπλάττεται περὶ αὐτὴν καὶ γίνεται καθάπερ θαλάμη.
在被称为“斑鳚”的鱼身上,它所排出的黏液会涂满自身周围,变得就像一个洞穴。
Τῶν δ’ ὀστρακοδέρμων καὶ ἀπόδων ὁ κτεὶς μάλιστα καὶ πλεῖστον κινεῖται δι’ αὑτοῦ πετόμενος· ἡ γὰρ πορφύρα ἐπὶ μικρότατον προέρχεται, καὶ τὰ ὅμοια ταύτῃ.
在有壳无足的动物中,扇贝活动最频繁、距离最远,全凭自身飞跃;而骨螺及与其类似的动物则仅能前进极短的距离。
Ἐκ δὲ τοῦ εὐρίπου τοῦ ἐν Πύρρᾳ οἱ ἰχθύες χειμῶνος μὲν ἐκπλέουσιν ἔξω, πλὴν κωβιοῦ, διὰ τὸ ψῦχος (ψυχρότερος γάρ ἐστιν ὁ εὔριπος), ἅμα δὲ τῷ ἔαρι πάλιν εἰσπλέουσιν.
在皮拉的浅海峡中,除了鰕虎鱼之外,其他鱼类在冬天由于寒冷而向外游出(因为海峡水温更冷),而一到春天它们又会重新游回来。