Humanitext Reader

亚里士多德 · 动物志 §8.2#3

凯法洛斯等非肉食鱼类的食性与鳗鱼的生态

第 132 段,共 189 段 · 希腊语

内容简介

本文介绍了凯法洛斯和克斯特鲁斯等不以肉类为食的鱼类的生态与特征,并详细讨论了其他鱼类及鳗鱼的食性、生存环境和窒息机制。

§8.2#3Ὁ δὲ κέφαλος καὶ ὁ κεστρεὺς ὅλως μόνοι οὐ σαρκοφαγοῦσιν· σημεῖον δέ, οὔτε γὰρ ἐν τῇ κοιλίᾳ πώποτ’ ἔχοντες εἰλημμένοι εἰσὶ τοιοῦτον οὐδέν, οὔτε δελέατι χρῶνται πρὸς αὐτοὺς ζῴων σαρξὶν ἀλλὰ μάζῃ.
凯法洛斯与克斯特鲁斯大体上是仅有的完全不以肉类为食的鱼;其证据是,人们从未在它们的胃里发现过任何此类食物,而且人们捕获它们时不使用动物的肉作饵,而是用麦糕。
Τρέφεται δὲ πᾶς κεστρεὺς φυκίοις καὶ ἄμμῳ.
所有的克斯特鲁斯都以海藻和沙子为食。
Ἔστι δ’ ὁ μὲν κέφαλος, ὃν καλοῦσί τινες χελῶνα, πρόσγειος, ὁ δὲ περαίας οὔ· βόσκεται δ’ ὁ περαίας τὴν ἀφ’ αὑτοῦ μύξαν, διὸ καὶ νῆστίς ἐστιν ἀεί.
有人称为乌龟的凯法洛斯生活在靠近陆地的地方,而培莱亚斯则不然;培莱亚斯以自生分泌的粘液为食,因此它总是处于饥饿状态。
Οἱ δὲ κέφαλοι νέμονται τὴν ἰλύν, διὸ καὶ βαρεῖς καὶ βλεννώδεις εἰσίν, ἰχθὺν δ’ ὅλως οὐκ ἐσθίουσιν· διά τε τὸ ἐν τῇ ἰλύϊ διατρίβειν ἐξανακολυμβῶσι πολλάκις, ἵνα περιπλύνωνται τὸ βλέννος.
凯法洛斯们以泥土为食,因此它们身体沉重且多粘液,而且完全不吃鱼;由于在泥土中度日,它们经常向上游到水面,以便洗掉粘液。
Τὸν δὲ γόνον αὐτῶν οὐδὲν ἐσθίει τῶν θηρίων, διὸ γίγνονται πολλοί· ἀλλ’ ὅταν αὐξηθῶσι, τότε κατεσθίονται ὑπό τε τῶν ἄλλων ἰχθύων καὶ μάλιστα ὑπὸ τοῦ ἀχάρνου.
没有任何野兽吃它们的卵,因此它们数量繁多;但当它们长大后,就会被其他鱼类捕食,尤其是被阿卡诺斯捕食。
Λαίμαργος δὲ μάλιστα τῶν ἰχθύων ὁ κεστρεύς ἐστι καὶ ἄπληστος, διὸ ἡ κοιλία περιτείνεται, καὶ ὅταν ᾖ μὴ νῆστις, φαῦλος· ὅταν δὲ φοβηθῇ, κρύπτει τὴν κεφαλὴν ὡς ὅλον τὸ σῶμα κρύπτων.
在鱼类中,克斯特鲁斯是最贪婪且不知饱足的,因此它的胃部膨胀,当它不是处于饥饿状态时,它的行动就变得迟缓;当它感到害怕时,它会藏起头部,以为这样就能藏起整个身体。
Σαρκοφαγεῖ δὲ καὶ ὁ σινόδων, καὶ τὰ μαλάκια κατεσθίει.
齿鲷也是肉食性的,并且吞食软体动物。
