Humanitext Reader

亚里士多德 · 动物志 §9.32

各种雕的特征与繁殖及狩猎习性

第 164 段,共 189 段 · 希腊语

内容简介

作者列举了雕的各种类型及其身体特征,并详细解释了它们的筑巢、狩猎习性、防埋伏的飞行行为以及显著的长寿特点。

§9.32Τῶν δ’ ἀετῶν ἐστὶ πλείονα γένη, ἓν μὲν ὁ καλούμενος πύγαργος· οὗτος κατὰ τὰ πεδία καὶ τὰ ἄλση καὶ περὶ τὰς πόλεις γίνεται· ἔνιοι δὲ καλοῦσιν νεβροφόνον αὐτόν.
雕有几种类型。 其一被称为白尾雕(pygargus);它分布在平原、树林以及城市周围;有些人称它为子鹿杀手。
Πέτεται δὲ καὶ εἰς τὰ ὄρη καὶ εἰς τὴν ὕλην διὰ τὸ θάρσος· τὰ δὲ λοιπὰ γένη ὀλιγάκις εἰς πεδία καὶ εἰς ἄλση φοιτᾷ.
因为勇敢,它也会飞向山岳和森林;而其他类型的雕则很少前往平原和树林。
Ἕτερον δὲ γένος ἀετοῦ ἐστὶν ὃ πλάγγος καλεῖται, δεύτερος μεγέθει καὶ ῥώμῃ· οἰκεῖ δὲ βήσσας καὶ ἄγκη καὶ λίμνας, ἐπικαλεῖται δὲ νηττοφόνος καὶ μορφνός· οὗ καὶ Ὅμηρος μέμνηται ἐν τῇ τοῦ Πριάμου ἐξόδῳ.
另一种雕被称为普兰戈斯(plangus),在体型和力量上仅次于前者;它栖息在山谷、峡谷和湖泊,又被称为杀鸭雕和暗雕;荷马在普里阿摩斯出发的场景中也提到了它。
Ἕτερος δὲ μέλας τὴν χρόαν καὶ μέγεθος ἐλάχιστος, κράτιστος τούτων· οὗτος οἰκεῖ ὄρη καὶ ὕλας, καλεῖται δὲ μελανάετος καὶ λαγωφόνος.
另一种颜色呈黑色,体型最小,却是这些雕中最强壮的;它栖息在山岳和森林,被称为黑雕和杀兔雕。
Ἐκτρέφει δὲ μόνος τὰ τέκνα οὗτος καὶ ἐξάγει.
只有这种雕能亲自抚养并带出雏鸟。
Ἔστι δὲ ὠκυβόλος καὶ εὐθήμων καὶ ἄφθονος καὶ ἄφοβος καὶ μάχιμος καὶ εὔφημος· οὐ γὰρ μινυρίζει οὐδὲ λέληκεν.
它飞击迅速,生活井然,慷慨不吝,无所畏惧,好战且安静(不发凶兆之声);因为它既不哀鸣也不尖叫。
Ἔτι δ’ ἕτερον γένος περκνόπτερος, λευκὴ κεφαλή, μεγέθει δὲ μέγιστος, πτερὰ δὲ βραχύτατα καὶ οὐροπύγιον πρόμηκες, γυπὶ ὅμοιος· ὀρειπέλαργος καλεῖται καὶ ὑπάετος.
还有一种是斑羽雕(percnopterus),白头,体型最大,但翅膀极短,尾部较长,与秃鹫相似;它被称为山鹳或亚雕。
Οἰκεῖ δ’ ἄλση, τὰ μὲν κακὰ ταὐτὰ ἔχων τοῖς ἄλλοις, τῶν δ’ ἀγαθῶν οὐδέν· ἁλίσκεται γὰρ καὶ διώκεται ὑπὸ κοράκων καὶ τῶν ἄλλων· βαρὺς γὰρ καὶ κακόβιος καὶ τὰ τεθνεῶτα φέρων, πεινῇ δ’ ἀεὶ καὶ βοᾷ καὶ μινυρίζει.
它栖息在树林里,具有与其他雕相同的恶劣品质,却没有一点优点;因为它会被渡鸦及其他鸟类捕获和驱逐;因为它身体沉重,生活悲惨,搬运死尸,且总是饥饿、鸣叫和哀鸣。
Ἕτερον δὲ γένος ἐστὶν ἀετῶν οἱ καλούμενοι ἁλιάετοι.
另一种雕是所谓的白尾海雕。
Οὗτοι δ’ ἔχουσιν αὐχένα τε μέγαν καὶ παχὺν καὶ πτερὰ καμπύλα, οὐροπύγιον δὲ πλατύ· οἰκοῦσι δὲ περὶ θάλατταν καὶ ἀκτάς, ἁρπάζοντες δὲ καὶ οὐ δυνάμενοι φέρειν πολλάκις καταφέρονται εἰς βυθόν.
它们有巨大而粗壮的脖子,弯曲的翅膀和宽阔的尾部;它们栖息在海洋和海岸周围,夺取猎物后若无法运送,往往会被拖入深渊。
Ἔτι δ’ ἄλλο γένος ἐστὶν ἀετῶν οἱ καλούμενοι γνήσιοι.
还有一种雕是所谓的正统雕。
Φασὶ δὲ τούτους μόνους καὶ τῶν ἄλλων ὀρνίθων γνησίους εἶναι· τὰ γὰρ ἄλλα γένη μέμικται καὶ μεμοίχευται ὑπ’ ἀλλήλων, καὶ τῶν ἀετῶν καὶ τῶν ἱεράκων καὶ τῶν ἐλαχίστων.
据说在其他鸟类中,只有它们是纯正的;因为其他类型——无论是雕、鹰还是极小的鸟——都互相混杂、杂交。
Ἔστι δ’ οὗτος μέγιστος τῶν ἀετῶν ἁπάντων, μείζων τε τῆς φήνης, τῶν δ’ ἀετῶν καὶ ἡμιόλιος, χρῶμα ξανθός.
这种雕在所有雕中体型最大,比胡兀鹫还要大,是普通雕的一点五倍,颜色呈黄褐色。
Φαίνεται δ’ ὀλιγάκις, ὥσπερ ἡ καλουμένη κύμινδις.
