§8.8Ἵπποι δὲ καὶ ὀρεῖς καὶ ὄνοι καρποφάγοι μέν εἰσι καὶ ποηφάγοι, μάλιστα δὲ πιαίνεται τῷ ποτῷ·
马、骡和驴虽然吃果实和吃草,但最能使它们变肥的是饮水。
ὡς γὰρ ἂν πίνῃ τὰ ὑποζύγια τὸ ὕδωρ, οὕτω καὶ πρὸς τὴν ἀπόλαυσιν ἔχει τῆς τροφῆς, καὶ ὅπου δ’ ἂν ἧττον δυσχεραίνῃ τὸ ποτόν, τοῦτο μᾶλλον εὔχορτόν ἐστιν.
因为这些役畜如何饮水,它们对食物的享受也呈现出相应的状态;在它们较少嫌弃饮水的地方,那里也是更利于进食的地方。
Ἡ δὲ κράστις λειοτριχεῖν ποιεῖ, ὅταν ἔγκυος ᾖ· ὅταν δ’ ἀθέρας ἔχῃ σκληρούς, οὐκ ἀγαθή.
当母畜怀孕时,青饲料能使它们的毛发光滑;但当青饲料带有硬芒时,便不好了。
Τῆς δὲ πόας τῆς Μηδικῆς ἥ τε πρωτόκουρος φαύλη, καὶ ὅπου ἂν ὕδωρ δυσῶδες ἐπάγηται· ὄζει γὰρ τῆς πόας.
至于苜蓿,第一茬割下的质量很差,在引了恶臭之水灌溉的地方也是如此;因为草会带上那种气味。
Πίνειν δ’ οἱ μὲν βόες ζητοῦσι καθαρόν, οἱ δ’ ἵπποι ὥσπερ αἱ κάμηλοι· ἡ δὲ κάμηλος πίνει ἥδιον θολερὸν καὶ παχύ, οὐδ’ ἀπὸ τῶν ποταμῶν πρότερον πίνει ἢ συνταράξαι.
牛寻求饮用干净的水,而马则像骆驼一样;骆驼更喜欢喝浑浊而黏稠的水,在把河水搅浑之前它甚至不会饮用。
Δύναται δ’ ἄποτος ἀνέχεσθαι καὶ τέτταρας ἡμέρας· εἶτα μετὰ ταῦτα πίνει πολὺ πλῆθος.
它能忍受不喝水长达四天;此后它会饮用极大的量。
§8.9Ὁ δ’ ἐλέφας ἐσθίει πλεῖστον μὲν μεδίμνους Μακεδονικοὺς ἐννέα ἐπὶ μιᾶς ἐδωδῆς· ἐπικίνδυνον δὲ τὸ τοσοῦτον πλῆθος·
大象在一顿饭中最多能吃九个马其顿麦地姆诺(medimnoi);但如此巨大的量是危险的。
τὸ δ’ ἐπίπαν ἓξ μεδίμνους ἢ ἑπτά, ἀλφίτων δὲ πέντε μεδίμνους καὶ οἴνου πέντε μάρεις (ἔστι δ’ ὁ μάρις ἓξ κοτύλαι).
通常是六或七个麦地姆诺,若是大麦粉则是五个麦地姆诺,葡萄酒则是五个马里斯(maris,一马里斯等于六个科图拉)。
Ἤδη δέ τις ἔπιεν ἐλέφας μετρητὰς ὕδατος Μακεδονικοὺς εἰσάπαξ δέκα καὶ τέτταρας, καὶ πάλιν τῆς δείλης ἄλλους ὀκτώ.
曾有一只大象一次喝下了十四个马其顿米特雷特(metretai)的水,到了傍晚又喝了八个。
Ζῶσι δ’ αἱ μὲν πολλαὶ τῶν καμήλων περὶ ἔτη τριάκοντα, ἔνιαι δὲ πολλῷ πλείω· καὶ γὰρ εἰς ἔτη ἑκατὸν ζῶσιν.
大多数骆驼活大约三十年,但有些活得长得多,甚至能活到一百年。
Τὸν δ’ ἐλέφαντα ζῆν οἱ μὲν περὶ ἔτη διακόσιά φασιν, οἱ δὲ τριακόσια.
至于大象,有人说它们活大约两百年,也有人说三百年。
§8.10Πρόβατα δὲ καὶ αἶγες εἰσὶ μὲν ποηφάγα, τὴν δὲ νομὴν ποιοῦνται τὰ μὲν πρόβατα προσεδρεύοντα καὶ μονίμως, αἱ δ’ αἶγες ταχὺ μεταβάλλουσαι καὶ τῶν ἄκρων ἁπτόμεναι μόνον.
绵羊和山羊是吃草的,但它们放牧的方式不同:绵羊会固守一处并耐心地吃,而山羊则迅速变换地方,且只咬食植物的梢尖。
Πιαίνει δὲ μάλιστα τὸ πρόβατον τὸ ποτόν, διὸ καὶ τοῦ θέρους διδόασιν ἅλας διὰ πέντε ἡμερῶν μέδιμνον τοῖς ἑκατόν· γίνεται γὰρ οὕτως ὑγιεινότερον καὶ πιότερον τὸ ποιμνίον.
饮水最能使绵羊变肥,因此在夏天,人们每五天给每一百只绵羊提供一麦地姆诺的盐;因为这样羊群会更健康、更肥壮。
Καὶ τὰ πολλὰ δὲ ἁλίζοντες διὰ τοῦτο προσφέρουσιν, οἷον ἔν τε τοῖς ἀχύροις ἅλας πολλούς (διψῶντα γὰρ πίνει μᾶλλον) καὶ τοῦ μετοπώρου τὴν κολοκύνθην ἁλὶ πάττοντες· τοῦτο γὰρ καὶ γάλα ποιεῖ πλεῖον.
