Humanitext Reader

アリストテレス · 動物誌 §8.8-8.11

使役獣や象の食性と肥育および昆虫の食餌

137 / 189 箇所 · ギリシア語

要旨

馬や象、羊などの家畜の食性、好む水質、肥育方法、さらに昆虫の食性の分類について説明している。

§8.8Ἵπποι δὲ καὶ ὀρεῖς καὶ ὄνοι καρποφάγοι μέν εἰσι καὶ ποηφάγοι, μάλιστα δὲ πιαίνεται τῷ ποτῷ·
ウマ、ラバ、ロバは、果実食であり草食であるが、特に飲み物によって太る。
ὡς γὰρ ἂν πίνῃ τὰ ὑποζύγια τὸ ὕδωρ, οὕτω καὶ πρὸς τὴν ἀπόλαυσιν ἔχει τῆς τροφῆς, καὶ ὅπου δ’ ἂν ἧττον δυσχεραίνῃ τὸ ποτόν, τοῦτο μᾶλλον εὔχορτόν ἐστιν.
というのも、これら使役獣が水をどのように飲むかに応じて、食物の享受に対する状態もそれに対応しており、水を嫌がることがより少ない場所こそ、よりよく餌を食べられる場所であるからである。
Ἡ δὲ κράστις λειοτριχεῖν ποιεῖ, ὅταν ἔγκυος ᾖ· ὅταν δ’ ἀθέρας ἔχῃ σκληρούς, οὐκ ἀγαθή.
若草は、妊娠しているときには毛並みをなめらかにするが、硬い芒を持つようになると、良くない。
Τῆς δὲ πόας τῆς Μηδικῆς ἥ τε πρωτόκουρος φαύλη, καὶ ὅπου ἂν ὕδωρ δυσῶδες ἐπάγηται·
アルファルファについては、最初の刈り入れのものは質が悪く、また、悪臭のある水が引き込まれる場所のものも良くない。
ὄζει γὰρ τῆς πόας.
草にその臭いが移るからである。
Πίνειν δ’ οἱ μὲν βόες ζητοῦσι καθαρόν, οἱ δ’ ἵπποι ὥσπερ αἱ κάμηλοι·
ウシはきれいな水を飲もうとするが、ウマはラクダと同じように飲む。
ἡ δὲ κάμηλος πίνει ἥδιον θολερὸν καὶ παχύ, οὐδ’ ἀπὸ τῶν ποταμῶν πρότερον πίνει ἢ συνταράξαι.
ラクダは濁って泥の混じった水をより好んで飲み、川から飲むときも、あらかじめかき混ぜて濁らせるまでは飲まない。
Δύναται δ’ ἄποτος ἀνέχεσθαι καὶ τέτταρας ἡμέρας· εἶτα μετὰ ταῦτα πίνει πολὺ πλῆθος.
また、水を飲まずに4日間も耐えることができ、そのあとで大量に飲む。
§8.9Ὁ δ’ ἐλέφας ἐσθίει πλεῖστον μὲν μεδίμνους Μακεδονικοὺς ἐννέα ἐπὶ μιᾶς ἐδωδῆς· ἐπικίνδυνον δὲ τὸ τοσοῦτον πλῆθος·
ゾウは一度の食事で最大でマケドニアのメディムノス9杯分を食べるが、これほど大量なのは危険である。
τὸ δ’ ἐπίπαν ἓξ μεδίμνους ἢ ἑπτά, ἀλφίτων δὲ πέντε μεδίμνους καὶ οἴνου πέντε μάρεις (ἔστι δ’ ὁ μάρις ἓξ κοτύλαι).
ふつうは6ないし7メディムノスであり、大麦粉なら5メディムノス、ワインなら5マリス(1マリスは6コテュレ)である。
Ἤδη δέ τις ἔπιεν ἐλέφας μετρητὰς ὕδατος Μακεδονικοὺς εἰσάπαξ δέκα καὶ τέτταρας, καὶ πάλιν τῆς δείλης ἄλλους ὀκτώ.
すでに、あるゾウが一度にマケドニアのメトレテス14杯の水を飲み、さらに夕方に別の8杯を飲んだ例がある。
Ζῶσι δ’ αἱ μὲν πολλαὶ τῶν καμήλων περὶ ἔτη τριάκοντα, ἔνιαι δὲ πολλῷ πλείω· καὶ γὰρ εἰς ἔτη ἑκατὸν ζῶσιν.
ラクダの多くは約30年生きるが、中にははるかに長く、100年まで生きるものもいる。
Τὸν δ’ ἐλέφαντα ζῆν οἱ μὲν περὶ ἔτη διακόσιά φασιν, οἱ δὲ τριακόσια.
ゾウの寿命については、ある人々は約200年と言い、他の人々は300年と言う。
§8.10Πρόβατα δὲ καὶ αἶγες εἰσὶ μὲν ποηφάγα, τὴν δὲ νομὴν ποιοῦνται τὰ μὲν πρόβατα προσεδρεύοντα καὶ μονίμως, αἱ δ’ αἶγες ταχὺ μεταβάλλουσαι καὶ τῶν ἄκρων ἁπτόμεναι μόνον.
羊と山羊は草食であるが、草を食べるとき、羊は一箇所にとどまって根気強く食べ、山羊はすばやく場所を変えて(草木の)先端だけをかじる。
Πιαίνει δὲ μάλιστα τὸ πρόβατον τὸ ποτόν, διὸ καὶ τοῦ θέρους διδόασιν ἅλας διὰ πέντε ἡμερῶν μέδιμνον τοῖς ἑκατόν·
羊を最も太らせるのは飲み物であり、それゆえ夏には5日ごとに100頭に対して1メディムノスの塩を与える。
γίνεται γὰρ οὕτως ὑγιεινότερον καὶ πιότερον τὸ ποιμνίον.
このようにすると、群れはより健康になり、より肥えるからである。
