Humanitext Reader

亚里士多德 · 动物志 §9.14-9.17

翠鸟的巢穴构造与各类小鸟的营巢习性

第 161 段,共 189 段 · 希腊语

内容简介

本章节描述了翠鸟独特的巢穴结构和生态,以及戴胜、山雀等各种小鸟的筑巢习惯、繁殖、习性和身体特征。

§9.14Ἡ δ’ ἁλκυὼν ἔστι μὲν οὐ πολλῷ μείζων στρουθοῦ, τὸ δὲ χρῶμα καὶ κυανοῦν ἔχει καὶ χλωρὸν καὶ ὑποπόρφυρον· μεμιγμένως δὲ τοιοῦτον τὸ σῶμα πᾶν καὶ αἱ πτέρυγες καὶ τὰ περὶ τὸν τράχηλον, οὐ χωρὶς ἕκαστον τῶν χρωμάτων·
翠鸟并不比麻雀大多少,其颜色有深蓝色、淡黄色和微带紫色的色泽;这些颜色混合在一起,布满它的全身、双翼和颈部周围,而不是每种颜色彼此分离。
τὸ δὲ ῥύγχος ὑπόχλωρον μέν, μακρὸν δὲ καὶ λεπτόν.
它的喙微呈淡绿色,细长。
Τὸ μὲν οὖν εἶδος ἔχει τοιοῦτον, ἡ δὲ νεοττιὰ παρομοία ταῖς σφαίραις ταῖς θαλαττίαις ἐστὶ καὶ ταῖς καλουμέναις ἁλοσάχναις, πλὴν τοῦ χρώματος· τὴν δὲ χρόαν ὑπόπυρρον ἔχουσιν, τὸ δὲ σχῆμα παραπλήσιον ταῖς σικύαις ταῖς ἐχούσαις τοὺς τραχήλους μακρούς.
它的外貌就是如此,而它的巢除了颜色之外,与海中球状物以及被称为“阿罗萨克内”的物质非常相似;它们的颜色呈微红色,形状与长颈的葫芦非常相似。
Τὸ δὲ μέγεθος αὐτῶν ἐστὶ τῆς μεγίστης σπογγιᾶς μεῖζον· εἰσὶ γὰρ καὶ μείζους καὶ ἐλάττους·
它们的尺寸比最大的海绵还要大;因为它们既有较大的,也有较小的。
κατάστεγοι δέ, καὶ τὸ στερεὸν ἔχουσι συχνὸν καὶ τὸ κοῖλον.
它们是有盖的,拥有大量的实体部分和空洞部分。
Καὶ κόπτοντι μὲν σιδηρίῳ ὀξεῖ οὐ ταχὺ διακόπτεται, ἅμα δὲ κόπτοντι καὶ ταῖς χερσὶ θραύοντι παχὺ διαθραύεται, ὥσπερ ἡ ἁλοσάχνη.
如果人用锋利的铁器去砍它,并不容易砍断,但如果同时用手去击打和捏碎它,它就会像阿罗萨克内一样碎成碎片。
Τὸ δὲ στόμα στενὸν ὅσον εἴσδυσιν μικράν, ὥστ’ οὐδ’ ἂν ἀνατραπῇ ἡ θάλαττα, οὐκ εἰσέρχεται.
入口狭窄,仅够一个微小的进入口,因此即使海面翻滚,海水也不会进入。
Τὰ δὲ κοῖλα παραπλήσια ἔχει τοῖς τῶν σπόγγων.
它的空腔部分与海绵的空腔相似。
Ἀπορεῖται δ’ ἐκ τίνος συντίθησι τὴν νεοττιάν, δοκεῖ δὲ μάλιστα ἐκ τῶν ἀκανθῶν τῆς βελόνης· ζῇ γὰρ ἰχθυοφαγοῦσα.
关于它用什么来筑巢,人们尚存疑问,但人们普遍认为主要是用针鱼的骨刺;因为它靠捕食鱼类为生。
