Humanitext Reader

亚里士多德 · 动物志 §9.18-9.25

鹭与乌鸫等多种鸟类的分类与习性

第 162 段,共 189 段 · 希腊语

内容简介

详细记述了鹭、乌鸫、鸫、库阿诺斯、黄鹂、寒鸦、百灵等多种鸟类的分类、生态、外貌特征及栖息地。

§9.18Τῶν δ’ ἐρωδιῶν ὁ μὲν πέλλος, ὥσπερ εἴρηται, ὀχεύει μὲν χαλεπῶς, εὐμήχανος δὲ καὶ δειπνοφόρος καὶ ἔπαγρος, ἐργάζεται δὲ τὴν ἡμέραν· τὴν μέντοι χρόαν ἔχει φαύλην καὶ τὴν κοιλίαν ἀεὶ ὑγράν.
在鹭类中,被称为佩罗斯的一种,如前所述,交配困难,但它足智多谋,善于运送食物,捕猎能力强,且在白天劳作;然而,它的颜色难看,肚子总是稀烂。
Τῶν δὲ λοιπῶν δύο (τρία γὰρ γένη ἐστὶν αὐτῶν) ὁ μὲν λευκὸς τήν τε χρόαν ἔχει καλήν, καὶ ὀχεύει ἀσινῶς, καὶ νεοττεύει καὶ τίκτει καλῶς ἐπὶ τῶν δένδρων, νέμεται δ’ ἕλη καὶ λίμνας καὶ πεδία καὶ λειμῶνας.
在剩下的两种中(因为它们有三个属),白色的那只颜色美丽,交配顺利,在树上筑巢并产卵良好,在湿地、湖泊、平原和草地中觅食。
Ὁ δ’ ἀστερίας ὁ ἐπικαλούμενος ὄκνος μυθολογεῖται μὲν γενέσθαι ἐκ δούλων τὸ ἀρχαῖον, ἔστι δὲ κατὰ τὴν ἐπωνυμίαν τούτων ἀργότατος.
被称为奥克纳斯(即“懒汉”)的阿斯特里亚斯,在神话中据说古时是由奴隶变成的,正如其别名,是这些鹭中最懒惰的。
Οἱ μὲν οὖν ἐρωδιοὶ τοῦτον βιοῦσι τὸν τρόπον, ἡ δὲ καλουμένη φῶϋξ ἴδιον ἔχει πρὸς τἆλλα· μάλιστα γάρ ἐστι ὀφθαλμοβόρος τῶν ὀρνίθων.
鹭类的生活方式就是如此,而被称为波尤克斯的鸟与其他鸟相比有其独特的特征;因为在鸟类中它是最喜欢啄人眼睛的。
Πολέμιος δὲ τῇ ἅρπῃ· καὶ γὰρ ἐκείνη ὁμοιοβίοτος.
它是哈尔佩的敌人;因为那只鸟也过着相似的生活。
§9.19Τῶν δὲ κοττύφων δύο γένη ἐστίν, ὁ μὲν ἕτερος μέλας καὶ πανταχοῦ ὤν, ὁ δ’ ἕτερος ἔκλευκος, τὸ δὲ μέγεθος ἴσος ἐκείνῳ, καὶ ἡ φωνὴ παραπλησία ἐκείνῳ· ἔστι δ’ οὗτος ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, ἄλλοθι δ’ οὐδαμοῦ.
乌鸫有两个属:一种是黑色的且无处不在,另一种是白色的,体型与前者相同,声音也与前者相似;后者只存在于阿卡迪亚的库勒涅,其他地方都没有。
Τούτων ὅμοιος τῷ μέλανι κοττύφῳ ἐστὶ λαιός, τὸ μέγεθος μικρῷ ἐλάττων· οὗτος ἐπὶ τῶν πετρῶν καὶ ἐπὶ τῶν κεράμων τὰς διατριβὰς ποιεῖται, τὸ δὲ ῥύγχος οὐ φοινικοῦν ἔχει καθάπερ ὁ κόττυφος.
