Humanitext Reader

アリストテレス · 動物誌 §8.29-8.30

環境による習性や毒性の差異と魚介の体調変化

150 / 189 箇所 · ギリシア語

要旨

環境が動物の習性や有毒生物の毒性に与える影響と、妊娠中や加齢による魚介類の体調や食味の変化について論じる。

§8.29Ποιοῦσι δ’ οἱ τόποι διαφέροντα καὶ τὰ ἤθη, οἷον οἱ ὀρεινοὶ καὶ τραχεῖς τῶν ἐν τοῖς πεδινοῖς καὶ μαλακοῖς·
土地の環境は動物の習性をも異ならせる。 例えば、山がちで荒涼とした土地のものは、平坦で穏やかな土地のものと習性が異なる。
καὶ γὰρ τὰς ὄψεις ἀγριώτερα καὶ ἀλκιμώτερα, καθάπερ καὶ οἱ ἐν τῷ Ἄθῳ ὕες·
実際、それらは見た目もより狂暴でより力強く、アトス山の野豚がそうである。
τούτων γὰρ οὐδὲ τὰς θηλείας ὑπομένουσι τῶν κάτω οἱ ἄρρενες.
というのも、これらアトス山の野豚に対しては、平地の雄であっても、その雌にさえ立ち向かうことができないからである。
Καὶ πρὸς τὰ δήγματα δὲ τῶν θηρίων μεγάλην ἔχουσιν αἱ χῶραι διαφοράν, οἷον περὶ μὲν Φάρον καὶ ἄλλους τόπους οἱ σκορπίοι οὐ χαλεποί, ἐν ἄλλοις δὲ τόποις καὶ ἐν τῇ Καρίᾳ πολλοὶ καὶ μεγάλοι καὶ χαλεποὶ γίγνονται, κἄν τινα πατάξωσιν ἄνθρωπον ἢ θηρίον, ἀποκτείνουσι, καὶ τὰς ὗς, αἳ ἥκιστα αἰσθάνονται τῶν ἄλλων δηγμάτων, καὶ τούτων τὰς μελαίνας μᾶλλον ἀποκτείνουσιν·
また、獣の噛み傷に対しても、地域は大きな違いをもたらす。 例えば、ファロスや他の場所ではサソリは危険ではないが、他の地域やカリアでは、数多く、大きく、かつ危険に発生し、もし人間や獣を刺せば死に至らしめる。 他の傷を最も感じにくい豚たちでさえも、そしてその中でも黒い豚をより確実に死に至らしめる。
τάχιστα δ’ ἀπόλλυνται αἱ ὕες πληγεῖσαι, ἐὰν εἰς ὕδωρ ἔλθωσιν.
刺された豚たちは、もし水に入れば、極めて速く死んでしまう。
Τά τε τῶν ὄφεων δήγματα πολὺ διαφέρουσιν.
また、蛇の噛み傷も大きく異なっている。
Ἥ τε γὰρ ἀσπὶς ἐν Λιβύῃ γίνεται, ἐξ οὖ ὄφεως ποιοῦσι τὸ σηπτικόν, καὶ ἄλλως ἀνιάτως.
リビアにはアスプが生息しており、その蛇から人々は腐敗性の毒を作り出す。 また、その傷は他の点でも不治である。
Γίνεται δὲ καὶ ἐν τῷ σιλφίῳ τι ὀφείδιον, οὗ καὶ λέγεται ἄκος εἶναι λίθος τις, ὃν λαμβάνουσιν ἀπὸ τάφου βασιλέως τῶν ἀρχαίων καὶ ἐν οἴνῳ ἀποβάψαντες πίνουσιν.
また、シルフィウムの中にもある小さな蛇が生息しており、その噛み傷の治療法は、古代の王の墓から採取したある種の石であり、それをワインに浸して飲むのだと言われている。
Τῆς δ’ Ἰταλίας ἔν τισι τόποις καὶ τὰ τῶν ἀσκαλαβωτῶν δήγματα θανάσιμά ἐστιν.
イタリアのいくつかの場所では、ヤモリの噛み傷さえも致命的である。
Πάντων δὲ χαλεπώτερά ἐστι τὰ δήγματα τῶν ἰοβόλων, ἐὰν τύχῃ ἀλλήλων ἐδηδοκότα, οἷον σκορπίον ἔχις.
すべての毒を持つ生き物の噛み傷の中で、もしそれらが互いを食べ合っていた場合、例えばクサリヘビがサソリを食べていた場合のようなものが、最も危険である。
Ἔστι δὲ τοῖς πλείστοις αὐτῶν πολέμιον τὸ τοῦ ἀνθρώπου πτύελον.
そして、それらの大部分の者にとって、人間の唾液は有害である。
Ἔστι δέ τι ὀφείδιον μικρόν, ὃ καλοῦσί τινες ἱερόν, ὃ οἱ πάνυ μεγάλοι ὄφεις φεύγουσιν·
また、ある人々が「聖なる蛇」と呼ぶ小さな蛇がおり、非常に大きな蛇たちもこれを避けて逃げる。
γίνεται δὲ τὸ μέγιστον πηχυαῖον, καὶ δασὺ ἰδεῖν·
それは最大でも1キュビットの大きさであり、見た目は毛深い。
ὅ τι δ’ ἂν δάκῃ, εὐθὺς σήπεται τὸ κύκλῳ.
それが噛むと、その周囲はすぐに腐乱する。
Ἔστι δὲ καὶ ἐν τῇ Ἰνδικῇ ὀφείδιόν τι, οὗ μόνου φάρμακον οὐκ ἔχουσιν.
また、インドにもある小さな蛇がおり、それに対してだけは治療薬がない。
§8.30Διαφέρει δὲ τὰ ζῷα τῷ εὐημερεῖν ἢ τοὐναντίον καὶ περὶ τὰς κυήσεις.
また、動物は、妊娠期間中における体調の良し悪しに関しても異なっている。
Τὰ μὲν γὰρ ὀστρακόδερμα, οἷον κτένες καὶ ἅπαντα τὰ ὀστρεώδη καὶ τὰ μαλακόστρακα, ἄριστά ἐστιν ὅταν κύῃ, οἷον τὰ καραβώδη.
というのも、殻皮動物、例えばホタテガイや他のすべての貝類、および軟甲類、例えばイセエビのようなものは、妊娠しているときが最良の状態だからである。
Λέγεται δὲ κύησις καὶ τῶν ὀστρακοδέρμων· τὰ μὲν γὰρ μαλακόστρακα καὶ ὀχευόμενα ὁρᾶται καὶ ἀποτίκτοντα, ἐκείνων δ’ οὐθέν.
殻皮動物についても「妊娠」と言われるが、軟甲類は交尾するのも子を産むのも目撃されるのに対し、それら殻皮動物においてはそのようなことは一切見られない。
Καὶ τὰ μαλάκια δὲ κύοντα ἄριστα, οἷον τευθίδες τε καὶ σηπίαι καὶ πολύποδες.