Καὶ τὰ πολλὰ δὲ ἁλίζοντες διὰ τοῦτο προσφέρουσιν, οἷον ἔν τε τοῖς ἀχύροις ἅλας πολλούς (διψῶντα γὰρ πίνει μᾶλλον) καὶ τοῦ μετοπώρου τὴν κολοκύνθην ἁλὶ πάττοντες·
また、このために彼らは多くの食べ物に塩を混ぜて与える。 例えば、わらの中に多くの塩を混ぜ(喉が渇くとより多くの水を飲むからである)、秋にはペポカボチャに塩を振りかけて与える。
τοῦτο γὰρ καὶ γάλα ποιεῖ πλεῖον.
これは乳の量も増やすからである。
Καὶ κινούμεναι δὲ μεσημβρίας πίνουσι μᾶλλον πρὸς τὴν δείλην.
また、真昼に動かされると夕方に向けてより多くの水を飲む。
Πρός τε τοὺς τόκους ἁλιζόμεναι μείζω τὰ οὔθατα καθιᾶσιν.
また、出産を控えて塩を与えられると、より大きな乳房を垂らす。
Πιαίνει δὲ τὰ πρόβατα θαλλός, κότινος, ἀφάκη, ἄχυρα ὁποῖα ἂν ᾖ·
羊を太らせるのは、若い枝、野生のオリーブ、野エンドウ、どのような種類であれわらである。
ἅπαντα δὲ μᾶλλον πιαίνει ἅλμῃ προσρανθέντα.
そしてこれらすべては、塩水を振りかけるとよりいっそう太らせる。
Παχύνεται δὲ καὶ ταῦτα μᾶλλον προλιμοκτονηθέντα τρεῖς ἡμέρας.
これらもまた、あらかじめ3日間飢えさせられると、より肥え太る。
Ὕδωρ δὲ τοῖς προβάτοις τοῦ μετοπώρου τὸ βόρειον τοῦ νοτίου ἄμεινον, καὶ αἱ νομαὶ αἱ πρὸς ἑσπέραν συμφέρουσιν, λεπτύνουσι δ’ αἱ ὁδοὶ καὶ αἱ ταλαιπωρίαι.
秋の羊にとっては、北風による水は南風によるものよりも良く、また、西向きの牧草地が適している。 一方で、道中を歩くことや疲労は彼らを痩せさせる。
Οἱ δὲ ποιμένες γινώσκουσι τὰς ἰσχυούσας τῶν οἰῶν, ὅταν χειμὼν ᾖ, τῷ ἔχειν πάχνην, τὰς δὲ μὴ ἔχειν·
羊飼いたちは、冬の間に元気な雌羊を見分けるが、それは霜がついているか、ついていないかによってである。
διὰ γὰρ τὴν ἀσθένειαν κινούμεναι ἀποβάλλουσιν αἱ μὴ ἰσχύουσαι.
なぜなら、元気でないものは、弱いために動くので、霜を落としてしまうからである。
Παντὸς δὲ τετράποδος τὰ κρέα χείρω, ὅπου ἑλώδη χωρία νέμονται ἢ ὅπου μετεωρότερα.
あらゆる四足獣の肉は、湿地帯で放牧されるか、あるいはより高地で放牧されると、質が低下する。
Εἰσὶ δ’ εὐχειμερώτεραι αἱ πλατύκερκοι οἶες τῶν μακροκέρκων καὶ αἱ κολέραι τῶν λασίων·
また、尾の広い羊は尾の長いものよりも冬を越しやすく、毛の薄いものは毛深いものよりも冬を越しやすい。
δυσχείμεροι δὲ καὶ αἱ οὖλαι.
一方で、縮れ毛のものは冬を越しにくい。
Ὑγιεινότεραι μὲν οὖν αἱ οἶες τῶν αἰγῶν, ἰσχύουσι δὲ μᾶλλον αἱ αἶγες τῶν οἰῶν.
さて、羊は山羊よりも健康的であるが、山羊は羊よりも力強い。
Τῶν δὲ λυκοβρώτων προβάτων τὰ κώδια καὶ τὰ ἔρια καὶ τὰ ἐξ αὐτῶν ἱμάτια φθειρωδέστερα γίνεται πολὺ μᾶλλον τῶν ἄλλων.
オオカミに噛まれた羊の皮や羊毛、およびそれらから作られた衣服は、他のものよりもはるかにシラミがわきやすくなる。
§8.11Τῶν δ’ ἐντόμων τὰ μὲν ἔχοντα ὀδόντας παμφάγα ἐστί, τὰ δὲ γλῶτταν μόνον τοῖς ὑγροῖς τρέφεται, πάντοθεν ἐκχυλίζοντα ταύτῃ.
昆虫のうち、歯を持つものは雑食性であり、舌だけを持つものは、それを用いていたるところから汁を吸い出し、液体を餌とする。
Καὶ τούτων τὰ μὲν παμφάγα (πάντων γὰρ γεύεται τῶν χυμῶν), οἷον αἱ μυῖαι, τὰ δ’ αἱμοβόρα, καθάπερ μύωψ καὶ οἶστρος·
そしてこれらのうち、あるものは雑食性(というのも、あらゆる汁を味わうからである)、例えばハエであり、別のものは吸血性、例えばアブやウシバエである。
τὰ δὲ φυτῶν καὶ καρπῶν ζῇ χυλοῖς.
さらに別のものは植物や果実の汁で生きている。
Ἡ δὲ μέλιττα μόνον πρὸς οὐδὲν προσίζει σαπρόν, οὐδὲ χρῆται τροφῇ οὐδεμιᾷ ἀλλ’ ἢ τῇ γλυκὺν ἐχούσῃ χυμόν·
ミツバチだけは、腐ったものには一切とまらず、甘い汁を持つもの以外のいかなる食物も利用しない。
καὶ ὕδωρ δ’ ἥδιστα εἰς ἑαυτὰς λαμβάνουσιν, ὅπου ἂν καθαρὸν ἀναπηδᾷ.
また、水についても、きれいな水が湧き出ている場所のものを最も好んで取り込む。

