Humanitext Reader

亚里士多德 · 动物志 §9.26-9.31

丘鹬与杜鹃等各种鸟类的习性及寄生繁殖

第 163 段,共 189 段 · 希腊语

内容简介

本章节记录了丘鹬、鹮、角鸮、杜鹃、雨燕、夜鹰和渡鸦等多种鸟类的生态、身体特征及繁殖行为(尤其是杜鹃的寄生繁殖),并提及了它们独特的感应与传达能力。

§9.26Ἀσκαλώπας δ’ ἐν τοῖς κήποις ἁλίσκεται ἕρκεσιν· τὸ μέγεθος ὅσον ἀλεκτορίς, τὸ ῥύγχος μακρόν, τὸ χρῶμα ὅμοιον ἀτταγῆνι· τρέχει δὲ ταχύ, καὶ φιλάνθρωπόν ἐστιν ἐπιεικῶς.
丘鹬在花园中用网捕获;其体型如母鸡,喙长,颜色与花尾榛鸡相似;它奔跑迅速,且相当温顺。
Ὁ δὲ ψάρος ἐστὶ ποικίλος· μέγεθος δ’ ἐστὶν ἡλίκον κόττυφος.
八哥呈斑驳色;其体型如乌鸫般大。
§9.27Αἱ δ’ ἴβιες αἱ ἐν Αἰγύπτῳ εἰσὶ μὲν διτταί, αἱ μὲν λευκαὶ αὐτῶν, αἱ δὲ μέλαιναι.
埃及的鹮有两种:一种是白色的,另一种是黑色的。
Ἐν μὲν οὖν τῇ ἄλλῃ Αἰγύπτῳ αἱ λευκαί· εἰσι, πλὴν ἐν Πηλουσίῳ οὐ γίνονται· αἱ δὲ μέλαιναι ἐν τῇ ἄλλῃ Αἰγύπτῳ οὐκ εἰσίν, ἐν Πηλουσίῳ δ’ εἰσίν.
白色的分布在埃及的其他地方,但在佩鲁西翁没有;黑色的则不在埃及的其他地方,而是在佩鲁西翁。
§9.28Σκῶπες δ’ οἱ μὲν ἀεὶ πᾶσαν ὥραν εἰσί, καὶ καλοῦνται ἀεισκῶπες, καὶ οὐκ ἐσθίονται διὰ τὸ ἄβρωτοι εἶναι· ἕτεροι δὲ γίνονται ἐνίοτε τοῦ φθινοπώρου, φαίνονται δ’ ἐφ’ ἡμέραν μίαν ἢ δύο τὸ πλεῖστον, καὶ εἰσὶν ἐδώδιμοι καὶ σφόδρα εὐδοκιμοῦσιν.
在角鸮中,有些始终存在于每个季节,被称为常在角鸮,它们因不可食用而不被捕食;另一种有时在秋天出现,最多只显现一到两天,它们可食用且极受欢迎。
Καὶ διαφέρουσι τῶν ἀεισκωπῶν καλουμένων οὗτοι ἄλλῳ μὲν ὡς εἰπεῖν οὐδενί, τῷ δὲ πάχει· καὶ οὗτοι μέν εἰσιν ἄφωνοι, ἐκεῖνοι δὲ φθέγγονται.
它们与所谓的常在角鸮几乎没有其他区别,可以说是只在肥胖程度上有所不同;而且后者不鸣叫,而前者会发出声音。
Περὶ δὲ γενέσεως αὐτῶν ἥτις ἐστίν, οὐθὲν ὦπται, πλὴν ὅτι τοῖς ζεφυρίοις φαίνονται· τοῦτο δὲ φανερόν.
关于它们的繁殖,无论其方式如何,都未被观察到,只知道它们在西风吹拂时出现,这是显而易见的。
§9.29Ὁ δὲ κόκκυξ, ὥσπερ εἴρηται ἐν ἑτέροις, οὐ ποιεῖ νεοττιάν, ἀλλ’ ἐν ἀλλοτρίαις τίκτει νεοττιαῖς, μάλιστα μὲν ἐν ταῖς τῶν φαβῶν καὶ ἐν ὑπολαΐδος καὶ κορύδου χαμαί, ἐπὶ δένδρου δ’ ἐν τῇ τῆς χλωρίδος καλουμένης νεοττιᾷ.
如在其他地方所说,杜鹃不筑巢,而是在别人的巢中产卵,在地面上主要是在斑鸠、柳莺和百灵的巢中,在树上则在被称为金翅雀的鸟巢中。
Τίκτει μὲν οὖν ἓν ᾠόν, ἐπῳάζει δ’ οὐκ αὐτός, ἀλλ’ ἐν οὗ αν τέκῃ νεοττιᾷ, οὗτος ὁ ὄρνις ἐκκολάπτει καὶ τρέφει, καὶ ὡς φασίν, ὅταν αὐξάνηται ὁ τοῦ κόκκυγος νεοττός, ἐκβάλλει τὰ αὑτῆς, καὶ ἀπόλλυνται οὕτως.
它只产一个卵,且不亲自孵化,而是在它产卵的那个巢中,由那只鸟孵化并抚养;正如人们所说,当杜鹃的幼鸟长大时,它会排挤宿主自己的雏鸟,使其因此死去。
Οἱ δὲ λέγουσιν ὡς καὶ ἀποκτείνασα ἡ τρέφουσα δίδωσι καταφαγεῖν· διὰ γὰρ τὸ καλὸν εἶναι τὸν τοῦ κόκκυγος νεοττὸν ἀποδοκιμάζει τὰ αὑτῆς.
另一些人说,抚养的母鸟实际上杀死了自己的雏鸟并喂给杜鹃幼鸟;因为杜鹃幼鸟美丽,它便排斥了自己的雏鸟。
