Humanitext Reader

アリストテレス · 動物誌 §9.32

ワシの種類と繁殖および狩猟の習性

164 / 189 箇所 · ギリシア語

要旨

著者はワシの様々な種類とその特徴を挙げ、さらにその繁殖、狩りの習性、待ち伏せを防ぐ飛行法や特徴的な長寿について解説している。

§9.32Τῶν δ’ ἀετῶν ἐστὶ πλείονα γένη, ἓν μὲν ὁ καλούμενος πύγαργος· οὗτος κατὰ τὰ πεδία καὶ τὰ ἄλση καὶ περὶ τὰς πόλεις γίνεται·
ワシにはいくつかの種類がある。 一つはいわゆるピュガルゴス(白尻ワシ)であり、これは平野や森、また都市の周辺に見られる。
ἔνιοι δὲ καλοῦσιν νεβροφόνον αὐτόν.
一部の者はこれをネブロポノス(子鹿殺し)と呼ぶ。
Πέτεται δὲ καὶ εἰς τὰ ὄρη καὶ εἰς τὴν ὕλην διὰ τὸ θάρσος·
その勇敢さゆえに、山や森林へも飛んでいく。
τὰ δὲ λοιπὰ γένη ὀλιγάκις εἰς πεδία καὶ εἰς ἄλση φοιτᾷ.
他の種類は、平野や森へ行くことはめったにない。
Ἕτερον δὲ γένος ἀετοῦ ἐστὶν ὃ πλάγγος καλεῖται, δεύτερος μεγέθει καὶ ῥώμῃ·
ワシのもう一つの種類はプランゴスと呼ばれるもので、大きさと強さにおいて二番目である。
οἰκεῖ δὲ βήσσας καὶ ἄγκη καὶ λίμνας, ἐπικαλεῖται δὲ νηττοφόνος καὶ μορφνός·
これは谷間や峡谷、湖に生息し、ネットポノス(鴨殺し)やモルフノスとも呼ばれる。
οὗ καὶ Ὅμηρος μέμνηται ἐν τῇ τοῦ Πριάμου ἐξόδῳ.
ホメロスもプリアモスの出発の場面でこれに言及している。
Ἕτερος δὲ μέλας τὴν χρόαν καὶ μέγεθος ἐλάχιστος, κράτιστος τούτων·
もう一つは、体色が黒く、大きさは最小であるが、これらの中で最も強い。
οὗτος οἰκεῖ ὄρη καὶ ὕλας, καλεῖται δὲ μελανάετος καὶ λαγωφόνος.
これは山や森林に生息し、メラナエトス(黒ワシ)やラゴーポノス(ウサギ殺し)と呼ばれる。
Ἐκτρέφει δὲ μόνος τὰ τέκνα οὗτος καὶ ἐξάγει.
これだけが、自分で雛を育て、連れ出す。
Ἔστι δὲ ὠκυβόλος καὶ εὐθήμων καὶ ἄφθονος καὶ ἄφοβος καὶ μάχιμος καὶ εὔφημος·
そして、素早く獲物を襲い、きちんとしており、嫉妬せず、恐れを知らず、好戦的で、物静か(不吉な声を立てない)である。
οὐ γὰρ μινυρίζει οὐδὲ λέληκεν.
さえずることも、叫ぶこともしないからである。
Ἔτι δ’ ἕτερον γένος περκνόπτερος, λευκὴ κεφαλή, μεγέθει δὲ μέγιστος, πτερὰ δὲ βραχύτατα καὶ οὐροπύγιον πρόμηκες, γυπὶ ὅμοιος·
さらに別の種類はペルクノプテロス(斑の羽の意)であり、頭が白く、大きさは最大だが、翼は極めて短く、尾は長く、ハゲワシに似ている。
ὀρειπέλαργος καλεῖται καὶ ὑπάετος.
オレイペラルゴス(山コウノトリ)やヒュパエトス(亜ワシ)と呼ばれる。
Οἰκεῖ δ’ ἄλση, τὰ μὲν κακὰ ταὐτὰ ἔχων τοῖς ἄλλοις, τῶν δ’ ἀγαθῶν οὐδέν·
森に生息し、他の種類と同じ欠点をすべて持ちながら、長所は一つも持たない。
ἁλίσκεται γὰρ καὶ διώκεται ὑπὸ κοράκων καὶ τῶν ἄλλων·
というのも、ワタリガラスや他の鳥に捕らえられたり追いかけられたりするからである。
βαρὺς γὰρ καὶ κακόβιος καὶ τὰ τεθνεῶτα φέρων, πεινῇ δ’ ἀεὶ καὶ βοᾷ καὶ μινυρίζει.
重鈍で、暮らしぶりも貧しく、死体を運び、常に飢えては叫び、さえずっているからである。
Ἕτερον δὲ γένος ἐστὶν ἀετῶν οἱ καλούμενοι ἁλιάετοι.
ワシのもう一つの種類はいわゆるハリアエトス(ウミワシ)である。
Οὗτοι δ’ ἔχουσιν αὐχένα τε μέγαν καὶ παχὺν καὶ πτερὰ καμπύλα, οὐροπύγιον δὲ πλατύ·
これらは大きく太い首と、曲がった翼、広い尾を持っている。
οἰκοῦσι δὲ περὶ θάλατταν καὶ ἀκτάς, ἁρπάζοντες δὲ καὶ οὐ δυνάμενοι φέρειν πολλάκις καταφέρονται εἰς βυθόν.
海や沿岸の周辺に生息し、獲物をひったくっても、運ぶことができずに、しばしば深みへと引きずり込まれる。
Ἔτι δ’ ἄλλο γένος ἐστὶν ἀετῶν οἱ καλούμενοι γνήσιοι.
さらに別のワシの種類はいわゆるグネーシオス(本物のワシ)である。
Φασὶ δὲ τούτους μόνους καὶ τῶν ἄλλων ὀρνίθων γνησίους εἶναι·
これらだけが、他の鳥たちの中でも純粋(本物)であると言われている。
τὰ γὰρ ἄλλα γένη μέμικται καὶ μεμοίχευται ὑπ’ ἀλλήλων, καὶ τῶν ἀετῶν καὶ τῶν ἱεράκων καὶ τῶν ἐλαχίστων.
他の種類、すなわちワシであれタカであれ極小の鳥であれ、互いに混じり合い、密通しているからである。
Ἔστι δ’ οὗτος μέγιστος τῶν ἀετῶν ἁπάντων, μείζων τε τῆς φήνης, τῶν δ’ ἀετῶν καὶ ἡμιόλιος, χρῶμα ξανθός.
これはすべてのワシの中で最大であり、ペーネー(ヒゲワシ)よりも大きく、他のワシの1.5倍の大きさで、色は黄褐色である。