在这些鸟中,与黑色乌鸫相似的是莱奥斯,体型略小;它常在岩石和瓦片上活动,它的喙不像乌鸫那样是红色的。
§9.20Κιχλῶν δ’ εἴδη τρία, ἡ μὲν ἰξοβόρος· αὕτη δ’ οὐκ ἐσθίει ἀλλ’ ἢ ἰξὸν καὶ ῥητίνην, τὸ δὲ μέγεθος ὅσον κίττα ἐστίν.
鸫类有三个种:第一种是伊克索波罗斯;它除了槲寄生和树脂外什么都不吃,体型和松鸦一样大。
Ἑτέρα τριχάς· αὕτη δ’ ὀξὺ φθέγγεται, τὸ δὲ μέγεθος ὅσον κόττυφος.
第二种是特里卡斯;它发出尖锐的叫声,体型和乌鸫一样大。
Ἄλλη δ’ ἣν καλοῦσί τινες ἰλιάδα, ἐλαχίστη τε τούτων καὶ ἧττον ποικίλη.
另一种被某些人称为伊里亚斯,是其中最小的,且斑纹较少。
§9.21Ἔστι δέ τις πετραῖος ᾧ ὄνομα κύανος· οὗτος ὁ ὄρνις ἐν Νισύρῳ μάλιστά ἐστι, ποιεῖται δ’ ἐπὶ τῶν πετρῶν τὰς διατριβάς.
有一种生活在岩石间的鸟,名字叫库阿诺斯;这种鸟主要在尼西罗斯,在岩石上活动。
Τὸ δὲ μέγεθος κοττύφου μὲν ἐλάττων, σπίζης δὲ μείζων μικρῷ.
它的体型比乌鸫小,比斯皮扎略大。
Μεγαλόπους δέ, καὶ πρὸς τὰς πέτρας προσαναβαίνει.
它的脚很大,在岩石上攀爬。
Κυανοῦς ὅλος· τὸ δὲ ῥύγχος ἔχει λεπτὸν καὶ μακρόν, σκέλη δὲ βραχέα τῇ πίπῳ παρόμοια.
它全身是蓝色的;喙细而长,腿短,与皮波相似。
§9.22Ὁ δὲ χλωρίων χλωρὸς ὅλος· οὗτος τὸν χειμῶνα οὐχ ὁρᾶται, περὶ δὲ τὰς τροπὰς τὰς θερινὰς φανερὸς μάλιστα γίνεται, ἀπαλλάττεται δ’ ὅταν Ἀρκτοῦρος ἐπιτέλλῃ.
克洛里翁全身呈黄色;它在冬天看不见,在夏至前后最容易出现,在 Arcturus(大角星)升起时离开。
Τὸ δὲ μέγεθός ἐστιν ὅσον τρυγών.
它的体型和斑鸠一样大。
Ὁ δὲ μαλακοκρανεὺς ἀεὶ ἐπὶ τὸ αὐτὸ καθιζάνει, καὶ ἁλίσκεται ἐνταῦθα.
马拉科克拉内乌斯总是停留在同一个地方,并在此处被捕获。
Τὸ δὲ εἶδος, κεφαλὴ μὲν μεγάλη χονδρότυπος, τὸ δὲ μέγεθος ἐλάττων κίχλης μικρῷ· στόμα δ’ εὔρωστον, μικρόν, στρογγύλον· τὸ δὲ χρῶμα σποδοειδὴς ὅλος· εὔπους δὲ καὶ κακόπτερος.
在外观上,它的头大而骨感,体型比鸫略小;嘴强壮、小而圆;颜色全身呈灰色;它的脚强壮但翅膀软弱。
Ἁλίσκεται δὲ μάλιστα γλαυκί.
它主要通过格劳克斯被捕获。
§9.23Ἔστι δὲ καὶ πάρδαλος.
还有帕尔达洛斯。
