§9.2Τῶν δ’ ἰχθύων οἱ μὲν συναγελάζονται μετ’ ἀλλήλων καὶ φίλοι εἰσίν, οἱ δὲ μὴ συναγελαζόμενοι πολέμιοι.
在鱼类中,有些成群结队生活,彼此友好,而不成群的则是敌对的。
Ἀγελάζονται δ’ οἱ μὲν κυοῦντες, ἔνιοι δ’ ὅταν ἐκτέκωσιν.
有些在怀孕时成群,有些则在产卵后成群。
Ὅλως δ’ ἀγελαῖά ἐστι τὰ τοιάδε, θυννίδες, μαινίδες, κωβιοί, βῶκες, σαῦροι, κορακῖνοι, σινόδοντες, τρίγλαι, σφύραιναι, ἀνθίαι, ἐλεγῖνοι, ἀθερῖνοι, σαργῖνοι, βελόναι, τευθοί, ἰουλίδες, πηλαμύδες, σκόμβροι, κολίαι.
总的来说,以下这些是群居鱼类:金枪鱼、迈尼斯鱼、虾虎鱼、牛眼鲷、竹荚鱼、科拉基诺斯鱼、狗齿鲷、红鲻鱼、金梭鱼、花鲈鱼、埃莱吉诺斯鱼、银汉鱼、萨尔戈鱼、针鱼、鱿鱼、彩虹鲷、齿鲣、鲭鱼和西班牙鲭。
Τούτων δ’ ἔνιά ἐστιν οὐ μόνον ἀγελαῖα ἀλλὰ καὶ σύζυγα· τὰ γὰρ λοιπὰ συνδυάζεται μὲν ἅπαντα, τὰς δ’ ἀγέλας ποιοῦνται κατ’ ἐνίους καιρούς, ὥσπερ εἴρηται, ὅταν κύωσιν, ἔνια δὲ καὶ ὅταν τέκωσιν.
在这些鱼中,有些不仅群居,而且成对生活;因为其余的虽然都会成对,但只在某些特定的时期成群,如前所述,即在它们怀孕时,有些也在产卵后。
Λάβραξ δὲ καὶ κεστρεὺς πολεμιώτατοι ὄντες κατ’ ἐνίους καιροὺς συναγελάζονται ἀλλήλοις· συναγελάζονται γὰρ πολλάκις οὐ μόνον τὰ ὁμόγονα, ἀλλὰ καὶ οἷς ἡ αὐτὴ καὶ ἡ παραπλήσιός ἐστι νομή, ἂν ᾖ ἄφθονος.
鲈鱼和鲻鱼虽然极其敌对,但也会在某些时期成群结队;因为不仅同类的鱼会成群,而且如果食物充足,那些拥有相同或相似捕食场所的鱼也会成群。
Ζῶσι δὲ πολλάκις ἀφῃρημένοι οἱ κεστρεῖς τὴν κέρκον καὶ οἱ γόγγροι μέχρι τῆς ἐξόδου τῆς περιττώσεως· ἀπεσθίεται δ’ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης.
鲻鱼在失去尾巴后往往仍能存活,康吉鳗在失去排泄口以前的部分后也能存活;鲻鱼的尾巴是被鲈鱼咬掉的,而康吉鳗则是被海鳝咬掉的。
Ὁ δὲ πόλεμός ἐστι τοῖς κρείττοσι πρὸς τοὺς ἥττους· κατεσθίει γὰρ ὁ κρείττων.
这种战争是强者对弱者进行的;因为强者会吃掉弱者。
Καὶ περὶ μὲν τῶν θαλαττίων ταῦτα.
关于海洋动物的情况就是这些。
§9.3Τὰ δ’ ἤθη τῶν ζῴων, ὥσπερ εἴρηται πρότερον, διαφέρει κατά τε δειλίαν καὶ πραότητα καὶ ἀνδρίαν καὶ ἡμερότητα καὶ νοῦν τε καὶ ἄνοιαν.
动物的习性,正如前面所说,在胆怯、温顺、勇敢、驯服以及聪明和愚蠢方面存在差异。
Τό τε γὰρ τῶν προβάτων ἦθος, ὥσπερ λέγεται, εὔηθες καὶ ἀνόητον· πάντων γὰρ τῶν τετραπόδων κάκιστόν ἐστι, καὶ ἕρπει εἰς τὰς ἐρημίας πρὸς οὐδέν, καὶ πολλάκις χειμῶνος ὄντος ἐξέρχεται ἔνδοθεν, καὶ ὅταν ὑπὸ νιφετοῦ ληφθῶσιν, ἂν μὴ κινήσῃ ὁ ποιμήν, οὐκ ἐθέλουσιν ἀπιέναι, ἀλλ’ ἀπόλλυνται καταλειπόμενα, ἐὰν μὴ ἄρρενας κομίσωσιν οἱ ποιμένες· τότε δ’ ἀκολουθοῦσιν.