Φαίνεται δ’ ὀλιγάκις, ὥσπερ ἡ καλουμένη κύμινδις.
いわゆるキュミンディスのように、めったに姿を見せない。
Ὥρα δὲ τοῦ ἐργάζεσθαι ἀετῷ καὶ πέτεσθαι ἀπ’ ἀρίστου μέχρι δείλης·
ワシが活動し飛ぶ時間は、朝食後から夕方までである。
τὸ γὰρ ἕωθεν κάθηται μέχρι ἀγορᾶς πληθυούσης.
というのも、早朝から広場が混雑する時間までは座っているからである。
Γηράσκουσι δὲ τοῖς ἀετοῖς τὸ ῥύγχος αὐξάνεται τὸ ἄνω γαμψούμενον ἀεὶ μᾶλλον, καὶ τέλος λιμῷ ἀποθνήσκουσιν.
ワシは年老いると、上のクチバシがますます曲がって伸びていき、最後には飢えによって死ぬ。
Ἐπιλέγεται δέ τις καὶ μῦθος, ὡς τοῦτο πάσχει διότι ἄνθρωπός ποτ’ ὢν ἠδίκησε ξένον.
これについては、かつて人間であったときに、異邦人(客人)に対して不義を働いたためにこのような目に遭うのだ、という神話も語られている。
Ἀποτίθεται δὲ τὴν περιττεύουσαν τροφὴν τοῖς νεοττοῖς·
余った餌を雛たちのために蓄えておく。
διὰ γὰρ τὸ μὴ εὔπορον εἶναι καθ’ ἑκάστην ἡμέραν αὐτὴν πορίζεσθαι, ἐνίοτε οὐκ ἔχουσιν ἔξωθεν κομίζειν.
毎日それを得るのが容易ではないため、時には外から運んでくることができないからである。
Τύπτουσι δὲ ταῖς πτέρυξι καὶ τοῖς ὄνυξιν ἀμύττουσιν, ἄν τινα λάβωσι σκευωρούμενον περὶ τὰς νεοττιάς.
巣の周らで悪だくみをしている者を見つけると、翼で叩き、爪で引っ掻く。
Ποιοῦνται δ’ αὐτὰς οὐκ ἐν πεδινοῖς τόποις ἀλλ’ ἐν ὑψηλοῖς, μάλιστα μὲν ἐν πέτραις ἀποκρήμνοις, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ δένδρων.
巣を平地ではなく高い場所に作り、とりわけ切り立った岩の上、あるいは木の上にも作る。
Τρέφουσι δὲ τοὺς νεοττοὺς ἕως ἂν δυνατοὶ γένωνται πέτεσθαι·
雛たちが飛べるようになるまで育て、その時が来ると、巣から追い出し、巣の周辺の地域すべてから追い払う。
τότε δ’ ἐκ τῆς νεοττιᾶς αὐτοὺς ἐκβάλλουσι καὶ ἐκ τοῦ τόπου τοῦ περὶ αὐτὴν παντὸς ἀπελαύνουσιν.
一対のワシが広い地域を占有するからである。
Ἐπέχει γὰρ ἓν ζεῦγος ἀετῶν πολὺν τόπον·
それゆえ、他のワシが自分たちの近くにねぐらをとるのを許さない。
διό περ οὐκ ἐᾷ πλησίον αὑτῶν ἄλλους αὐλισθῆναι.
狩りは、巣の近くの場所からではなく、かなり遠くまで飛び去って行う。
Τὴν δὲ θήραν ποιεῖται οὐκ ἐκ τῶν σύνεγγυς τόπων τῆς νεοττιᾶς, ἀλλὰ συχνὸν ἀποπτάς. Ὅταν δὲ κυνηγήσῃ καὶ ἄρῃ, τίθησι καὶ οὐκ εὐθὺς φέρει, ἀλλ’ ἀποπειραθεὶς τοῦ βάρους ἀφίησιν.
獲物を捕らえて持ち上げるとき、それをいったん置き、すぐには運ばず、重さを試してから放す。
Καὶ τοὺς δασύποδας δ’ οὐκ εὐθὺς λαμβάνει, ἀλλ’ εἰς τὸ πεδίον ἐάσας προελθεῖν·
野うさぎを捕まえるときもすぐには捕らえず、平地に逃げ込ませてからにする。
καὶ καταβαίνει δ’ οὐκ εὐθὺς εἰς τὸ ἔδαφος, ἀλλ’ ἀεὶ ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον κατὰ μικρόν.
また、地面に降りるときもいきなり降りるのではなく、常に高い高度から低い高度へと、少しずつ降りていく。
Ἄμφω δὲ ταῦτα ποιεῖ πρὸς ἀσφάλειαν τοῦ μὴ ἐνεδρεύεσθαι.
これら両方のことを、待ち伏せされないための安全策として行うのである。
Καὶ ἐφ’ ὑψηλῶν καθίζει διὰ τὸ βραδέως αἴρεσθαι ἀπὸ τῆς γῆς.
また、高い場所にとまるのは、地面から飛び立つのに時間がかかるためである。
Ὑψοῦ δὲ πέτεται, ὅπως ἐπὶ πλεῖστον τόπον καθορᾷ·
高く飛ぶのは、できるだけ広い地域を見渡すためである。
διόπερ θεῖον οἱ ἄνθρωποί φασιν εἶναι μόνον τῶν ὀρνέων.
それゆえ、人間は鳥の中でこれだけを「神聖なもの」と呼ぶのである。
Πάντες δ’ οἱ γαμψώνυχοι ἥκιστα καθιζάνουσιν ἐπὶ πέτραις διὰ τὸ τῇ γαμψότητι ἐμπόδιον εἶναι τὴν σκληρότητα.
すべての鉤爪の鳥は、鉤爪(の湾曲)にとって硬さが障害となるため、岩の上にはめったにとまらない。
Θηρεύει δὲ λαγὼς καὶ νεβροὺς καὶ ἀλώπεκας καὶ τὰ λοιπά, ὅσων κρατεῖν οἷός τ’ ἐστίν.
ウサギ、子鹿、キツネなど、自分が制圧できる限りの獲物を狩る。
Μακρόβιος δ’ ἐστίν·
長寿である。
δῆλον δὲ τοῦτο ἐκ τοῦ τὴν νεοττιὰν τὴν αὐτῶν ἐπὶ πολὺ διαμένειν.
これは、彼らの巣が長年にわたって維持されることから明らかである。