Τοῦτο δὲ τὸ ὄρνεόν ἐστιν ἀγελαῖον ὡς ἐπὶ τὸ πολύ, καὶ οὐκ ἔστι κατὰ ἕνα ἰδεῖν· τὸ δὲ χρῶμα σποδοειδὴς ὅλος, μέγεθος δὲ παραπλήσιος ἐκείνοις, εὔπους δὲ καὶ οὐ κακόπτερος, φωνὴ δὲ πολλὴ καὶ οὐ βαρεῖα.
这种鸟大多成群结队,无法看到单只;在颜色上全身呈灰色,体型与那些非常相似,脚强壮且翅膀不弱,声音多而不低沉。
Κολλυρίων δὲ τὰ αὐτὰ ἐσθίει τῷ κοττύφῳ· τὸ δὲ μέγεθος καὶ τούτου ταὐτὸν τοῖς πρότερον· ἁλίσκεται δὲ κατὰ χειμῶνα μάλιστα.
科里里翁吃和乌鸫一样的食物;它的体型也与前面的相同;它主要在冬天被捕获。
Ταῦτα δὲ πάντα διὰ παντὸς φανερά ἐστιν.
所有这些鸟整年都可见。
Ἔτι δὲ τὰ κατὰ πόλεις εἰωθότα μάλιστα ζῆν, κόραξ καὶ κορώνη· καὶ γὰρ ταῦτ’ ἀεὶ φανερά, καὶ οὐ μεταβάλλει τοὺς τόπους οὐδὲ φωλεύει.
此外,那些习惯于主要在城市周围生活的鸟,即渡鸦和乌鸦;因为这些也总是可见,既不改变它们的地方,也不冬眠。
§9.24Κολοιῶν δ’ ἐστὶν εἴδη τρία, ἓν μὲν ὁ κορακίας· οὗτος ὅσον κορώνη, φοινικόρυγχος· ἄλλος ὁ λύκος καλούμενος· ἔτι δ’ ὁ μικρός, ὁ βωμολόχος.
寒鸦有三个种:一种是科拉基亚斯;它和乌鸦一样大,红嘴;另一种被称为柳科斯;还有一种是小的,即波莫洛科斯。
Ἔστι δὲ καὶ ἄλλο γένος κολοιῶν περὶ τὴν Λυδίαν καὶ Φρυγίαν, ὃ στεγανόπουν ἐστίν.
在吕底亚和弗里吉亚周围还有另一种寒鸦,它是蹼足的。
§9.25Κορυδάλων δ’ ἐστὶ δύο γένη, ἡ μὲν ἑτέρα ἐπίγειος καὶ λόφον ἔχουσα, ἡ δ’ ἑτέρα ἀγελαία καὶ οὐ σπορὰς ὥσπερ ἐκείνη, τὸ μέντοι χρῶμα ὅμοιον τῇ ἑτέρᾳ ἔχουσα, τὸ δὲ μέγεθος ἔλαττον· καὶ λόφον οὐκ ἔχει· ἐσθίεται δέ.
百灵鸟有两个属:一种是陆栖的且有冠羽,另一种是成群的,不像前者那样散居,虽然颜色与前者相似,但体型较小;它没有冠羽;它是可食用的。

词汇与语法注释

  1. 9.20ἀλλ’ ἢ — 意为“除……之外”的惯用表达。伴随否定词(οὐκ),表示强烈的限定:“除了……之外不吃任何东西”。
  2. 9.22ὅταν Ἀρκτοῦρος ἐπιτέλλῃ — 带虚拟式现在时(ἐπιτέλλῃ)的 ὅταν 从句,表示恒常的条件或时间。意为“当大角星(在黎明时分的东边天空)升起时”,指代当时作为季节标志的初秋时节。
  3. 9.25σποράς — 形容词 σποράς(散在的、不群居的)的阴性复数宾格形式。修饰前述的阴性复数名词(百灵鸟),与对照的“成群的(ἀγελαία)”特征相对比,描述其单独散居的生活习性。

引用这一段

亚里士多德, 动物志 §9.18-9.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.18-9.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。