由于这个原因,他们还在大多数食物中掺盐提供,例如在干草屑中加入大量的盐(因为口渴时它们会喝更多水),并在秋天将盐撒在葫芦上;因为这也能产生更多的乳汁。
Καὶ κινούμεναι δὲ μεσημβρίας πίνουσι μᾶλλον πρὸς τὴν δείλην.
当它们在中午被驱赶移动时,它们在接近傍晚时会喝更多水。
Πρός τε τοὺς τόκους ἁλιζόμεναι μείζω τὰ οὔθατα καθιᾶσιν.
在产仔前喂盐会使它们的乳房下垂得更大。
Πιαίνει δὲ τὰ πρόβατα θαλλός, κότινος, ἀφάκη, ἄχυρα ὁποῖα ἂν ᾖ· ἅπαντα δὲ μᾶλλον πιαίνει ἅλμῃ προσρανθέντα.
嫩枝、野生橄榄、野豌豆以及任何种类的干草屑都能使绵羊变肥;如果喷洒盐水,所有这些东西都能使它们更肥。
Παχύνεται δὲ καὶ ταῦτα μᾶλλον προλιμοκτονηθέντα τρεῖς ἡμέρας.
这些羊在预先饥饿三天后也会变得更肥。
Ὕδωρ δὲ τοῖς προβάτοις τοῦ μετοπώρου τὸ βόρειον τοῦ νοτίου ἄμεινον, καὶ αἱ νομαὶ αἱ πρὸς ἑσπέραν συμφέρουσιν, λεπτύνουσι δ’ αἱ ὁδοὶ καὶ αἱ ταλαιπωρίαι.
秋天给绵羊饮用的水,北风带来的比南风带来的更好,面向西方的牧场也是有益的,而行路和劳累则会使它们变瘦。
Οἱ δὲ ποιμένες γινώσκουσι τὰς ἰσχυούσας τῶν οἰῶν, ὅταν χειμὼν ᾖ, τῷ ἔχειν πάχνην, τὰς δὲ μὴ ἔχειν· διὰ γὰρ τὴν ἀσθένειαν κινούμεναι ἀποβάλλουσιν αἱ μὴ ἰσχύουσαι.
牧羊人在冬天通过母羊身上是否有霜来辨别强壮者,没有霜的则是软弱者;因为软弱的母羊由于虚弱而移动,会把霜抖落。
Παντὸς δὲ τετράποδος τὰ κρέα χείρω, ὅπου ἑλώδη χωρία νέμονται ἢ ὅπου μετεωρότερα.
在沼泽地放牧或在更高的地方放牧,所有四足动物的肉质都会变差。
Εἰσὶ δ’ εὐχειμερώτεραι αἱ πλατύκερκοι οἶες τῶν μακροκέρκων καὶ αἱ κολέραι τῶν λασίων· δυσχείμεροι δὲ καὶ αἱ οὖλαι.
宽尾绵羊比长尾绵羊更易过冬,短毛(或剪毛)的也比多毛的更易过冬;而卷毛的也难过冬。
Ὑγιεινότεραι μὲν οὖν αἱ οἶες τῶν αἰγῶν, ἰσχύουσι δὲ μᾶλλον αἱ αἶγες τῶν οἰῶν.
因此,绵羊比山羊更健康,但山羊比绵羊更强壮。
Τῶν δὲ λυκοβρώτων προβάτων τὰ κώδια καὶ τὰ ἔρια καὶ τὰ ἐξ αὐτῶν ἱμάτια φθειρωδέστερα γίνεται πολὺ μᾶλλον τῶν ἄλλων.
被狼咬过的绵羊,其皮革和羊毛以及由此制成的衣服,比其他的更容易长虱子。
§8.11Τῶν δ’ ἐντόμων τὰ μὲν ἔχοντα ὀδόντας παμφάγα ἐστί, τὰ δὲ γλῶτταν μόνον τοῖς ὑγροῖς τρέφεται, πάντοθεν ἐκχυλίζοντα ταύτῃ.
在昆虫中,有牙齿的是杂食性的,而只有舌头的是以液体为食,用舌头从各处汲取汁液。
Καὶ τούτων τὰ μὲν παμφάγα (πάντων γὰρ γεύεται τῶν χυμῶν), οἷον αἱ μυῖαι, τὰ δ’ αἱμοβόρα, καθάπερ μύωψ καὶ οἶστρος· τὰ δὲ φυτῶν καὶ καρπῶν ζῇ χυλοῖς.
在这些昆虫中,有些是杂食性的(因为它们尝所有的汁液),例如苍蝇;有些是吸血的,例如虻和牛虻;有些则依靠植物和果实的汁液生活。
Ἡ δὲ μέλιττα μόνον πρὸς οὐδὲν προσίζει σαπρόν, οὐδὲ χρῆται τροφῇ οὐδεμιᾷ ἀλλ’ ἢ τῇ γλυκὺν ἐχούσῃ χυμόν· καὶ ὕδωρ δ’ ἥδιστα εἰς ἑαυτὰς λαμβάνουσιν, ὅπου ἂν καθαρὸν ἀναπηδᾷ.
唯独蜜蜂不落在任何腐烂的东西上,除了具有甜汁液的食物外,不采用任何其他食物;它们也最喜欢在干净泉水涌出的地方饮水。