Humanitext Reader

亚里士多德 · 动物志 §8.3#1

鸟类的分类与猛禽等鸟类的食性

第 133 段,共 189 段 · 希腊语

内容简介

在结束对鱼类食物的讨论后,本文阐述了鸟类的分类及其食性,特别是具钩爪的猛禽的肉食性,以及各种小鸟的食虫或食草习性。

§8.3#1Τὰ μὲν οὖν περὶ τὴν τῶν ἰχθύων τροφὴν τοῦτον ἔχει τὸν τρόπον.
关于鱼类食物的情况就是这样。
Τῶν δ’ ὀρνίθων ὅσοι μὲν γαμψώνυχες, σαρκοφάγοι πάντες εἰσί, σῖτον δ’ οὐδ’ ἐάν τις ψωμίζῃ δύνανται καταπιεῖν, οἷον τά τε τῶν ἀετῶν γένη πάντα καὶ ἰκτῖνοι καὶ ἱέρακες ἄμφω, ὅ τε φαβοτύπος καὶ ὁ σπιζίας (διαφέρουσι δ’ οὗτοι τὸ μέγεθος πολὺ ἀλλήλων), καὶ ὁ τριόρχης· ἔστι δ’ ὁ τριόρχης τὸ μέγεθος ὅσον ἰκτῖνος, καὶ φαίνεται οὗτος διὰ παντός.
在鸟类中,凡是具有钩爪的都是肉食性的,即使有人将食物塞进它们嘴里,它们也无法吞下谷物,例如所有种类的鹰、鸢、以及两种鹞——即食鸽鹰和食雀鹰(这两者在体型上相差悬殊)——还有三睾鹰;三睾鹰的体型与鸢相当,并且整年可见。
Ἔτι φήνη καὶ γύψ· ἔστι δ’ ἡ μὲν φήνη τὸ μέγεθος ἀετοῦ μείζων, τὸ δὲ χρῶμα σποδοειδές, τῶν δὲ γυπῶν δύο ἐστὶν εἴδη, ὁ μὲν μικρὸς καὶ ἐκλευκότερος, ὁ δὲ μείζων καὶ σποδοειδέστερος.
还有胡兀鹫和秃鹫;胡兀鹫的体型比鹰大,颜色呈灰烬色,而秃鹫有两种,一种体型较小且较白,另一种体型较大且更呈灰烬色。
Ἔτι τῶν νυκτερινῶν ἔνιοι γαμψώνυχές εἰσιν, οἷον νυκτικόραξ, γλαύξ, βρύας.
此外,夜行性鸟类中也有一些具有钩爪,例如夜鸦、鸮、大角鸮。
Ἔστι δ’ ὁ βρύας τὴν μὲν ἰδέαν ὅμοιος γλαυκί, τὸ δὲ μέγεθος ἀετοῦ οὐδὲν ἐλάττων.
大角鸮在外形上与鸮相似,而在体型上不比鹰小。
Ἔτι δ’ ἐλεὸς καὶ αἰγώλιος καὶ σκώψ.
还有斑林鸮、长耳鸮和角鸮。
Τούτων δ’ ὁ μὲν ἐλεὸς μείζων ἀλεκτρυόνος, όνος, ὁ δ’ αἰγώλιος παραπλήσιος, ἀμφότεροι δὲ θηρεύουσι τὰς κίττας· ὁ δὲ σκὼψ ἐλάττων γλαυκός· πάντα δὲ ταῦτα τρία ὄντα ὅμοια τὰς ὄψεις καὶ σαρκοφάγα πάντα.
在这些鸟中,斑林鸮比公鸡大,长耳鸮与其相近,两者都捕食松鸦;角鸮则比鸮小;这三种鸟在外形上都相似,且全都是肉食性的。
Εἰσὶ δὲ καὶ τῶν μὴ γαμψωνύχων ἔνιοι σαρκοφάγοι, οἷον ἡ χελιδών.
在不具钩爪的鸟类中,也有一些是肉食性的,例如燕子。
Τὰ δὲ σκωληκοφάγα, οἷον σπίζα, στρουθός, βατίς, χλωρίς, αἰγιθαλός.
而食虫的有,例如雀、麻雀、巴蒂斯、金翅雀、山雀。
Ἔστι δὲ τῶν αἰγιθαλῶν εἴδη τρία, ὁ μὲν σπιζίτης μέγιστος (ἔστι γὰρ ὅσον σπίζα), ἕτερος δ’ ὀρεινὸς διὰ τὸ διατρίβειν ἐν τοῖς ὄρεσιν, οὐραῖον μακρὸν ἔχων· ὁ δὲ τρίτος ὅμοιος μὲν τούτοις, διαφέρει δὲ κατὰ τὸ μέγεθος· ἔστι γὰρ ἐλάχιστος.
山雀有三种:大山雀最大(因为它体型如雀),另一种因生活在山中而被称为山地山雀,长着长尾巴;第三种与这些相似,但在体型上有所不同,因为它是最小的。
Ἔτι δὲ συκαλίς, μελαγκόρυφος, πυρρούλας, ἐρίθακος, ἐπιλαΐς, οἶστρος, τύραννος· οὗτος τὸ μέγεθος μικρῷ μείζων ἀκρίδος, ἔστι δὲ φοινικοῦν λόφον ἔχων, καὶ ἄλλως εὔχαρι τὸ ὀρνίθιον καὶ εὔρυθμον.