因为绵羊的习性,正如人们所说,是单纯而愚蠢的;在所有的四足动物中,它是最差的,会无缘无故地走向荒野,而且常常在冬天从棚内走出去。 当它们遇到暴雪时,除非牧羊人驱赶它们,否则它们不肯离去,而是留在原地冻死,除非牧羊人带来公羊;那时它们才会跟随。
Τῶν δ’ αἰγῶν ὅταν τις μιᾶς λάβῃ τὸ ἄκρον τοῦ ἠρύγγου (ἔστι δ’ οἷον θρίξ), αἱ ἄλλαι ἑστᾶσιν ὥσπερ μεμωρωμέναι βλέπουσαι εἰς ἐκείνην.
对于山羊,如果有人抓住其中一只胡须的尖端(那就像一根头发),其他的山羊就会像变傻了一样,呆立着看着它。
Ἐγκαθεύδειν δὲ ψυχρότεραι ὄϊες αἰγῶν· αἱ γὰρ αἶγες μᾶλλον ἡσυχάζουσι καὶ προσέρχονται πρὸς τοὺς ἀνθρώπους· εἰσὶ δ’ αἱ αἶγες δυσριγότεραι τῶν ὀΐων.
而在寒冷中入睡方面,绵羊比山羊更耐寒;因为山羊更安静,更接近人类;但山羊比绵羊更容易怕冷。
Διδάσκουσι δ’ οἱ ποιμένες τὰ πρόβατα συνθεῖν ὅταν ψοφήσῃ· ἐὰν γὰρ βροντήσαντος ὑπολειφθῇ τις καὶ μὴ συνδράμῃ, ἐκτιτρώσκει, ἐὰν τύχῃ κύουσα· διὸ ἐὰν ψοφῇ, ἐν τῇ οἰκίᾳ συνθέουσι διὰ τὸ ἔθος.
牧羊人教导绵羊在发出声音时聚集在一起;因为如果在打雷时有羊落单且没有聚集在一起,如果它恰好怀孕了,就会流产;因此,如果发出声音,由于习惯,它们会在棚内聚集在一起。
Ἀπόλλυνται δὲ καὶ οἱ ταῦροι, ὅταν ἀτιμαγελήσαντες ἀποπλανηθῶσιν, ὑπὸ θηρίων.
而且,公牛在脱离牛群迷失方向时,也会被野兽捕杀。
Κατάκεινται δ’ αἱ ὄϊες καὶ αἱ αἶγες ἀθρόαι κατὰ συγγένειαν· ὅταν δ’ ὁ ἥλιος τραπῇ θᾶττον, φασὶν οἱ ποιμένες οὐκέτι ἀντιβλεπούσας κατακεῖσθαι τὰς αἶγας, ἀλλ’ ἀπεστραμμένας ἀπ’ ἀλλήλων.
绵羊和山羊会按照亲缘关系聚在一起躺下;当太阳西斜时,牧羊人说山羊躺下时不再互相对视,而是背对彼此。
§9.4Αἱ δὲ βόες καὶ νέμονται καθ’ ἑταιρείας καὶ συνηθείας, κἂν μία ἀποπλανηθῇ, ἀκολουθοῦσιν αἱ ἄλλαι· διὸ καὶ οἱ βουκόλοι, ἐὰν μίαν μὴ εὕρωσιν, εὐθὺς πάσας ἐπιζητοῦσιν.
而母牛根据同伴关系和熟悉程度一起放牧,如果有一只走失,其他的就会跟随;因此,牧牛人如果找不到一只,就会立刻寻找所有的牛。
Τῶν δ’ ἵππων αἱ σύννομοι, ὅταν ἡ ἑτέρα ἀπόληται, ἐκτρέφουσι τὰ πωλία ἀλλήλων.
在马匹中,同居一处的伙伴在另一匹马死后,会互相抚养对方的幼驹。
Καὶ ὅλως γε δοκεῖ τὸ τῶν ἵππων γένος εἷναι φύσει φιλόστοργον.
总的来说,马这类动物在天性上似乎是非常慈爱的。
Σημεῖον δέ· πολλάκις γὰρ αἱ στέριφαι ἀφαιρούμεναι τὰς μητέρας τὰ πωλία αὐταὶ στέργουσι, διὰ δὲ τὸ μὴ ἔχειν γάλα διαφθείρουσιν.
一个证据是:不育的母马常常从母亲那里夺走幼驹,自己加以疼爱,但由于没有母乳,导致幼驹夭折。