Τὰ μὲν οὖν πλεῖστα τούτων ὁμολογοῦσιν αὐτόπται γεγενημένοι τινές· περὶ δὲ τῆς φθορᾶς τῆς τῶν νεοττῶν τῆς ὄρνιθος οὐχ ὡσαύτως πάντες λέγουσιν, ἀλλ’ οἱ μέν φασιν αὐτὸν ἐπιφοιτῶντα τὸν κόκκυγα κατεσθίειν τὰ τῆς ὑποδεξαμένης ὄρνιθος νεόττια, οἱ δὲ διὰ τὸ τῷ μεγέθει ὑπερέχειν τὸν νεοττὸν τοῦ κόκκυγος ὑποκάπτοντα τὰ προσφερόμενα φθάνειν, ὥστε λιμῷ τοὺς ἑτέρους· ἀπόλλυσθαι νεοττούς, οἱ δὲ κρείττω ὄντα ἀποκτιννύναι συντρεφόμενον αὐτοῖς.
对于这些事情的大部分,一些目击者表示赞同;但关于该鸟自身雏鸟的毁灭,并非所有人的说法都一样,有人说杜鹃亲自前来吞食了收留它的鸟的雏鸟,另一些人则说因为杜鹃幼鸟体型庞大,抢先夺走送来的食物,以至于其他雏鸟因饥饿而死,还有人说它因更为强壮而杀死了与其一同抚养的雏鸟。
Δοκεῖ δ’ ὁ κόκκυξ φρόνιμον ποιεῖσθαι τὴν τέκνωσιν· διὰ γὰρ τὸ συνειδέναι αὑτῷ τὴν δειλίαν καὶ ὅτι οὐκ ἂν δύναιτο βοηθῆσαι, διὰ τοῦτο ὥσπερ ὑποβολιμαίους ποιεῖ τοὺς ἑαυτοῦ νεοττούς, ἵνα σωθῶσιν.
杜鹃似乎聪明地进行了繁衍;因为意识到自己的懦弱以及无力保护,它因此将自己的幼鸟当作寄托之子,以便它们能够存活。
Τὴν γὰρ δειλίαν ὑπερβάλλει τοῦτο τὸ ὄρνεον· τίλλεται γὰρ ὑπὸ τῶν μικρῶν ὀρνέων, καὶ φεύγει αὐτά.
因为这种鸟极其懦弱;它甚至会被小鸟拔毛,并躲避它们。
§9.30Οἱ δ’ ἄποδες, οὓς καλοῦσί τινες κυψέλους, ὅτι μὲν ὅμοιοι ταῖς χελιδόσιν εἰσίν, εἴρηται πρότερον· οὐ γὰρ ῥᾴδιον γνῶναι πρὸς τὴν χελιδόνα, πλὴν τῷ τὴν κνήμην ἔχειν δασεῖαν.
被称为雨燕(有些人称为线燕)的鸟与燕子相似,这在前面已经说过;除了腿部有浓密的羽毛外,很难与燕子区分。
Οὗτοι νεοττεύουσιν ἐν κυψελίσιν ἐκ πηλοῦ πεπλασμέναις μακραῖς, ὅσον εἴσδυσιν ἐχούσαις.
它们在用泥土塑成的细长、仅留有入口的巢中筑巢。
Ἐν στεγνῷ δὲ ποιεῖται τὰς νεοττιὰς ὑπὸ πέτραις καὶ σπηλαίοις, ὥστε καὶ τὰ θηρία καὶ τοὺς ἀνθρώπους διαφεύγειν.
它们在岩石下和洞穴中干燥的地方筑巢,从而避开野兽和人类。
Ὁ δὲ καλούμενος αἰγοθήλας ἔστι μὲν ὀρεινός, τὸ δὲ μέγεθος κοττύφου μὲν μικρῷ μείζων, κόκκυγος δ’ ἐλάττων.
被称为夜鹰的鸟生活在山区,体型比乌鸫略大,比杜鹃小。
Τίκτει μὲν οὖν ᾠὰ δύο ἢ τρία τὸ πλεῖστον, τὸ δὲ ἦθός ἐστι βλακικός.
它产两个或最多三个卵,性格愚笨。
Θηλάζει δὲ τὰς αἶγας προσπετόμενος, ὅθεν καὶ τοὔνομ’ εἴληφεν· φασὶ δ’, ὅταν θηλάσῃ τὸν μαστόν, ἀποσβέννυσθαί τε καὶ τὴν αἶγα ἀποτυφλοῦσθαι.
它飞向山羊并吸食其乳汁,这也正是它名字的由来;据说,当它吸食乳房时,乳房会干涸,且山羊会失明。
Ἔστι δ’ οὐκ ὀξυωπὸς τῆς ἡμέρας, ἀλλὰ τῆς νυκτὸς βλέπει.
它在白天视力不佳,但在夜间能看见。
§9.31Οἱ δὲ κόρακες ἐν τοῖς μικροῖς χωρίοις, καὶ ὅπου μὴ ἱκανὴ τροφὴ πλείοσι, δύο μόνοι γίνονται· καὶ τοὺς ἑαυτῶν νεοττούς, ὅταν οἷοί τ’ ὦσιν ἤδη πέτεσθαι, τὸ μὲν πρῶτον ἐκβάλλουσιν, ὕστερον δὲ καὶ ἐκ τοῦ τόπου ἐκδιώκουσιν.
渡鸦在狭小的地区以及没有足够食物供多只生存的地方,仅成双活动;而它们自己的雏鸟,一旦能够飞行,它们起初会将其赶出巢外,随后还会将其驱逐出该地区。
Τίκτει δ’ ὁ κόραξ καὶ τέτταρα καὶ πέντε.
渡鸦产四到五个卵。
Περὶ δὲ τοὺς χρόνους ἐν οἷς ἀπώλοντο οἱ Μηδίου ξένοι ἐν Φαρσάλῳ, ἐρημία ἐν τοῖς τόποις τοῖς περὶ Ἀθήνας καὶ Πελοπόννησον ἐγένετο κοράκων, ὡς ἐχόντων αἴσθησίν τινα τῆς παρ’ ἀλλήλων δηλώσεως.
在美迪乌斯的客人们在法萨卢斯丧生的那个时期,雅典和伯罗奔尼撒周围的地方出现了渡鸦绝迹的情况,这似乎是因为它们对彼此之间的信息传递有某种感应。

