Humanitext Reader

アリストテレス · 動物誌 §9.18-9.25

サギやクロウタドリなど多様な鳥の分類と生態

162 / 189 箇所 · ギリシア語

要旨

サギ、クロウタドリ、ツグミ、クアノス、クローリオーン、コクマルガラス、ヒバリなど、多種多様な鳥類の分類、生態、外見的特徴、および生息地について詳細に記述している。

§9.18Τῶν δ’ ἐρωδιῶν ὁ μὲν πέλλος, ὥσπερ εἴρηται, ὀχεύει μὲν χαλεπῶς, εὐμήχανος δὲ καὶ δειπνοφόρος καὶ ἔπαγρος, ἐργάζεται δὲ τὴν ἡμέραν·
サギ類の中のペロスは、言われているように、交尾を困難にするが、機知に富み、餌をよく運び、狩猟が巧みで、昼に働く。
τὴν μέντοι χρόαν ἔχει φαύλην καὶ τὴν κοιλίαν ἀεὶ ὑγράν.
しかしその色は見劣りし、胃は常に緩い。
Τῶν δὲ λοιπῶν δύο (τρία γὰρ γένη ἐστὶν αὐτῶν) ὁ μὲν λευκὸς τήν τε χρόαν ἔχει καλήν, καὶ ὀχεύει ἀσινῶς, καὶ νεοττεύει καὶ τίκτει καλῶς ἐπὶ τῶν δένδρων, νέμεται δ’ ἕλη καὶ λίμνας καὶ πεδία καὶ λειμῶνας.
残りの二つのうち(サギには三つの属があるからである)、白いものは色も美しく、難なく交尾し、木の上にうまく巣を作って卵を産み、湿地や湖、平野や牧草地で餌をあさる。
Ὁ δ’ ἀστερίας ὁ ἐπικαλούμενος ὄκνος μυθολογεῖται μὲν γενέσθαι ἐκ δούλων τὸ ἀρχαῖον, ἔστι δὲ κατὰ τὴν ἐπωνυμίαν τούτων ἀργότατος.
アστερίαςは、オクラスとも呼ばれるが、昔は奴隷から生まれたと神話で語られており、その名に違わず、これらのサギの中で最も怠惰である。
Οἱ μὲν οὖν ἐρωδιοὶ τοῦτον βιοῦσι τὸν τρόπον, ἡ δὲ καλουμένη φῶϋξ ἴδιον ἔχει πρὸς τἆλλα·
サギ類はこのように生きているが、ポユクスと呼ばれる鳥は他とは異なる特徴を持つ。
μάλιστα γάρ ἐστι ὀφθαλμοβόρος τῶν ὀρνίθων.
というのも、鳥の中で最も目を突くからである。
Πολέμιος δὲ τῇ ἅρπῃ·
それはハルペーの敵である。
καὶ γὰρ ἐκείνη ὁμοιοβίοτος.
ハルペーも同様の生活をしているからである。
§9.19Τῶν δὲ κοττύφων δύο γένη ἐστίν, ὁ μὲν ἕτερος μέλας καὶ πανταχοῦ ὤν, ὁ δ’ ἕτερος ἔκλευκος, τὸ δὲ μέγεθος ἴσος ἐκείνῳ, καὶ ἡ φωνὴ παραπλησία ἐκείνῳ·
クロウタドリには二つの属がある。 一つは黒くてどこにでもいるもの、もう一つは白っぽく、大きさは前者と同じで、声も前者と同様である。
ἔστι δ’ οὗτος ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, ἄλλοθι δ’ οὐδαμοῦ.
これはアルカディアのキュレーネー山にのみ生息し、他にはどこにもいない。
Τούτων ὅμοιος τῷ μέλανι κοττύφῳ ἐστὶ λαιός, τὸ μέγεθος μικρῷ ἐλάττων·
これらの中で、黒いクロウタドリに似ているのがライオスであり、大きさはわずかに小さい。
οὗτος ἐπὶ τῶν πετρῶν καὶ ἐπὶ τῶν κεράμων τὰς διατριβὰς ποιεῖται, τὸ δὲ ῥύγχος οὐ φοινικοῦν ἔχει καθάπερ ὁ κόττυφος.
