§8.29Ποιοῦσι δ’ οἱ τόποι διαφέροντα καὶ τὰ ἤθη, οἷον οἱ ὀρεινοὶ καὶ τραχεῖς τῶν ἐν τοῖς πεδινοῖς καὶ μαλακοῖς·
土地也会使动物的习性产生差异。 例如,山地和荒凉之地的动物与平原和温和之地的动物在习性上有所不同。
καὶ γὰρ τὰς ὄψεις ἀγριώτερα καὶ ἀλκιμώτερα, καθάπερ καὶ οἱ ἐν τῷ Ἄθῳ ὕες·
事实上,它们在外表上更为凶猛和强壮,就像阿索斯山的野猪一样。
τούτων γὰρ οὐδὲ τὰς θηλείας ὑπομένουσι τῶν κάτω οἱ ἄρρενες.
因为对于这些野猪,即使是雌性,平原上的雄猪也无法抵挡。
Καὶ πρὸς τὰ δήγματα δὲ τῶν θηρίων μεγάλην ἔχουσιν αἱ χῶραι διαφοράν, οἷον περὶ μὲν Φάρον καὶ ἄλλους τόπους οἱ σκορπίοι οὐ χαλεποί, ἐν ἄλλοις δὲ τόποις καὶ ἐν τῇ Καρίᾳ πολλοὶ καὶ μεγάλοι καὶ χαλεποὶ γίγνονται, κἄν τινα πατάξωσιν ἄνθρωπον ἢ θηρίον, ἀποκτείνουσι, καὶ τὰς ὗς, αἳ ἥκιστα αἰσθάνονται τῶν ἄλλων δηγμάτων, καὶ τούτων τὰς μελαίνας μᾶλλον ἀποκτείνουσιν· τάχιστα δ’ ἀπόλλυνται αἱ ὕες πληγεῖσαι, ἐὰν εἰς ὕδωρ ἔλθωσιν.
关于野兽的咬伤,不同地区也存在极大的差异。 例如,在法罗斯和一些其他地方,蝎子并不危险,但在其他地区和卡里亚,它们数量众多、体型巨大且极为危险,一旦刺伤人或兽,便会致其死亡,它们甚至能杀死对其他咬伤最不敏感的猪,尤其是其中的黑猪;而被刺伤的猪如果进入水中,会死得极快。
Τά τε τῶν ὄφεων δήγματα πολὺ διαφέρουσιν.
蛇的咬伤也大不相同。
Ἥ τε γὰρ ἀσπὶς ἐν Λιβύῃ γίνεται, ἐξ οὖ ὄφεως ποιοῦσι τὸ σηπτικόν, καὶ ἄλλως ἀνιάτως.
利比亚生息着眼镜蛇,人们用这种蛇制作腐蚀性毒药,且其咬伤在其他方面也是不可治愈的。
Γίνεται δὲ καὶ ἐν τῷ σιλφίῳ τι ὀφείδιον, οὗ καὶ λέγεται ἄκος εἶναι λίθος τις, ὃν λαμβάνουσιν ἀπὸ τάφου βασιλέως τῶν ἀρχαίων καὶ ἐν οἴνῳ ἀποβάψαντες πίνουσιν.
在巨型茴香中也生活着一种小蛇,据说其咬伤的解药是某种从古代国王墓中取得的石头,将其浸入温酒中饮用。
Τῆς δ’ Ἰταλίας ἔν τισι τόποις καὶ τὰ τῶν ἀσκαλαβωτῶν δήγματα θανάσιμά ἐστιν.
在意大利的某些地方,甚至壁虎的咬伤也是致命的。
Πάντων δὲ χαλεπώτερά ἐστι τὰ δήγματα τῶν ἰοβόλων, ἐὰν τύχῃ ἀλλήλων ἐδηδοκότα, οἷον σκορπίον ἔχις.
在所有有毒生物的咬伤中,最危险的是它们恰好互相吞食之后的情况,例如蝰蛇吞食了蝎子。
Ἔστι δὲ τοῖς πλείστοις αὐτῶν πολέμιον τὸ τοῦ ἀνθρώπου πτύελον.