Ἀναβαίνει δὲ καὶ ἀνὰ τοὺς ποταμούς.
它也会溯河而上。
Τίκτει δὲ περὶ πέντε μάλιστα ᾠά.
它产大约五枚卵。
Λοχεύεται δὲ διὰ βίου, ἄρχεται δὲ τετράμηνος.
它终生繁殖,从四个月大时开始。
§9.15Ὁ δ’ ἔποψ τὴν νεοττιὰν μάλιστα ποιεῖται ἐκ τῆς ἀνθρωπίνης κόπρου· τὴν δ’ ἰδέαν μεταβάλλει τοῦ θέρους καὶ τοῦ χειμῶνος, ὥσπερ καὶ τῶν ἄλλων ἀγρίων τὰ πλεῖστα.
戴胜筑巢主要使用人类的粪便;它在夏天和冬天改变外貌,就像大多数其他野生动物一样。
Ὁ δ’ αἰγίθαλος τίκτει μὲν ᾠὰ πλεῖστα, ὡς φασίν.
山雀产卵最多,正如人们所说。
Ἔνιοι δὲ καὶ τὸν μελαγκόρυφον καλούμενόν φασι πλεῖστα τίκτειν μετά γε τὸν ἐν Λιβύῃ στρουθόν· ἑώραται μὲν γὰρ καὶ ἑπτακαίδεκα, τίκτει μέντοι καὶ πλείω ἢ εἴκοσιν.
也有人说,被称为黑顶莺的鸟产卵最多,仅次于利比亚的鸵鸟;因为人们曾观察到它产十七枚卵,但它甚至能产二十枚以上。
Τίκτει δ’ ἀεὶ περιττά, ὡς φασίν.
据说它总是产奇数个卵。
Νεοττεύει δὲ καὶ οὗτος ἐν τοῖς δένδρεσι, καὶ βόσκεται τοὺς σκώληκας.
这种鸟也在树上筑巢,并以虫子为食。
Ἴδιον δὲ τούτῳ καὶ ἀηδόνι παρὰ τοὺς ἄλλους ὄρνιθας τὸ μὴ ἔχειν τῆς γλώττης τὸ ὀξύ.
这种鸟和夜莺与其他鸟类不同的特征在于,它们的舌尖不锋利。
Ὁ δ’ αἴγιθος εὐβίοτος καὶ πολύτεκνος, τὸν δὲ πόδα χωλός ἐστιν.
金雀生活富足且多子,但它的一只脚是跛的。
Χλωρίων δὲ μαθεῖν μὲν ἀγαθὸς καὶ βιομήχανος, κακοπέτης δέ, καὶ χρόαν ἔχει μοχθηράν.
金黄鹂善于学习且有生计,但它飞行笨拙,且颜色不好看。
§9.16Ἡ δ’ ἐλέα, ὥσπερ ἄλλος τις τῶν ὀρνίθων, εὐβίοτος, καὶ καθίζει θέρους μὲν ἐν προσηνέμῳ καὶ σκιᾷ, χειμῶνος δ’ ἐν εὐηλίῳ καὶ ἐπισκεπεῖ ἐπὶ τῶν δονάκων περὶ τὰ ἕλη.
艾雷亚像其他任何鸟类一样生活富足,夏天它停留在通风且凉爽的阴凉处,冬天则停留在湿地附近、避风且向阳的芦苇上。
Ἔστι δὲ τὸ μὲν μέγεθος βραχύς, φωνὴν δ’ ἔχει ἀγαθήν.
它体型虽小,却有美妙的声音。
Καὶ ὁ γνάφαλος καλούμενος τήν τε φωνὴν ἔχει ἀγαθὴν καὶ τὸ χρῶμα καλός, καὶ βιομήχανος, καὶ τὸ εἶδος εὐπρεπής.
被称为格纳帕洛斯的鸟也声音美妙,颜色美丽,富有生计,且外表端庄。
Δοκεῖ δ’ εἶναι ξενικὸς ὄρνις· ὀλιγάκις γὰρ φαίνεται ἐν τοῖς μὴ οἰκείοις τόποις.