これは岩の上や瓦の上で過ごし、クチバシはクロウタドリのように赤くはない。
§9.20Κιχλῶν δ’ εἴδη τρία, ἡ μὲν ἰξοβόρος·
ツグミには三つの種がある。
αὕτη δ’ οὐκ ἐσθίει ἀλλ’ ἢ ἰξὸν καὶ ῥητίνην, τὸ δὲ μέγεθος ὅσον κίττα ἐστίν.
一つはイクソボロスであり、これはヤドリギと樹脂以外は食べず、大きさはカケスほどである。
Ἑτέρα τριχάς· αὕτη δ’ ὀξὺ φθέγγεται, τὸ δὲ μέγεθος ὅσον κόττυφος.
もう一つはトリカスであり、これは甲高い声で鳴き、大きさはクロウタドリほどである。
Ἄλλη δ’ ἣν καλοῦσί τινες ἰλιάδα, ἐλαχίστη τε τούτων καὶ ἧττον ποικίλη.
もう一つは、ある人々がイリアスと呼ぶもので、これらの中で最も小さく、斑紋が少ない。
§9.21Ἔστι δέ τις πετραῖος ᾧ ὄνομα κύανος·
クアノスという名の、岩場に住むある鳥がいる。
οὗτος ὁ ὄρνις ἐν Νισύρῳ μάλιστά ἐστι, ποιεῖται δ’ ἐπὶ τῶν πετρῶν τὰς διατριβάς.
この鳥は特にニスロス島におり、岩の上で過ごす。
Τὸ δὲ μέγεθος κοττύφου μὲν ἐλάττων, σπίζης δὲ μείζων μικρῷ.
大きさはクロウタドリより小さく、スピーザよりわずかに大きい。
Μεγαλόπους δέ, καὶ πρὸς τὰς πέτρας προσαναβαίνει.
足が大きく、岩を登る。
Κυανοῦς ὅλος·
全身が青い。
τὸ δὲ ῥύγχος ἔχει λεπτὸν καὶ μακρόν, σκέλη δὲ βραχέα τῇ πίπῳ παρόμοια.
クチバシは細長くて、脚は短く、ピーポーに似ている。
§9.22Ὁ δὲ χλωρίων χλωρὸς ὅλος·
クローリオーンは全身が黄色い。
οὗτος τὸν χειμῶνα οὐχ ὁρᾶται, περὶ δὲ τὰς τροπὰς τὰς θερινὰς φανερὸς μάλιστα γίνεται, ἀπαλλάττεται δ’ ὅταν Ἀρκτοῦρος ἐπιτέλλῃ.
この鳥は冬には姿を見せず、夏至のころに最もよく現れ、アルクトゥールスが昇るころに去る。
Τὸ δὲ μέγεθός ἐστιν ὅσον τρυγών.
大きさはキジバトほどである。
Ὁ δὲ μαλακοκρανεὺς ἀεὶ ἐπὶ τὸ αὐτὸ καθιζάνει, καὶ ἁλίσκεται ἐνταῦθα.
マラコクラネウスは常に同じ場所に止まり、そこで捕らえられる。
Τὸ δὲ εἶδος, κεφαλὴ μὲν μεγάλη χονδρότυπος, τὸ δὲ μέγεθος ἐλάττων κίχλης μικρῷ·
その姿は、頭が大きく骨ばっており、大きさはツグミよりわずかに小さい。
στόμα δ’ εὔρωστον, μικρόν, στρογγύλον·
口は頑丈で小さく、丸い。
τὸ δὲ χρῶμα σποδοειδὴς ὅλος·
色は全身が灰色のようである。
εὔπους δὲ καὶ κακόπτερος.
足は強いが、羽が弱い。
Ἁλίσκεται δὲ μάλιστα γλαυκί.
主にグラウクスを用いて捕らえられる。
§9.23Ἔστι δὲ καὶ πάρδαλος.
パルダロスもいる。
Τοῦτο δὲ τὸ ὄρνεόν ἐστιν ἀγελαῖον ὡς ἐπὶ τὸ πολύ, καὶ οὐκ ἔστι κατὰ ἕνα ἰδεῖν·
この鳥はたいてい群れをなし、一羽で見かけることはない。
τὸ δὲ χρῶμα σποδοειδὴς ὅλος, μέγεθος δὲ παραπλήσιος ἐκείνοις, εὔπους δὲ καὶ οὐ κακόπτερος, φωνὴ δὲ πολλὴ καὶ οὐ βαρεῖα.