また、軟体動物、例えばヤリイカやコウイカ、タコなども、妊娠しているときが最良である。
Οἱ δ’ ἰχθῦς ἀρχόμενοι μὲν κυΐσκεσθαι σχεδὸν ἀγαθοὶ πάντες, προϊούσης δὲ τῆς κυήσεως οἱ μὲν οἱ δ’ οὔ.
他方、魚類は、妊娠が始まるときにはほぼすべてが美味であるが、妊娠が進むにつれて、あるものは美味であり、あるものはそうではなくなる。
Κύουσα μὲν οὖν ἀγαθὴ μαινίς·
それゆえ、妊娠しているマイニスは美味である。
μορφὴ δὲ τῆς θηλείας στρογγυλωτέρα, ὁ δ’ ἄρρην μακρότερος καὶ πλατύτερος·
雌の体形はより丸みを帯びており、雄はより長くて平たい。
συμβαίνει δ’ ἀρχομένης κυΐσκεσθαι τῆς θηλείας τοὺς ἄρρενας μέλαν τὸ χρῶμα ἴσχειν καὶ ποικιλώτερον, καὶ φαγεῖν χειρίστους εἶναι·
雌が妊娠し始めると、雄は体色が黒くなり、斑模様が強くなり、食べるには最悪の状態になる。
καλοῦνται δ’ ὑπ’ ἐνίων τράγοι περὶ τοῦτον τὸν χρόνον.
この時期、雄はある人々から「トラス」と呼ばれる。
Μεταβάλλουσι δὲ καὶ οὓς καλοῦσι κοττύφους καὶ κίχλας καὶ ἡ καρὶς τὸ χρῶμα κατὰ τὰς ὥρας, ὥσπερ ἔνια τῶν ὀρνέων·
また、人々がコッティフォスやキクラ、およびエビ(カリス)と呼ぶものも、季節によって体色を変化させる。 それは一部の鳥と同じである。
τοῦ μὲν γὰρ ἔαρος μέλανες γίνονται, εἶτα ἐκ τοῦ ἔαρος λευκοὶ πάλιν.
春には黒くなり、春が過ぎると再び白くなるからである。
Μεταβάλλει δὲ καὶ ἡ φυκὶς τὴν χρόαν·
ピュキスも体色を変化させる。
τὸν μὲν γὰρ ἄλλον χρόνον λευκή ἐστι, τοῦ δ’ ἔαρος ποικίλη·
というのも、他の時期には白いが、春には斑模様になるからである。
μόνη δ’ αὕτη τῶν θαλαττίων ἰχθύων στιβαδοποιεῖται, ὡς φασί, καὶ τίκτει ἐν τῇ στιβάδι.
海の魚の中で、これだけが巣を作り、その巣の中に産卵すると言われている。
Μεταβάλλει δὲ καὶ ἡ μαινίς, ὥσπερ εἴρηται, καὶ ἡ σμαρίς, καὶ ἐκ λευκοτέρων πάλιν ἐν τῷ θέρει καθίστανται καὶ γίνονται μέλανες·
マイニスも、すでに述べたように変化し、スマリスも同様である。 そして、夏になると再び白い状態から変化して黒くなる。
μάλιστα δ’ ἐπίδηλός ἐστι περὶ τὰ πτερύγια καὶ τὰ βράγχια.
これは特に鰭や鰓の周辺において顕著である。
Καὶ κορακῖνος δ’ ἄριστός ἐστι κύων, ὥσπερ καὶ ἡ μαινίς.
また、コラキノスも、マイニスと同様に、妊娠しているときが最良である。
Κεστρεὺς δὲ καὶ λάβραξ καὶ οἱ λοιποὶ πλωτοὶ φαῦλοι κύοντες σχεδὸν πάντες.
これに対して、ケストレウスやラブラクス、およびその他の遊泳魚は、妊娠しているときはほぼすべてが不味である。
Ὅμοιοι δὲ κύοντες καὶ μὴ ὀλίγοι, οἷον γλαῦκος.
しかし、妊娠しているときもそうでないときも同様の味であるものも少なくなく、例えばグラウコスがそうである。
Φαῦλοι δὲ καὶ οἱ γέροντες τῶν ἰχθύων, καὶ οἵ γε θύννοι καὶ εἰς ταριχείας φαῦλοι οἱ γέροντες·
また、老いた魚も不味であり、マグロにいたっては、老いたものは塩漬けにするにも適さない。
πολὺ γὰρ συντήκεται τῆς σαρκός.
身の大部分が失われてしまうからである。
Τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει ἰχθύων.
これと同じことが、他の魚についても起こる。
Δῆλοι δ’ οἱ γέροντες αὐτῶν τῷ μεγέθει τῶν λεπίδων καὶ τῇ σκληρότητι.
老いた魚は、鱗の大きさと硬さによって見分けることができる。
Ἤδη δ’ ἐλήφθη γέρων θύννος οὗ σταθμὸς μὲν ἦν τάλαντα πεντεκαίδεκα, τοῦ δ’ οὐραίου τὸ διάστημα πέντε πήχεων ἦν καὶ σπιθαμῆς.
かつて、重さが15タラントンあり、尾びれの幅が5キュビットと1スパンある老いたマグロが捕獲された。
Οἱ δὲ ποτάμιοι καὶ οἱ λιμναῖοι ἄριστοι γίνονται μετὰ τὴν ἄφεσιν τοῦ κυήματος καὶ τοῦ θοροῦ, ὅταν ἀνατραφῶσιν·
川や湖に住む魚は、卵や精液を放出した後、十分に栄養をとったときが最良となる。
κύοντες δ’ ἔνιοι μὲν ἀγαθοί, οἷον σαπερδίς, ἔνιοι δὲ φαῦλοι, οἷον γλάνις.
妊娠しているときには、サペルディスのように美味なものもあれば、グラニスのように不味なものもある。
Οἱ μὲν οὖν ἄλλοι πάντες ἀμείνους οἱ ἄρρενες τῶν θηλειῶν, γλάνις δ’ ὁ θῆλυς τοῦ ἄρρενος ἀμείνων.
それゆえ、他のすべての魚においては雄のほうが雌よりも美味であるが、グラニスにおいては雌のほうが雄よりも美味である。
Καὶ ἐν ταῖς ἐγχέλυσι δέ, ἃς καλοῦσι θηλείας, ἀμείνους εἰσίν·
また、ウナギにおいても、人々が雌と呼ぶもののほうが美味である。
οὐκ οὔσας δὲ θηλείας καλοῦσιν, ἀλλὰ τῇ ὄψει διαφόρους.
ただし、本当に雌であるからそう呼んでいるのではなく、見た目が異なっているからそう呼んでいるのである。