它很少出现,就像所谓的金翅鸟。
Ὥρα δὲ τοῦ ἐργάζεσθαι ἀετῷ καὶ πέτεσθαι ἀπ’ ἀρίστου μέχρι δείλης· τὸ γὰρ ἕωθεν κάθηται μέχρι ἀγορᾶς πληθυούσης.
雕工作和飞行的时期(一天中的时间)是从早饭后直到傍晚;因为从清晨到集市喧闹时,它一直静坐着。
Γηράσκουσι δὲ τοῖς ἀετοῖς τὸ ῥύγχος αὐξάνεται τὸ ἄνω γαμψούμενον ἀεὶ μᾶλλον, καὶ τέλος λιμῷ ἀποθνήσκουσιν.
当雕变老时,它们的上喙会越来越向下弯曲并生长,最终因饥饿而死。
Ἐπιλέγεται δέ τις καὶ μῦθος, ὡς τοῦτο πάσχει διότι ἄνθρωπός ποτ’ ὢν ἠδίκησε ξένον.
还有一个传说,说它遭受这种痛苦是因为它曾经是人时,曾对客人行不义之事。
Ἀποτίθεται δὲ τὴν περιττεύουσαν τροφὴν τοῖς νεοττοῖς· διὰ γὰρ τὸ μὴ εὔπορον εἶναι καθ’ ἑκάστην ἡμέραν αὐτὴν πορίζεσθαι, ἐνίοτε οὐκ ἔχουσιν ἔξωθεν κομίζειν.
它会为雏鸟储存多余的食物;因为每天获取食物并不容易,有时它们无法从外面带回食物。
Τύπτουσι δὲ ταῖς πτέρυξι καὶ τοῖς ὄνυξιν ἀμύττουσιν, ἄν τινα λάβωσι σκευωρούμενον περὶ τὰς νεοττιάς.
如果它们抓到有人在巢穴周围鬼鬼祟祟,就会用翅膀拍打,用爪子抓挠。
Ποιοῦνται δ’ αὐτὰς οὐκ ἐν πεδινοῖς τόποις ἀλλ’ ἐν ὑψηλοῖς, μάλιστα μὲν ἐν πέτραις ἀποκρήμνοις, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ δένδρων.
它们不在平原地区建巢,而是在高处,尤其是在陡峭的岩石上,不过也会在树上建巢。
Τρέφουσι δὲ τοὺς νεοττοὺς ἕως ἂν δυνατοὶ γένωνται πέτεσθαι· τότε δ’ ἐκ τῆς νεοττιᾶς αὐτοὺς ἐκβάλλουσι καὶ ἐκ τοῦ τόπου τοῦ περὶ αὐτὴν παντὸς ἀπελαύνουσιν.
它们喂养雏鸟,直到它们能够飞行;那时,它们会将雏鸟赶出巢穴,并将其从巢穴周围的所有地方驱逐出去。
Ἐπέχει γὰρ ἓν ζεῦγος ἀετῶν πολὺν τόπον· διό περ οὐκ ἐᾷ πλησίον αὑτῶν ἄλλους αὐλισθῆναι.
因为一对雕占据了很大的地盘;因此,它不容许其他雕在它们附近栖息。
Τὴν δὲ θήραν ποιεῖται οὐκ ἐκ τῶν σύνεγγυς τόπων τῆς νεοττιᾶς, ἀλλὰ συχνὸν ἀποπτάς.
它狩猎不从巢穴附近的区域开始,而是飞到很远的地方。
Ὅταν δὲ κυνηγήσῃ καὶ ἄρῃ, τίθησι καὶ οὐκ εὐθὺς φέρει, ἀλλ’ ἀποπειραθεὶς τοῦ βάρους ἀφίησιν.
当它打猎并提起猎物时,它会先放下它,并不立即带走,而是在试过重量后放开。
Καὶ τοὺς δασύποδας δ’ οὐκ εὐθὺς λαμβάνει, ἀλλ’ εἰς τὸ πεδίον ἐάσας προελθεῖν· καὶ καταβαίνει δ’ οὐκ εὐθὺς εἰς τὸ ἔδαφος, ἀλλ’ ἀεὶ ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον κατὰ μικρόν.
它也不立即捕捉野兔,而是让它跑到平原上;它也不立即降落到地面,而是总是从较高的地方一点一点地降到较低的地方。
Ἄμφω δὲ ταῦτα ποιεῖ πρὸς ἀσφάλειαν τοῦ μὴ ἐνεδρεύεσθαι.
它做这两件事都是为了防止被埋伏,以策安全。
Καὶ ἐφ’ ὑψηλῶν καθίζει διὰ τὸ βραδέως αἴρεσθαι ἀπὸ τῆς γῆς.
它栖息在高处,因为从地面起飞很慢。
Ὑψοῦ δὲ πέτεται, ὅπως ἐπὶ πλεῖστον τόπον καθορᾷ· διόπερ θεῖον οἱ ἄνθρωποί φασιν εἶναι μόνον τῶν ὀρνέων.
它飞得很高,以便俯瞰最大的区域;因此,人们说它是鸟类中唯一神圣的。
Πάντες δ’ οἱ γαμψώνυχοι ἥκιστα καθιζάνουσιν ἐπὶ πέτραις διὰ τὸ τῇ γαμψότητι ἐμπόδιον εἶναι τὴν σκληρότητα.
所有钩爪类的鸟最不愿栖息在岩石上,因为岩石的坚硬会妨碍其爪的弯曲。
Θηρεύει δὲ λαγὼς καὶ νεβροὺς καὶ ἀλώπεκας καὶ τὰ λοιπά, ὅσων κρατεῖν οἷός τ’ ἐστίν.
它捕食野兔、子鹿、狐狸以及其他所有它能制服的动物。
Μακρόβιος δ’ ἐστίν· δῆλον δὲ τοῦτο ἐκ τοῦ τὴν νεοττιὰν τὴν αὐτῶν ἐπὶ πολὺ διαμένειν.
它是长寿的;这从它们的巢穴能保存很长时间就可以明显看出。

