Humanitext Reader

アリストテレス · 動物誌 §9.14-9.17

カワセミの巣の構造と各種小鳥の営巣習性

161 / 189 箇所 · ギリシア語

要旨

カワセミの特殊な巣の構造や生態、ヤツガシラやシジュウカラなど諸々の小鳥の営巣習慣、繁殖、習性、そして身体的特徴について記述されている。

§9.14Ἡ δ’ ἁλκυὼν ἔστι μὲν οὐ πολλῷ μείζων στρουθοῦ, τὸ δὲ χρῶμα καὶ κυανοῦν ἔχει καὶ χλωρὸν καὶ ὑποπόρφυρον· μεμιγμένως δὲ τοιοῦτον τὸ σῶμα πᾶν καὶ αἱ πτέρυγες καὶ τὰ περὶ τὸν τράχηλον, οὐ χωρὶς ἕκαστον τῶν χρωμάτων·
カワセミはスズメよりそれほど大きくはなく、その色は暗青色、薄黄色、そしてやや紫色を帯びており、これらが混ざり合って全身、翼、首の周りを覆っていて、それぞれの色が分かれているわけではない。
τὸ δὲ ῥύγχος ὑπόχλωρον μέν, μακρὸν δὲ καὶ λεπτόν.
クチバシはやや薄緑色で、長くて細い。
Τὸ μὲν οὖν εἶδος ἔχει τοιοῦτον, ἡ δὲ νεοττιὰ παρομοία ταῖς σφαίραις ταῖς θαλαττίαις ἐστὶ καὶ ταῖς καλουμέναις ἁλοσάχναις, πλὴν τοῦ χρώματος·
姿はこのようであるが、その巣は、色を除けば、海の球状の物体や「アロサクネー」と呼ばれるものに酷似している。
τὴν δὲ χρόαν ὑπόπυρρον ἔχουσιν, τὸ δὲ σχῆμα παραπλήσιον ταῖς σικύαις ταῖς ἐχούσαις τοὺς τραχήλους μακρούς.
巣の色はやや赤みを帯びており、形は首の長い瓢箪に非常に似ている。
Τὸ δὲ μέγεθος αὐτῶν ἐστὶ τῆς μεγίστης σπογγιᾶς μεῖζον·
その大きさは、最大の海綿よりも大きい。
εἰσὶ γὰρ καὶ μείζους καὶ ἐλάττους·
というのも、より大きいものもあれば、より小さいものもあるからである。
κατάστεγοι δέ, καὶ τὸ στερεὸν ἔχουσι συχνὸν καὶ τὸ κοῖλον.
また覆われており、中実の部分と空洞の部分が少なからずある。
Καὶ κόπτοντι μὲν σιδηρίῳ ὀξεῖ οὐ ταχὺ διακόπτεται, ἅμα δὲ κόπτοντι καὶ ταῖς χερσὶ θραύοντι παχὺ διαθραύεται, ὥσπερ ἡ ἁλοσάχνη.
鋭い鉄器で切り裂こうとしても容易には切れないが、同時に叩きつつ手で砕こうとすると、アロサクネーのように、ぼろぼろに砕ける。
Τὸ δὲ στόμα στενὸν ὅσον εἴσδυσιν μικράν, ὥστ’ οὐδ’ ἂν ἀνατραπῇ ἡ θάλαττα, οὐκ εἰσέρχεται.
入り口は小さな潜り戸ほどに狭く、そのため、海が荒れてひっくり返っても、水が入ることはない。
Τὰ δὲ κοῖλα παραπλήσια ἔχει τοῖς τῶν σπόγγων.
空洞の部分は海綿の空洞に似ている。
Ἀπορεῖται δ’ ἐκ τίνος συντίθησι τὴν νεοττιάν, δοκεῖ δὲ μάλιστα ἐκ τῶν ἀκανθῶν τῆς βελόνης· ζῇ γὰρ ἰχθυοφαγοῦσα.
何からその巣を作っているのかは疑問とされているが、魚を食べて生きていることから、主にヨウジウオの骨から作っていると考えられている。
Ἀναβαίνει δὲ καὶ ἀνὰ τοὺς ποταμούς.
この鳥は川をさかのぼることもある。
