§9.26Ἀσκαλώπας δ’ ἐν τοῖς κήποις ἁλίσκεται ἕρκεσιν·
アスカローパースは庭で網によって捕らえられる。
τὸ μέγεθος ὅσον ἀλεκτορίς, τὸ ῥύγχος μακρόν, τὸ χρῶμα ὅμοιον ἀτταγῆνι·
大きさは雌鶏ほど、クチバシは長く、色はアッタゲーンに似ている。
τρέχει δὲ ταχύ, καὶ φιλάνθρωπόν ἐστιν ἐπιεικῶς.
素早く走り、かなり人懐こい。
Ὁ δὲ ψάρος ἐστὶ ποικίλος· μέγεθος δ’ ἐστὶν ἡλίκον κόττυφος.
ムクドリはまだらであり、大きさはクロウタドリほどである。
§9.27Αἱ δ’ ἴβιες αἱ ἐν Αἰγύπτῳ εἰσὶ μὲν διτταί, αἱ μὲν λευκαὶ αὐτῶν, αἱ δὲ μέλαιναι.
エジプトのトキには二種類あり、一方は白く、他方は黒い。
Ἐν μὲν οὖν τῇ ἄλλῃ Αἰγύπτῳ αἱ λευκαί· εἰσι, πλὴν ἐν Πηλουσίῳ οὐ γίνονται·
さて、他のエジプト全土には白いものがいるが、ペルシオンには生息しない。
αἱ δὲ μέλαιναι ἐν τῇ ἄλλῃ Αἰγύπτῳ οὐκ εἰσίν, ἐν Πηλουσίῳ δ’ εἰσίν.
黒いものは他のエジプト全土にはおらず、ペルシオンにいる。
§9.28Σκῶπες δ’ οἱ μὲν ἀεὶ πᾶσαν ὥραν εἰσί, καὶ καλοῦνται ἀεισκῶπες, καὶ οὐκ ἐσθίονται διὰ τὸ ἄβρωτοι εἶναι·
コノハズクの中には、常にどの季節にもいるものがあり、アエイスコープスと呼ばれ、食べられないので食用にされない。
ἕτεροι δὲ γίνονται ἐνίοτε τοῦ φθινοπώρου, φαίνονται δ’ ἐφ’ ἡμέραν μίαν ἢ δύο τὸ πλεῖστον, καὶ εἰσὶν ἐδώδιμοι καὶ σφόδρα εὐδοκιμοῦσιν.
他方は秋に時折現れ、せいぜい一、二日の間姿を見せるだけであり、これらは食用になり非常に好まれる。
Καὶ διαφέρουσι τῶν ἀεισκωπῶν καλουμένων οὗτοι ἄλλῳ μὲν ὡς εἰπεῖν οὐδενί, τῷ δὲ πάχει·
そしてこれらは、いわゆるアエイスコープスと、肥えていること以外には実質的に何ひとつ違わない。
καὶ οὗτοι μέν εἰσιν ἄφωνοι, ἐκεῖνοι δὲ φθέγγονται.
また、これらは鳴かないが、前者は鳴き声を立てる。
Περὶ δὲ γενέσεως αὐτῶν ἥτις ἐστίν, οὐθὲν ὦπται, πλὴν ὅτι τοῖς ζεφυρίοις φαίνονται· τοῦτο δὲ φανερόν.
これらの発生がどのようなものであるかについては何も観察されていないが、西風の吹く時期に現れることだけは明らかである。
§9.29Ὁ δὲ κόκκυξ, ὥσπερ εἴρηται ἐν ἑτέροις, οὐ ποιεῖ νεοττιάν, ἀλλ’ ἐν ἀλλοτρίαις τίκτει νεοττιαῖς, μάλιστα μὲν ἐν ταῖς τῶν φαβῶν καὶ ἐν ὑπολαΐδος καὶ κορύδου χαμαί, ἐπὶ δένδρου δ’ ἐν τῇ τῆς χλωρίδος καλουμένης νεοττιᾷ.