对于它们中的大多数而言,人类的唾液是有害的。
Ἔστι δέ τι ὀφείδιον μικρόν, ὃ καλοῦσί τινες ἱερόν, ὃ οἱ πάνυ μεγάλοι ὄφεις φεύγουσιν· γίνεται δὲ τὸ μέγιστον πηχυαῖον, καὶ δασὺ ἰδεῖν· ὅ τι δ’ ἂν δάκῃ, εὐθὺς σήπεται τὸ κύκλῳ.
还有一种小蛇,有人称之为“圣蛇”,非常巨大的蛇都会避开它;它最大能长到一肘长,外表显得毛糙;它咬伤的任何地方,周围会立刻腐烂。
Ἔστι δὲ καὶ ἐν τῇ Ἰνδικῇ ὀφείδιόν τι, οὗ μόνου φάρμακον οὐκ ἔχουσιν.
在印度也有一种小蛇,唯独对它,人们没有任何解药。
§8.30Διαφέρει δὲ τὰ ζῷα τῷ εὐημερεῖν ἢ τοὐναντίον καὶ περὶ τὰς κυήσεις.
动物在怀孕期间体况的优劣也各不相同。
Τὰ μὲν γὰρ ὀστρακόδερμα, οἷον κτένες καὶ ἅπαντα τὰ ὀστρεώδη καὶ τὰ μαλακόστρακα, ἄριστά ἐστιν ὅταν κύῃ, οἷον τὰ καραβώδη.
因为壳皮动物,例如扇贝和所有牡蛎类的贝类,以及软甲类,例如龙虾,在怀孕时是最好的。
Λέγεται δὲ κύησις καὶ τῶν ὀστρακοδέρμων· τὰ μὲν γὰρ μαλακόστρακα καὶ ὀχευόμενα ὁρᾶται καὶ ἀποτίκτοντα, ἐκείνων δ’ οὐθέν.
壳皮动物也常说“怀孕”;因为软甲类能被观察到交尾和产卵,而壳皮动物则完全观察不到这些。
Καὶ τὰ μαλάκια δὲ κύοντα ἄριστα, οἷον τευθίδες τε καὶ σηπίαι καὶ πολύποδες.
软体动物,如枪乌贼、乌贼和章鱼,也是在怀孕时最好。
Οἱ δ’ ἰχθῦς ἀρχόμενοι μὲν κυΐσκεσθαι σχεδὸν ἀγαθοὶ πάντες, προϊούσης δὲ τῆς κυήσεως οἱ μὲν οἱ δ’ οὔ.
而鱼类在开始受孕时几乎都很美味,但随着怀孕的进展,有的依然美味,有的则不然。
Κύουσα μὲν οὖν ἀγαθὴ μαινίς· μορφὴ δὲ τῆς θηλείας στρογγυλωτέρα, ὁ δ’ ἄρρην μακρότερος καὶ πλατύτερος· συμβαίνει δ’ ἀρχομένης κυΐσκεσθαι τῆς θηλείας τοὺς ἄρρενας μέλαν τὸ χρῶμα ἴσχειν καὶ ποικιλώτερον, καὶ φαγεῖν χειρίστους εἶναι· καλοῦνται δ’ ὑπ’ ἐνίων τράγοι περὶ τοῦτον τὸν χρόνον.
因此,怀孕的麦尼斯鱼很美味;雌鱼的体型更圆,而雄鱼更长更扁;雌鱼开始受孕时,雄鱼的体色会变黑且斑纹更多,此时最难吃,这时它们被一些人称为“特拉戈斯”。
Μεταβάλλουσι δὲ καὶ οὓς καλοῦσι κοττύφους καὶ κίχλας καὶ ἡ καρὶς τὸ χρῶμα κατὰ τὰς ὥρας, ὥσπερ ἔνια τῶν ὀρνέων· τοῦ μὲν γὰρ ἔαρος μέλανες γίνονται, εἶτα ἐκ τοῦ ἔαρος λευκοὶ πάλιν.
那些被称为科蒂福斯、奇克拉以及虾的动物,也会根据季节改变体色,就像某些鸟类一样;因为在春天它们变黑,春季过后又变白。
Μεταβάλλει δὲ καὶ ἡ φυκὶς τὴν χρόαν· τὸν μὲν γὰρ ἄλλον χρόνον λευκή ἐστι, τοῦ δ’ ἔαρος ποικίλη· μόνη δ’ αὕτη τῶν θαλαττίων ἰχθύων στιβαδοποιεῖται, ὡς φασί, καὶ τίκτει ἐν τῇ στιβάδι.
