§8.3#1Τὰ μὲν οὖν περὶ τὴν τῶν ἰχθύων τροφὴν τοῦτον ἔχει τὸν τρόπον.
さて、魚の食物に関する事柄は、このようになっている。
Τῶν δ’ ὀρνίθων ὅσοι μὲν γαμψώνυχες, σαρκοφάγοι πάντες εἰσί, σῖτον δ’ οὐδ’ ἐάν τις ψωμίζῃ δύνανται καταπιεῖν, οἷον τά τε τῶν ἀετῶν γένη πάντα καὶ ἰκτῖνοι καὶ ἱέρακες ἄμφω, ὅ τε φαβοτύπος καὶ ὁ σπιζίας (διαφέρουσι δ’ οὗτοι τὸ μέγεθος πολὺ ἀλλήλων), καὶ ὁ τριόρχης·
鳥類のうち、鉤爪を持つものはすべて肉食であり、たとえ誰かが口に食べ物を無理に押し入れようとしても、穀物を飲み込むことができない。 例えば、すべてのワシの類、トビ、二種のタカ、すなわちハトタカとアトリタカ(これらは互いに大きさが大いに異なる)、そしてトリオルケースである。
ἔστι δ’ ὁ τριόρχης τὸ μέγεθος ὅσον ἰκτῖνος, καὶ φαίνεται οὗτος διὰ παντός.
トリオルケースは大きさがトビほどであり、一年中見られる。
Ἔτι φήνη καὶ γύψ·
さらに、ペーネーとハゲワシ。
ἔστι δ’ ἡ μὲν φήνη τὸ μέγεθος ἀετοῦ μείζων, τὸ δὲ χρῶμα σποδοειδές, τῶν δὲ γυπῶν δύο ἐστὶν εἴδη, ὁ μὲν μικρὸς καὶ ἐκλευκότερος, ὁ δὲ μείζων καὶ σποδοειδέστερος.
ペーネーは大きさがワシより大きく、色は灰白色である。 ハゲワシには二種類あり、一方は小さくて白っぽく、他方は大きくてより灰白色に近い。
Ἔτι τῶν νυκτερινῶν ἔνιοι γαμψώνυχές εἰσιν, οἷον νυκτικόραξ, γλαύξ, βρύας.
さらに、夜行性の鳥にも鉤爪を持つものがいる。 例えば、ニュクティコラクス、コノハズク、ブリュアス。
Ἔστι δ’ ὁ βρύας τὴν μὲν ἰδέαν ὅμοιος γλαυκί, τὸ δὲ μέγεθος ἀετοῦ οὐδὲν ἐλάττων.
ブリュアスは姿がコノハズクに似ているが、大きさはワシに劣らない。
Ἔτι δ’ ἐλεὸς καὶ αἰγώλιος καὶ σκώψ.
さらに、エレオス、アイゴリオス、スコープス。
Τούτων δ’ ὁ μὲν ἐλεὸς μείζων ἀλεκτρυόνος, όνος, ὁ δ’ αἰγώλιος παραπλήσιος, ἀμφότεροι δὲ θηρεύουσι τὰς κίττας·
これらのうち、エレオスはニワトリより大きく、アイゴリオスはそれと同等で、両者ともカササギを狩る。
ὁ δὲ σκὼψ ἐλάττων γλαυκός·
スコープスはコノハズクより小さい。
πάντα δὲ ταῦτα τρία ὄντα ὅμοια τὰς ὄψεις καὶ σαρκοφάγα πάντα.
これら三つのものは、すべて姿が似ており、すべて肉食である。
Εἰσὶ δὲ καὶ τῶν μὴ γαμψωνύχων ἔνιοι σαρκοφάγοι, οἷον ἡ χελιδών.
鉤爪を持たない鳥の中にも、ツバメのように肉食のものがいる。
Τὰ δὲ σκωληκοφάγα, οἷον σπίζα, στρουθός, βατίς, χλωρίς, αἰγιθαλός.
また、虫を食べるものは、例えばアトリ、スズメ、バティス、カワラヒワ、ガラである。
Ἔστι δὲ τῶν αἰγιθαλῶν εἴδη τρία, ὁ μὲν σπιζίτης μέγιστος (ἔστι γὰρ ὅσον σπίζα), ἕτερος δ’ ὀρεινὸς διὰ τὸ διατρίβειν ἐν τοῖς ὄρεσιν, οὐραῖον μακρὸν ἔχων·
ガラには三つの種類があり、スピジーテースが最大で(アトリほどの大きさだからである)、もう一つは山に生息することから山ガラと呼ばれ、長い尾を持っている。
ὁ δὲ τρίτος ὅμοιος μὲν τούτοις, διαφέρει δὲ κατὰ τὸ μέγεθος· ἔστι γὰρ ἐλάχιστος.