語釈・文法注

  1. 8.8ὡς γὰρ ἂν πίνῃ τὰ ὑποζύγια τὸ ὕδωρ, οὕτω καὶ πρὸς τὴν ἀπόλαυσιν ἔχει τῆς τροφῆς — 「ὡς ἄν +接続法... οὕτω...」の相関構文。使役獣が水をどのように飲むかという状態と、彼らが食物を摂取(消化・吸収・食欲)する状態との直接的な比例関係を示している。πρὸς τὴν ἀπόλαυσιν ἔχει は「〜に対して一定の状態にある」という自動詞的 ἔχω +副詞句の用法。
  2. 8.8τοῦτο μᾶλλον εὔχορτόν ἐστιν — 先行する関係節「ὅπου δ’ ἂν ἧττον δυσχεραίνῃ τὸ ποτόν」を受けて、指示代名詞 τοῦτο がその場所を指している。εὔχορτον は「良い草(餌)のある」の意。したがって、「水を嫌がることが少ない場所こそ、動物にとって(草を食べやすい)良い牧草地である」と解釈される。
  3. 8.8ὄζει γὰρ τῆς πόας — 非人称動詞 ὄζει(〜のにおいがする)に、原因や匂いの元を表す属格(τῆς πόας)が結合している。「その草の(嫌な)匂いが(水や動物に)移る」あるいは「草自体が臭くなる」の意。
  4. 8.10τῷ ἔχειν πάχνην, τὰς δὲ μὴ ἔχειν — 「τῷ + 不定詞」は手段や理由を表す与格(動名詞的用法)。「ἔχειν」の主語は対格として補われるべきもので、前半は元気な羊たち(複数は οἶες だが、ここでは対格として τὰς μὲν が省略されている)、後半は「τὰς δὲ [μὴ ἰσχυούσας] μὴ ἔχειν」と対比されている。
  5. 8.10ἢ ὅπου μετεωρότερα — 接続詞 ἤ は「あるいは」を意味し、湿地帯(ἑλώδη χωρία)と高地(μετεωρότερα [χωρία])の二つの放牧条件を並列している。「湿地帯で放牧されるか、あるいは高地で放牧されると、肉の質が低下する」という意味になる。

この箇所を引用する

アリストテレス, 動物誌 §8.8-8.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.8-8.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。