カッコウは、他の箇所で述べられているように、自分で巣を作らず、他鳥の巣に卵を産む。 主に、地上ではモリバトやウポライス、ヒバリの巣に、木の上ではクローリスと呼ばれる鳥の巣に産む。
Τίκτει μὲν οὖν ἓν ᾠόν, ἐπῳάζει δ’ οὐκ αὐτός, ἀλλ’ ἐν οὗ αν τέκῃ νεοττιᾷ, οὗτος ὁ ὄρνις ἐκκολάπτει καὶ τρέφει, καὶ ὡς φασίν, ὅταν αὐξάνηται ὁ τοῦ κόκκυγος νεοττός, ἐκβάλλει τὰ αὑτῆς, καὶ ἀπόλλυνται οὕτως.
こうしてカッコウは卵を一つ産み、自分で抱卵することはなく、それが産み落とされた巣の持ち主である鳥が孵化させて育てる。 そして言われているところでは、カッコウの雛が成長すると、その鳥自身の雛を追い出し、そのようにして落とされた雛たちは死んでしまう。
Οἱ δὲ λέγουσιν ὡς καὶ ἀποκτείνασα ἡ τρέφουσα δίδωσι καταφαγεῖν·
しかし、ある人々は、育ての親の鳥が自ら殺してカッコウの雛に食べさせるとも言う。
διὰ γὰρ τὸ καλὸν εἶναι τὸν τοῦ κόκκυγος νεοττὸν ἀποδοκιμάζει τὰ αὑτῆς.
カッコウの雛が美しいので、自分の雛を拒絶するからである。
Τὰ μὲν οὖν πλεῖστα τούτων ὁμολογοῦσιν αὐτόπται γεγενημένοι τινές·
これらの大部分については、何人かの目撃者が同意している。
περὶ δὲ τῆς φθορᾶς τῆς τῶν νεοττῶν τῆς ὄρνιθος οὐχ ὡσαύτως πάντες λέγουσιν, ἀλλ’ οἱ μέν φασιν αὐτὸν ἐπιφοιτῶντα τὸν κόκκυγα κατεσθίειν τὰ τῆς ὑποδεξαμένης ὄρνιθος νεόττια, οἱ δὲ διὰ τὸ τῷ μεγέθει ὑπερέχειν τὸν νεοττὸν τοῦ κόκκυγος ὑποκάπτοντα τὰ προσφερόμενα φθάνειν, ὥστε λιμῷ τοὺς ἑτέρους· ἀπόλλυσθαι νεοττούς, οἱ δὲ κρείττω ὄντα ἀποκτιννύναι συντρεφόμενον αὐτοῖς.
しかし、その鳥自身の雛の死については、誰もが同じように語るわけではない。 ある人々は、親カッコウがやって来て受け入れた側の鳥の雛を食い殺すのだと言い、またある人々は、カッコウの雛の方が大きさに勝るために、運ばれてくる食べ物を横取りして先手を打つので、他の雛たちは飢えで死ぬのだと言い、またある人々は、カッコウの雛の方が力が強いので、一緒に育てられている他の雛を殺すのだと言う。
Δοκεῖ δ’ ὁ κόκκυξ φρόνιμον ποιεῖσθαι τὴν τέκνωσιν·
カッコウは子作りを賢明に行っているように思われる。
διὰ γὰρ τὸ συνειδέναι αὑτῷ τὴν δειλίαν καὶ ὅτι οὐκ ἂν δύναιτο βοηθῆσαι, διὰ τοῦτο ὥσπερ ὑποβολιμαίους ποιεῖ τοὺς ἑαυτοῦ νεοττούς, ἵνα σωθῶσιν.
自分が臆病であり、助けを差し伸べることができないと自覚しているため、わが子を生き延びさせるために、いわば落とし子にするのである。
Τὴν γὰρ δειλίαν ὑπερβάλλει τοῦτο τὸ ὄρνεον·
というのも、この鳥の臆病さは度を越している。
τίλλεται γὰρ ὑπὸ τῶν μικρῶν ὀρνέων, καὶ φεύγει αὐτά.