词汇与语法注释

  1. §9.28διὰ τὸ ἄβρωτοι εἶναι — 介词 `διὰ` 后面跟着动名词(属格不定式)`τὸ εἶναι`(是),而形容词 `ἄβρωτοι`(不可食用的)作为补语以主格复数形式出现。因为不定式的逻辑主语与主句的主语 `σκῶπες` 一致,所以使用主格补语而非宾格。
  2. §9.29ἐν οὗ ἂν τέκῃ νεοττιᾷ — 关系词吸引(attraction)及关系从句倒装。本应为 `ἐν τῇ νεοττιᾷ ἐν ᾗ ἂν τέκῃ`(在它可能产卵的巢中),此处关系副词/代词 `οὗ` 被直接置于先行词 `νεοττιᾷ` 之前,形成紧凑的介词短语。`ἂν` 结合虚拟语气表示未来不确定的泛指条件。
  3. §9.29ὑποκάπτοντα τὰ προσφερόμενα φθάνειν — 动词 `φθάνω`(抢先/先于,此处为不定式 `φθάνειν`)伴随分词 `ὑποκάπτοντα`(抢夺,现在分词宾格),构成“抢先做某事”的惯用句式。分词的主语是杜鹃的幼鸟(`τὸν νεοττόν`,即该不定式句子的宾格主语)。

引用这一段

亚里士多德, 动物志 §9.26-9.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.26-9.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。