还有无花果莺、黑顶莺、红腹灰雀、知更鸟、埃皮莱斯、狂蝇和戴冠莺;戴冠莺的体型比蝗虫稍大,长着深红色的羽冠,此外它是一种优雅且匀称的小鸟。
Ἄνθος· οὗτος τὸ μέγεθος ὅσον σπίζα.
黄鹡鸰;它的体型与雀相当。
Ὀρόσπιζος· οὗτος σπίζῃ ὅμοιος καὶ τὸ μέγεθος παραπλήσιος, πλὴν ἔχει τὸν αὐχένα κυανοῦν, καὶ διατρίβει ἐν τοῖς ὄρεσιν.
山雀;它与雀相似,体型也相近,只是颈部呈蓝色,且生活在山中。
Ἔτι βασιλεύς, σπερμολόγος.
还有鹪鹩和荒地鸦。
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τὰ μὲν ὅλως τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ σκωληκοφάγα, τὰ δὲ τοιάδε ἀκανθοφάγα, ἀκανθίς, θραυπίς, ἔτι ἡ καλουμένη χρυσομῆτρις.
这些及此类鸟类,有些完全是、有些大部分是食虫的,而以下这些则是食蓟的:刺雀、瑟劳皮斯,以及所谓的黄雀。
Ταῦτα γὰρ πάντα ἐπὶ τῶν ἀκανθῶν νέμεται, σκωλήκα δ’ οὐδὲν οὐδ’ ἔμψυχον οὐδέν· ἐν ταὐτῷ δὲ καθεύδει καὶ νέμεται ταῦτα.
因为这些鸟全部在蓟上觅食,完全不吃蠕虫或任何活物;它们在同一个地方睡觉和觅食。
Ἄλλα δ’ ἐστὶ σκνιποφάγα, ἃ τοὺς σκνῖπας θηρεύοντα ζῇ μάλιστα, οἷον πιπὼ ἥ τε μείζων καὶ ἡ ἐλάττων· καλοῦσι δέ τινες ἀμφότερα ταῦτα δρυοκολάπτας·
其他一些是食瘿蚊的,它们主要靠捕食小虫生存,例如大、小两种啄木鸟;有人将这两者都称为啄木鸟。
ὅμοια δ’ ἀλλήλοις, καὶ φωνὴν ἔχουσιν ὁμοίαν, πλὴν μείζω τὸ μεῖζον· νέμεται δ’ ἀμφότερα ταῦτα πρὸς τὰ ξύλα προσπετόμενα.
它们彼此相似,叫声也相似,只是较大的一种声音更大;这两者都是飞到树木上贴附着进行觅食的。
Ἔτι κελεός· ἔστι δ’ ὁ κελεὸς τὸ μέγεθος ὅσον τρυγών, τὸ δὲ χρῶμα χλωρὸς ὅλος·
还有绿啄木鸟;它的体型与斑鸠相当,全身绿色。
ἔστι δὲ ξυλοκόπος σφόδρα, καὶ νέμεται ἐπὶ τῶν ξύλων τὰ πολλά, φωνήν τε μεγάλην ἔχει· γίνεται δὲ μάλιστα τὸ ὄρνεον τοῦτο περὶ Πελοπόννησον.
它极善于啄木,大部分时间在树木上觅食,且叫声洪亮;这种鸟主要分布在伯罗奔尼撒半岛一带。
Ἄλλος ὃς καλεῖται κνιπολόγος, τὸ μέγεθος μικρὸς ὅσον ἀκανθυλλίς, τὴν δὲ χρόαν σποδοειδὴς καὶ κατάστικτος· φωνεῖ δὲ μικρόν· ἔστι δὲ καὶ τοῦτο ξυλοκόπον.
另一种被称为食虫鸟,体型微小,如旋木雀一般,颜色呈灰褐色且带斑点;叫声微弱,而且它也是一种啄木鸟。

词汇与语法注释

  1. 8.3#1ψωμίζῃ — 动词 ψωμίζω 的现在时虚拟语气主动发音第三人称单数。该词本义为“喂以碎屑(ψωμός)”,在此处的条件从句(ἐάν τις ψωμίζῃ)中,表示人类试图强行喂食的情境。使用虚拟语气是为了表达一种普遍或假设的情况。
  2. 8.3#1τὸ μέγεθος — 名词 μέγεθος(大小)的单数宾格。此为所谓的“关系宾格(accusative of respect)”,用于限定不及物动词 διαφέρουσι(不同)或形容词 ὅσον、ἐλάττων 的范围和方面,表示“在体型方面”。
  3. 8.3#1ἀλεκτρυόνος — 名词 ἀλεκτρυών(公鸡)的单数属格。这是由比较级形容词 μείζων(更大)所引导的“比较属格”,表示比较的对象(“比公鸡”)。同样地,后文的 γλαυκός 也是依附于 ἐλάττων 的比较属格。

引用这一段

亚里士多德, 动物志 §8.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。