小さな鳥たちに羽をむしられ、それらから逃げ回るのである。
§9.30Οἱ δ’ ἄποδες, οὓς καλοῦσί τινες κυψέλους, ὅτι μὲν ὅμοιοι ταῖς χελιδόσιν εἰσίν, εἴρηται πρότερον·
アポデス、ある人々がキュプセロスと呼ぶ鳥がツバメに似ていることは、前に述べた通りである。
οὐ γὰρ ῥᾴδιον γνῶναι πρὸς τὴν χελιδόνα, πλὴν τῷ τὴν κνήμην ἔχειν δασεῖαν.
すねが羽毛で覆われていること以外には、ツバメと区別するのが容易ではないからである。
Οὗτοι νεοττεύουσιν ἐν κυψελίσιν ἐκ πηλοῦ πεπλασμέναις μακραῖς, ὅσον εἴσδυσιν ἐχούσαις.
これらは、泥で形作られた細長い、入り口ほどの隙間しかない巣の中に巣を作る。
Ἐν στεγνῷ δὲ ποιεῖται τὰς νεοττιὰς ὑπὸ πέτραις καὶ σπηλαίοις, ὥστε καὶ τὰ θηρία καὶ τοὺς ἀνθρώπους διαφεύγειν.
雨露のしのげる岩の下や洞窟の中に巣を作るので、野生動物や人間から逃れることができる。
Ὁ δὲ καλούμενος αἰγοθήλας ἔστι μὲν ὀρεινός, τὸ δὲ μέγεθος κοττύφου μὲν μικρῷ μείζων, κόκκυγος δ’ ἐλάττων.
アイゴテーラースと呼ばれる鳥は山地にすみ、大きさはクロウタドリよりわずかに大きく、カッコウよりは小さい。
Τίκτει μὲν οὖν ᾠὰ δύο ἢ τρία τὸ πλεῖστον, τὸ δὲ ἦθός ἐστι βλακικός.
卵は二つ、多くとも三つ産み、性質はのろまである。
Θηλάζει δὲ τὰς αἶγας προσπετόμενος, ὅθεν καὶ τοὔνομ’ εἴληφεν·
山羊のところに飛んできてその乳を吸う。 このことからその名を得た。
φασὶ δ’, ὅταν θηλάσῃ τὸν μαστόν, ἀποσβέννυσθαί τε καὶ τὴν αἶγα ἀποτυφλοῦσθαι.
そして、乳房を吸うと、乳房が涸れ、山羊が盲目になると言われている。
Ἔστι δ’ οὐκ ὀξυωπὸς τῆς ἡμέρας, ἀλλὰ τῆς νυκτὸς βλέπει.
昼間は目がよく見えないが、夜になると見える。
§9.31Οἱ δὲ κόρακες ἐν τοῖς μικροῖς χωρίοις, καὶ ὅπου μὴ ἱκανὴ τροφὴ πλείοσι, δύο μόνοι γίνονται·
ワタリガラスは、狭い地域や、多くの数に十分な食物がない場所では、二羽だけで暮らす。
καὶ τοὺς ἑαυτῶν νεοττούς, ὅταν οἷοί τ’ ὦσιν ἤδη πέτεσθαι, τὸ μὲν πρῶτον ἐκβάλλουσιν, ὕστερον δὲ καὶ ἐκ τοῦ τόπου ἐκδιώκουσιν.
そして自分たちの雛がすでに飛べるようになると、最初は巣から追い出し、後にはその地域からも追い払う。
Τίκτει δ’ ὁ κόραξ καὶ τέτταρα καὶ πέντε.
ワタリガラスは四つか五つの卵を産む。
Περὶ δὲ τοὺς χρόνους ἐν οἷς ἀπώλοντο οἱ Μηδίου ξένοι ἐν Φαρσάλῳ, ἐρημία ἐν τοῖς τόποις τοῖς περὶ Ἀθήνας καὶ Πελοπόννησον ἐγένετο κοράκων, ὡς ἐχόντων αἴσθησίν τινα τῆς παρ’ ἀλλήλων δηλώσεως.
ファルサロスでメディオスの賓客たちが滅ぼされた時期には、アテナイおよびペロポネソス周辺の地域からワタリガラスの姿が消えたが、これは彼らが互いの知らせを感知する何らかの能力を持っているかのようであった。