它被认为是一种外来鸟;因为它很少在非其栖息地的地方出现。
§9.17Ἡ δὲ κρὲξ τὸ μὲν ἦθος μάχιμος, τὴν δὲ διάνοιαν εὐμήχανος πρὸς τὸν βίον, ἄλλως δὲ κακόποτμος ὄρνις.
秧鸡在性格上是好斗的,在智力上为了生计而富有计谋,但在其他方面是一只不幸的鸟。
Ἡ δὲ καλουμένη σίττη τὸ μὲν ἦθος μάχιμος, τὴν δὲ διάνοιαν εὔθικτος καὶ εὐθήμων καὶ εὐβίοτος, καὶ λέγεται φαρμάκεια εἶναι διὰ τὸ πολύιδρις εἶναι· πολύγονος δὲ καὶ εὔτεκνος, καὶ ζῇ ὑλοκοποῦσα.
被称为希沓的鸟在性格上是好斗的,但在智力上敏捷、整洁且生活富足,并因其博学而被说成是女巫;它多产且善待幼鸟,靠啄木为生。
Αἰγωλιὸς δ’ ἐστὶ νυκτινόμος καὶ ἡμέρας ὀλιγάκις φαίνεται, καὶ οἰκεῖ καὶ οὗτος πέτρας καὶ σπήλυγγας· ἔστι γὰρ δίθαλλος, τὴν δὲ διάνοιαν βιωτικὸς καὶ εὐμήχανος.
角鸮在夜间活动,白天很少出现,这种鸟也居住在岩石和洞穴中;因为它具有双倍的精力,但在智力上具有生活能力且富有计谋。
Ἔστι δέ τι ὀρνίθιον μικρὸν ὃ καλεῖται κέρθιος· οὗτος τὸ μὲν ἦθος θρασύς, καὶ οἰκεῖ περὶ δένδρα, καὶ ἔστι θριποφάγος, τὴν δὲ διάνοιαν εὐβίοτος, καὶ τὴν φωνὴν ἔχει λαμπράν.
有一种被称为科尔修斯的小鸟;它在性格上是勇敢的,居住在树木周围,以食木虫为食,在智力上生活富足,并拥有清脆的声音。
Αἱ δ’ ἀκανθίδες κακόβιοι καὶ κακόχροοι, φωνὴν μέντοι λιγυρὰν ἔχουσιν.
金翅雀生活贫困且颜色难看,但它们拥有清脆的声音。

词汇与语法注释

  1. §9.14κόπτοντι μὲν σιδηρίῳ ὀξεῖ — 与格分词 `κόπτοντι`(以及随后的 `θραύοντι`)作为表示关系或条件的与格,指示动作的一般主体,意为“当(人)试图敲击时”。
  2. §9.14λοχεύεται δὲ διὰ βίου — `λοχεύεται` 意为“繁殖”或“生育”。`διὰ βίου`(终生)指出该鸟在其相对短暂的一生中不断进行繁殖。
  3. §9.15μετά γε τὸν ἐν Λιβύῃ στρουθόν — 此处的 `στρουθός` 并非指普通的麻雀,而是由于修饰短语 `τὸν ἐν Λιβύῃ`(利比亚的)而指代“利比亚鸟”,即鸵鸟。
  4. §9.17δίθαλλος — 在某些抄本中亦被写作 `δίδυμος`(双生的、双重的),而 `δίθαλλος`(或 `δίθαλος`)在此被解释为“具有双倍活力”或“拥有两种生活方式(或季节)”。

引用这一段

亚里士多德, 动物志 §9.14-9.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.14-9.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。