色は全身が灰色のようで、大きさはそれらとほぼ同じであり、足が強く、羽は弱くない。 声はよく通り、低くない。
Κολλυρίων δὲ τὰ αὐτὰ ἐσθίει τῷ κοττύφῳ·
コッリュリオーンはクロウタドリと同じものを食べる。
τὸ δὲ μέγεθος καὶ τούτου ταὐτὸν τοῖς πρότερον·
大きさも前の鳥たちと同じである。
ἁλίσκεται δὲ κατὰ χειμῶνα μάλιστα.
主に冬に捕らえられる。
Ταῦτα δὲ πάντα διὰ παντὸς φανερά ἐστιν.
これらの鳥はすべて年間を通じて見られる。
Ἔτι δὲ τὰ κατὰ πόλεις εἰωθότα μάλιστα ζῆν, κόραξ καὶ κορώνη·
さらに、都市の周りで生活することに特によく慣れている、ワタリガラスとハシボソガラスもそうである。
καὶ γὰρ ταῦτ’ ἀεὶ φανερά, καὶ οὐ μεταβάλλει τοὺς τόπους οὐδὲ φωλεύει.
これらも常に姿を見せ、場所を移動することもなく、冬眠することもない。
§9.24Κολοιῶν δ’ ἐστὶν εἴδη τρία, ἓν μὲν ὁ κορακίας·
コクマルガラスには三つの種がある。
οὗτος ὅσον κορώνη, φοινικόρυγχος·
一つはコラキアスであり、これはハシボソガラスほどの大きさで、クチバシが赤い。
ἄλλος ὁ λύκος καλούμενος·
もう一つはリュコスと呼ばれるものである。
ἔτι δ’ ὁ μικρός, ὁ βωμολόχος.
さらに小さい、ボーモロコスがある。
Ἔστι δὲ καὶ ἄλλο γένος κολοιῶν περὶ τὴν Λυδίαν καὶ Φρυγίαν, ὃ στεγανόπουν ἐστίν.
また、リュディアとプリュギアの周辺には、足に水かきがある、コクマルガラスの別の属がある。
§9.25Κορυδάλων δ’ ἐστὶ δύο γένη, ἡ μὲν ἑτέρα ἐπίγειος καὶ λόφον ἔχουσα, ἡ δ’ ἑτέρα ἀγελαία καὶ οὐ σπορὰς ὥσπερ ἐκείνη, τὸ μέντοι χρῶμα ὅμοιον τῇ ἑτέρᾳ ἔχουσα, τὸ δὲ μέγεθος ἔλαττον·
ヒバリには二つの属がある。 一つは地上にいて冠羽を持つものであり、もう一つは群れをなすが、前者のように散らばって生活することはなく、色は前者と似ているが、大きさはそれより小さい。
καὶ λόφον οὐκ ἔχει·
冠羽は持たない。
ἐσθίεται δέ.
食用にされる。

語釈・文法注

  1. 9.20ἀλλ’ ἢ — 「〜以外に(〜を除いて)」を意味する慣用表現。否定語(οὐκ)を伴って「〜以外には何も…ない」という強い限定を表す。
  2. 9.22ὅταν Ἀρκτοῦρος ἐπιτέλλῃ — 接続法現在形(ἐπιτέλλῃ)を伴う ὅταν 節で、恒常的な条件・時間を表す。「アルクトゥールス星が(明け方の東の空に)昇る季節(=秋の初め)になると」という、当時の季節指標を示す。
  3. 9.25σποράς — 形容詞 σποράς(散在する、群れを作らない)の女性複数対格形。先行する女性複数名詞(ここでは省略された κορυδάλους)を修飾し、対照される「群れをなす(ἀγελαία)」特徴と対比されて、単独で散らばって生活する性質を記述している。

この箇所を引用する

アリストテレス, 動物誌 §9.18-9.25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.18-9.25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。