Τίκτει δὲ περὶ πέντε μάλιστα ᾠά.
卵はおよそ五個産む。
Λοχεύεται δὲ διὰ βίου, ἄρχεται δὲ τετράμηνος.
生涯にわたって繁殖し、生後四ヶ月でそれを始める。
§9.15Ὁ δ’ ἔποψ τὴν νεοττιὰν μάλιστα ποιεῖται ἐκ τῆς ἀνθρωπίνης κόπρου·
ヤツガシラは巣を主として人間の糞から作る。
τὴν δ’ ἰδέαν μεταβάλλει τοῦ θέρους καὶ τοῦ χειμῶνος, ὥσπερ καὶ τῶν ἄλλων ἀγρίων τὰ πλεῖστα.
また、夏と冬でその姿を変えるが、これは他の野生動物の大部分と同様である。
Ὁ δ’ αἰγίθαλος τίκτει μὲν ᾠὰ πλεῖστα, ὡς φασίν.
シジュウカラは、言われているところでは、最も多くの卵を産む。
Ἔνιοι δὲ καὶ τὸν μελαγκόρυφον καλούμενόν φασι πλεῖστα τίκτειν μετά γε τὸν ἐν Λιβύῃ στρουθόν·
ある人々は、いわゆるメランコリュポスが、リビアのダチョウに次いで最も多く産むと言っている。
ἑώραται μὲν γὰρ καὶ ἑπτακαίδεκα, τίκτει μέντοι καὶ πλείω ἢ εἴκοσιν.
実際、十七個観察されたこともあるが、二十個以上産むこともある。
Τίκτει δ’ ἀεὶ περιττά, ὡς φασίν.
そして常に奇数個産むと言われている。
Νεοττεύει δὲ καὶ οὗτος ἐν τοῖς δένδρεσι, καὶ βόσκεται τοὺς σκώληκας.
この鳥もまた木の中に巣を作り、虫を食べる。
Ἴδιον δὲ τούτῳ καὶ ἀηδόνι παρὰ τοὺς ἄλλους ὄρνιθας τὸ μὴ ἔχειν τῆς γλώττης τὸ ὀξύ.
他の鳥たちと異なり、この鳥とサヨナキドリに特有なのは、舌の先端が尖っていないことである。
Ὁ δ’ αἴγιθος εὐβίοτος καὶ πολύτεκνος, τὸν δὲ πόδα χωλός ἐστιν.
アイギトスは暮らしぶりがよく子沢山であるが、片足が不自由である。
Χλωρίων δὲ μαθεῖν μὲν ἀγαθὸς καὶ βιομήχανος, κακοπέτης δέ, καὶ χρόαν ἔχει μοχθηράν.
クローリオーンは、学習能力が高く、生活手段に富んでいるが、飛行が下手で、その色は見劣りする。
§9.16Ἡ δ’ ἐλέα, ὥσπερ ἄλλος τις τῶν ὀρνίθων, εὐβίοτος, καὶ καθίζει θέρους μὲν ἐν προσηνέμῳ καὶ σκιᾷ, χειμῶνος δ’ ἐν εὐηλίῳ καὶ ἐπισκεπεῖ ἐπὶ τῶν δονάκων περὶ τὰ ἕλη.
エレアは、他のどの鳥にも劣らず生活力が強く、夏には風通しがよくて日陰のある場所に、冬には日当たりがよくて風の遮られた湿地近くの葦の上に静止している。
Ἔστι δὲ τὸ μὲν μέγεθος βραχύς, φωνὴν δ’ ἔχει ἀγαθήν.
体の大きさは小さいが、良い声を持っている。
Καὶ ὁ γνάφαλος καλούμενος τήν τε φωνὴν ἔχει ἀγαθὴν καὶ τὸ χρῶμα καλός, καὶ βιομήχανος, καὶ τὸ εἶδος εὐπρεπής.
また、いわゆるグナパロスも、良い声を持ち、色も美しく、生活手段に富んでおり、姿も端麗である。
Δοκεῖ δ’ εἶναι ξενικὸς ὄρνις·
外来の鳥であると考えられている。
ὀλιγάκις γὰρ φαίνεται ἐν τοῖς μὴ οἰκείοις τόποις.