菲基斯鱼也会改变颜色;因为在其他时间它是白色的,但在春天它会呈现斑纹;据人们说,在海鱼中唯独这种鱼会筑巢,并在巢中产卵。
Μεταβάλλει δὲ καὶ ἡ μαινίς, ὥσπερ εἴρηται, καὶ ἡ σμαρίς, καὶ ἐκ λευκοτέρων πάλιν ἐν τῷ θέρει καθίστανται καὶ γίνονται μέλανες· μάλιστα δ’ ἐπίδηλός ἐστι περὶ τὰ πτερύγια καὶ τὰ βράγχια.
麦尼斯鱼也会改变颜色,正如已经说过的,斯马里斯鱼也是如此,在夏天它们会从较白的颜色再次变黑;这在鳍和鳃周围尤为明显。
Καὶ κορακῖνος δ’ ἄριστός ἐστι κύων, ὥσπερ καὶ ἡ μαινίς.
科拉基诺斯鱼在怀孕时也是最好的,就像麦尼斯鱼一样。
Κεστρεὺς δὲ καὶ λάβραξ καὶ οἱ λοιποὶ πλωτοὶ φαῦλοι κύοντες σχεδὸν πάντες.
而凯斯特雷乌斯、拉布拉克斯以及其他游泳鱼类在怀孕时几乎都很差。
Ὅμοιοι δὲ κύοντες καὶ μὴ ὀλίγοι, οἷον γλαῦκος.
然而,无论怀孕与否都相似的鱼也不少,例如格劳科斯鱼。
Φαῦλοι δὲ καὶ οἱ γέροντες τῶν ἰχθύων, καὶ οἵ γε θύννοι καὶ εἰς ταριχείας φαῦλοι οἱ γέροντες· πολὺ γὰρ συντήκεται τῆς σαρκός.
老鱼也很差,特别是老金枪鱼,甚至不适合用来做盐渍鱼;因为它们的肉大部分会流失。
Τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει ἰχθύων.
同样的情况也发生在其他鱼类身上。
Δῆλοι δ’ οἱ γέροντες αὐτῶν τῷ μεγέθει τῶν λεπίδων καὶ τῇ σκληρότητι.
老鱼可以通过鳞片的大小和硬度来辨别。
Ἤδη δ’ ἐλήφθη γέρων θύννος οὗ σταθμὸς μὲν ἦν τάλαντα πεντεκαίδεκα, τοῦ δ’ οὐραίου τὸ διάστημα πέντε πήχεων ἦν καὶ σπιθαμῆς.
曾经捕获过一条老金枪鱼,重量达十五塔兰托,其尾鳍的跨度为五肘一跨。
Οἱ δὲ ποτάμιοι καὶ οἱ λιμναῖοι ἄριστοι γίνονται μετὰ τὴν ἄφεσιν τοῦ κυήματος καὶ τοῦ θοροῦ, ὅταν ἀνατραφῶσιν· κύοντες δ’ ἔνιοι μὲν ἀγαθοί, οἷον σαπερδίς, ἔνιοι δὲ φαῦλοι, οἷον γλάνις.
而河鱼和湖鱼在排卵和排精之后,在重新获得营养时是最好的;在怀孕时,有的很好,如萨佩尔迪斯鱼,有的则很差,如格拉尼斯鱼。
Οἱ μὲν οὖν ἄλλοι πάντες ἀμείνους οἱ ἄρρενες τῶν θηλειῶν, γλάνις δ’ ὁ θῆλυς τοῦ ἄρρενος ἀμείνων.
因此,在其他所有鱼类中,雄鱼都比雌鱼好,但在格拉尼斯鱼中,雌鱼比雄鱼好。
Καὶ ἐν ταῖς ἐγχέλυσι δέ, ἃς καλοῦσι θηλείας, ἀμείνους εἰσίν· οὐκ οὔσας δὲ θηλείας καλοῦσιν, ἀλλὰ τῇ ὄψει διαφόρους.
在鳗鱼中,人们称为雌性的那些也更好;人们称它们为雌性并不是因为它们真的是雌性,而是因为它们在外表上有所不同。