Πολλάκις δὲ καὶ οὗτος καὶ ἡ χάννα ἐκβάλλουσι τὰς κοιλίας διώκοντες τοὺς ἐλάττους ἰχθῦς, διὰ τὸ πρὸς τῷ στόματι τὰς κοιλίας τῶν ἰχθύων εἶναι καὶ στόμαχον μὴ ἔχειν.
这种鱼和锯鮨在追逐较小的鱼时,常常会吐出胃部,因为鱼的胃靠近口部,且没有食道。
Τὰ μὲν οὖν, ὥσπερ εἴρηται, σαρκοφάγα μόνον ἐστίν, οἷον δελφὶς καὶ σινόδων καὶ χρύσοφρυς καὶ οἱ σελαχώδεις τῶν ἰχθύων καὶ τὰ μαλάκια· τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ νέμονται μὲν τὸν πηλὸν καὶ τὸ φῦκος καὶ τὸ βρύον καὶ τὸ καλούμενον καυλίον καὶ τὴν φυομένην ὕλην, οἷον φυκὶς καὶ κωβιὸς καὶ οἱ πετραῖοι· ἡ δὲ φυκὶς ἄλλης μὲν σαρκὸς οὐχ ἅπτεται, τῶν δὲ καρίδων.
正如所说,有些生物仅是肉食性的,例如海豚、齿鲷、克律索普律斯、板鳃类鱼以及软体动物;而另一些大部分以泥沙、海藻、苔藓、所谓的卡乌里翁以及生长的水生植物为食,例如菲基斯、鰕虎鱼和岩栖鱼类;菲基斯不接触其他肉类,只吃小虾。
Πολλάκις δὲ καὶ ἀλλήλων ἅπτονται, καθάπερ εἴρηται, καὶ τῶν ἐλαττόνων οἱ μείζους.
正如所说,它们也常常互相捕食,较大的吃掉较小的。
Σημεῖον δ’ ὅτι σαρκοφαγοῦσιν· ἁλίσκονται γὰρ τοιούτοις δελέασιν.
证明它们是肉食性的证据在于,它们会被此类饵料捕获。
Καὶ ἄμια δὲ καὶ θυννὶς καὶ λάβραξ τὰ μὲν πολλὰ σαρκοφαγοῦσιν, ἅπτονται δὲ καὶ φυκίων.
鲣鱼、雌金枪鱼和鲈鱼大部分也吃肉,但它们也吃海藻。
Ὁ δὲ σάργος ἐπινέμεται τῇ τρίγλῃ, καὶ ὅταν ἡ τρίγλη κινήσασα τὸν πηλὸν ἀπέλθῃ (δύναται γὰρ ὀρύττειν), ἐπικαταβὰς νέμεται καὶ τοὺς ἀσθενεστέρους ἑαυτοῦ κωλύει συνεπιβαίνειν.
萨尔古斯紧随绯鲵鲣觅食,当绯鲵鲣搅动泥沙并离去时(因为它能够挖掘),萨尔古斯便降下去觅食,并阻止比它弱小的同类一同进入。
Δοκεῖ δὲ τῶν ἰχθύων ὁ καλούμενος σκάρος μηρυκάζειν ὥσπερ τὰ τετράποδα μόνος.
在鱼类中,唯有所谓的鹦嘴鱼被认为像四足动物一样反刍。
Τοῖς μὲν οὖν ἄλλοις ἰχθύσιν ἡ θήρα τῶν ἡττόνων καταντικρὺ γίνεται τοῖς στόμασιν, ὅνπερ πεφύκασι τρόπον νεῖν· οἱ δὲ σελαχώδεις καὶ οἱ δελφῖνες καὶ πάντες οἱ κητώδεις ὕπτιοι ἀναπίπτοντες λαμβάνουσιν· κάτω γὰρ τὸ στόμα ἔχουσιν.