語釈・文法注

  1. 8.29τούτων γὰρ οὐδὲ τὰς θηλείας ὑπομένουσι τῶν κάτω οἱ ἄρρενες — この文では、比較の対象が高度に圧縮されている。τούτων はアトス山の野豚を指し、τῶν κάτω は平地の野豚を指す。οὐδὲ τὰς θηλείας(雌にさえ)は、アトス山の野豚の雌であっても、平地の雄(οἱ ἄρρενες)は立ち向かう(ὑπομένουσι)ことができないという意味になる。
  2. 8.29ἐὰν τύχῃ ἀλλήλων ἐδηδοκότα, οἷον σκορπίον ἔχις — τύχῃ に続く現在分詞 ἐδηδοκότα は「〜を食べる」を意味する動詞 ἔδω の完了能動分詞(ἐδήδοκα)であり、「たまたま食べていた場合」を表す。また、ἀλλήλων(互いに)という属格は他方を食べ合う関係を示す。続く οἷον σκορπίον ἔχις はその具体例で、主格の ἔχις(クサリヘビ)が対格の σκορπίον(サソリ)を食べた場合を意味する。
  3. 8.30τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει ἰχθύων — 前置詞 ἐπί +属格は「〜の場合に」「〜に関して」を意味し、ここでは συμβαίνει(起こる)とともに「他の魚についても同様のことが起こる(当てはまる)」という慣用表現を形成している。

この箇所を引用する

アリストテレス, 動物誌 §8.29-8.30. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.29-8.30

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。