第三のものはこれらに似ているが、大きさの点で異なり、最小である。
Ἔτι δὲ συκαλίς, μελαγκόρυφος, πυρρούλας, ἐρίθακος, ἐπιλαΐς, οἶστρος, τύραννος·
さらに、シュカリス、メラグコリュポス、ピュルールラース、エリタコス、エピライス、オイストロス、テュランノス。
οὗτος τὸ μέγεθος μικρῷ μείζων ἀκρίδος, ἔστι δὲ φοινικοῦν λόφον ἔχων, καὶ ἄλλως εὔχαρι τὸ ὀρνίθιον καὶ εὔρυθμον.
テュランノスは大きさがバッタよりわずかに大きく、真紅の冠羽を持っており、それ以外にも愛らしくて均整の取れた小鳥である。
Ἄνθος·
アントス。
οὗτος τὸ μέγεθος ὅσον σπίζα.
これは大きさがアトリほどである。
Ὀρόσπιζος·
オロスピーゾス。
οὗτος σπίζῃ ὅμοιος καὶ τὸ μέγεθος παραπλήσιος, πλὴν ἔχει τὸν αὐχένα κυανοῦν, καὶ διατρίβει ἐν τοῖς ὄρεσιν.
これはアトリに似ており、大きさもほぼ同じであるが、首が青く、山に生息する。
Ἔτι βασιλεύς, σπερμολόγος.
さらにバシレウス、スペルモロゴス。
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τὰ μὲν ὅλως τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ σκωληκοφάγα, τὰ δὲ τοιάδε ἀκανθοφάγα, ἀκανθίς, θραυπίς, ἔτι ἡ καλουμένη χρυσομῆτρις.
さて、これらやこれに類する鳥は、全面的に、あるいは大部分が虫を食べる。 そして、次のようなものはアザミを食べる。 アカンティス、トラウピス、さらにいわゆるクリュソメートルである。
Ταῦτα γὰρ πάντα ἐπὶ τῶν ἀκανθῶν νέμεται, σκωλήκα δ’ οὐδὲν οὐδ’ ἔμψυχον οὐδέν·
これらはすべてアザミの上で餌を食み、虫や他の生きているものを一切食べない。
ἐν ταὐτῷ δὲ καθεύδει καὶ νέμεται ταῦτα.
また、これらは同じ場所で眠り、餌を食べる。
Ἄλλα δ’ ἐστὶ σκνιποφάγα, ἃ τοὺς σκνῖπας θηρεύοντα ζῇ μάλιστα, οἷον πιπὼ ἥ τε μείζων καὶ ἡ ἐλάττων·
他のものは昆虫を食べるものであり、それらは昆虫を狩ることで主に生きている。 例えば、大・小二種のピポーである。
καλοῦσι δέ τινες ἀμφότερα ταῦτα δρυοκολάπτας·
ある人々はこれら両方をキツツキと呼ぶ。
ὅμοια δ’ ἀλλήλοις, καὶ φωνὴν ἔχουσιν ὁμοίαν, πλὴν μείζω τὸ μεῖζον·
これらは互いに似ており、似た声を持っているが、大きなものの方がより大きな声を出す。
νέμεται δ’ ἀμφότερα ταῦτα πρὸς τὰ ξύλα προσπετόμενα.
これら両方は木に飛んできて留まりながら餌を食む。
Ἔτι κελεός·
さらに、ケレオス。
ἔστι δ’ ὁ κελεὸς τὸ μέγεθος ὅσον τρυγών, τὸ δὲ χρῶμα χλωρὸς ὅλος·
ケレオスは大きさがキジバトほどで、全身が緑色である。
ἔστι δὲ ξυλοκόπος σφόδρα, καὶ νέμεται ἐπὶ τῶν ξύλων τὰ πολλά, φωνήν τε μεγάλην ἔχει·
極めてよく木を突き、大部分は木の上で餌を食み、大きな声を持つ。
γίνεται δὲ μάλιστα τὸ ὄρνεον τοῦτο περὶ Πελοπόννησον.
この鳥は特にペロポネソス地方に多く見られる。
Ἄλλος ὃς καλεῖται κνιπολόγος, τὸ μέγεθος μικρὸς ὅσον ἀκανθυλλίς, τὴν δὲ χρόαν σποδοειδὴς καὶ κατάστικτος·
クニポロゴスと呼ばれる別の鳥は、大きさがアカントゥリスほどで小さく、色は灰白色で斑点がある。
φωνεῖ δὲ μικρόν· ἔστι δὲ καὶ τοῦτο ξυλοκόπον.
小さな声で鳴き、これもまた木を突く鳥である。