というのも、本来の生息地でない場所では滅多に見られないからである。
§9.17Ἡ δὲ κρὲξ τὸ μὲν ἦθος μάχιμος, τὴν δὲ διάνοιαν εὐμήχανος πρὸς τὸν βίον, ἄλλως δὲ κακόποτμος ὄρνις.
クレクスは、性質は好戦的であり、知能の面では生活するのに機知に富んでいるが、その他の点では不吉な鳥である。
Ἡ δὲ καλουμένη σίττη τὸ μὲν ἦθος μάχιμος, τὴν δὲ διάνοιαν εὔθικτος καὶ εὐθήμων καὶ εὐβίοτος, καὶ λέγεται φαρμάκεια εἶναι διὰ τὸ πολύιδρις εἶναι·
いわゆるシッテは、性質は好戦的であり、知能の面では俊敏で几帳面、かつ生活力が強く、その博識さゆえに魔術師であると言われている。
πολύγονος δὲ καὶ εὔτεκνος, καὶ ζῇ ὑλοκοποῦσα.
多産で、子育てが上手く、木を叩いて生活している。
Αἰγωλιὸς δ’ ἐστὶ νυκτινόμος καὶ ἡμέρας ὀλιγάκις φαίνεται, καὶ οἰκεῖ καὶ οὗτος πέτρας καὶ σπήλυγγας·
アイゴリオスは夜行性で、昼間はめったに姿を見せない。 この鳥もまた岩や洞窟に住む。
ἔστι γὰρ δίθαλλος, τὴν δὲ διάνοιαν βιωτικὸς καὶ εὐμήχανος.
実際、この鳥は二倍の精力を持つが、知能の面では生活力があり機知に富んでいる。
Ἔστι δέ τι ὀρνίθιον μικρὸν ὃ καλεῖται κέρθιος·
ケルティオスと呼ばれる小さな鳥がいる。
οὗτος τὸ μὲν ἦθος θρασύς, καὶ οἰκεῖ περὶ δένδρα, καὶ ἔστι θριποφάγος, τὴν δὲ διάνοιαν εὐβίοτος, καὶ τὴν φωνὴν ἔχει λαμπράν.
この鳥は、性質は勇敢であり、木の周りに住んで木喰い虫を食べ、知能の面では生活力が強く、澄んだ声を持っている。
Αἱ δ’ ἀκανθίδες κακόβιοι καὶ κακόχροοι, φωνὴν μέντοι λιγυρὰν ἔχουσιν.
アカンティスたちは、暮らしぶりが貧しく、色も悪いが、澄んだ声を持っている。

語釈・文法注

  1. §9.14κόπτοντι μὲν σιδηρίῳ ὀξεῖ — 与格分詞 `κόπτοντι`(および後続の `θραύοντι`)は、行為を行う一般の主体を指す与格(関係の与格、または条件を表す)であり、「(人が)〜しようとするとき」を意味する。
  2. §9.14λοχεύεται δὲ διὰ βίου — `λοχεύεται` は「出産する」「繁殖する」を意味する。`διὰ βίου`(生涯を通じて)は、この鳥の寿命が短く、その短い生涯の間絶えず繁殖することを指している。
  3. §9.15μετά γε τὸν ἐν Λιβύῃ στρουθόν — ここでの `στρουθός` は一般的なスズメではなく、形容詞句 `τὸν ἐν Λιβύῃ`(リビアの〜)を伴うことで「リビアの鳥」すなわち「ダチョウ」を指している。
  4. §9.17δίθαλλος — 写本によっては `δίδυμος`(双子の、二重の)とも読まれるが、`δίθαλλος`(または `δίθαλος`)は「二倍の生気がある」「二つの生活様式(または季節)を持つ」などの意味で解釈される。

この箇所を引用する

アリストテレス, 動物誌 §9.14-9.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.14-9.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。