词汇与语法注释

  1. p.332οὗ καὶ Ὅμηρος μέμνηται — 属格关系代词 οὗ 指代先行词(πλάγγος),并作为动词 μέμνηται(源自 μιμνήσκομαι,“记住、提及”,通常要求属格)的直接宾语。
  2. p.333γηράσκουσι δὲ τοῖς ἀετοῖς — 与格 τοῖς ἀετοῖς(由现在分词 γηράσκουσι 修饰)起所有与格(或利益与格)的作用,表示主语 τὸ ῥύγχος(喙)的所有者。
  3. p.333τοῦ μὴ ἐνεδρεύεσθαι — 属格冠词性不定式,修饰介词短语 πρὸς ἀσφάλειαν(为了安全)。它由带否定小词 μὴ 的被动语态不定式 ἐνεδρεύεσθαι(被埋伏)构成,意为“不被埋伏”。
  4. p.334διὰ τὸ τῇ γαμψότητι ἐμπόδιον εἶναι τὴν σκληρότητα — 由表示原因的介词 διὰ 支配的冠词性不定式从句。不定式 εἶναι 的主语是宾格的 τὴν σκληρότητα(坚硬),补语是宾格的 ἐμπόδιον(阻碍)。与格的 τῇ γαμψότητι 依附于 ἐμπόδιον,作为关系与格,意为“对于(爪的)弯曲”。

引用这一段

亚里士多德, 动物志 §9.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。