語釈・文法注

  1. p.332οὗ καὶ Ὅμηρος μέμνηται — 関係代名詞の属格 οὗ は先行詞(πλάγγος)を指し、属格を支配する動詞 μέμνηται(μιμνήσκομαι の完了・現在意味「〜を記憶する、言及する」)の直接目的語として機能している。
  2. p.333γηράσκουσι δὲ τοῖς ἀετοῖς — 現在分詞 γηράσκουσι が修飾する与格の τοῖς ἀετοῖς は、非人称的な奪格ではなく所有の与格(または関与の与格)として機能し、主語である τὸ ῥύγχος(嘴)の所有者を表している。
  3. p.333τοῦ μὴ ἐνεδρεύεσθαι — 前置詞句 πρὸς ἀσφάλειαν(安全のために)を同格的に修飾する、属格の冠詞付き不定詞。否定辞 μὴ を伴った受動態の不定詞(ἐνεδρεύεσθαι「待ち伏せされる」)で、「待ち伏せされないこと」を意味する。
  4. p.334διὰ τὸ τῇ γαμψότητι ἐμπόδιον εἶναι τὴν σκληρότητα — 原因を表す前置詞 διὰ に支配された冠詞付き不定詞句。不定詞 εἶναι の主語は対格の τὴν σκληρότητα(硬さ)、補語は対格の ἐμπόδιον(障害物)である。与格の τῇ γαμψότητι は形容詞的名詞 ἐμπόδιον に係る基準の与格で、「爪の湾曲にとって」を意味する。

この箇所を引用する

アリストテレス, 動物誌 §9.32. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.32

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。