至于其他鱼类,捕食较弱小的猎物是在口部正前方进行的,这符合它们天然的游泳方式;但板鳃类、海豚和所有鲸类则是翻转身体仰躺着捕食,因为它们的口部在下侧。
Διὸ σώζονται μᾶλλον οἱ ἐλάττους· εἰ δὲ μή, πάμπαν ἂν ὀλίγοι δοκοῦσιν εἶναι· καὶ γὰρ ἡ τοῦ δελφῖνος ὀξύτης καὶ δύναμις τοῦ φαγεῖν δοκεῖ εἶναι θαυμαστή.
因此,较小的鱼更容易逃生;否则,它们似乎会变得极其稀少;因为海豚的敏捷和吞食能力似乎是令人惊叹的。
Τῶν δ’ ἐγχελύων τρέφονται ὀλίγαι μέν τινες καὶ ἐνιαχοῦ καὶ τῇ ἰλύϊ καὶ σιτίοις, ἄν τις παραβάλλῃ, αἱ μέντοι πλεῖσται τῷ ποτίμῳ ὕδατι· καὶ τοῦτο τηροῦσιν οἱ ἐγχελυοτρόφοι ὅπως ὅτι μάλιστα καθαρὸν ᾖ, ἀπορρέον ἀεὶ καὶ ἐπιρρέον ἐπὶ πλαταμώνων· ἢ κονιῶνται τοὺς ἐγχελεῶνας.
至于鳗鱼,在某些地方有少数是以泥沙为食,如果有人投放食物也会吃,但大多数则是靠淡水成长;养鳗者会注意这一点,使其尽可能保持清洁,让水一直在平整的石板上流进流出;或者他们会用灰泥粉刷养鳗池。
Ἀποπνίγονται γὰρ ταχύ, ἐὰν μὴ καθαρὸν ᾖ τὸ ὕδωρ· ἔχουσι γὰρ τὰ βράγχια μικρά.
因为如果水不干净,它们很快就会窒息,因为它们的鳃很小。
Διόπερ ὅταν θηρεύωσι, ταράττουσι τὸ ὕδωρ· καὶ ἐν τῷ Στρυμόνι δὲ περὶ Πλειάδας ἁλίσκονται· τότε γὰρ ἀναθολοῦται τὸ ὕδωρ καὶ ὁ πηλὸς ὑπὸ πνευμάτων γινομένων ἐναντίων· εἰ δὲ μή, συμφέρει ἡσυχίαν ἔχειν.
因此,当人们捕捞它们时,会把水搅浑;此外,在斯特里蒙河,它们在昴星团升起前后被捕获;因为那时,水和泥沙会被相反的风吹得浑浊;否则,最好保持安静。
Ἀποθανοῦσαι δ’ αἱ ἐγχέλυς οὐκ ἐπιπολάζουσιν οὐδὲ φέρονται ἄνω, ὥσπερ οἱ πλεῖστοι τῶν ἰχθύων· ἔχουσι γὰρ τὴν κοιλίαν μικράν.
鳗鱼死后,不像大多数鱼那样漂浮在水面上或向上漂移;因为它们的胃很小。
Δημὸν δ’ ὀλίγαι μὲν ἔχουσιν, αἱ δὲ πλεῖσται οὐκ ἔχουσιν.
少数鳗鱼有脂肪,而大多数则没有。
Ζῶσι δ’ ἐκ τοῦ ὑγροῦ ἀφαιρούμεναι ἡμέρας καὶ πέντε καὶ ἕξ, καὶ βορείων μὲν ὄντων πλείους, νοτίων δ’ ἐλάττους.
它们被从水中取出后能活五六天,北风吹时活得更久,南风吹时活得较短。
Καὶ μεταβαλλόμεναι τοῦ θέρους εἰς τοὺς ἐγχελυῶνας ἐκ τῶν λιμνῶν ἀποθνήσκουσι, χειμῶνος δ’ οὔ.
夏天,当它们被从湖泊转移到养鳗池时会死掉,但在冬天则不会。
Καὶ τὰς μεταβολὰς δ’ οὐχ ὑπομένουσι τὰς ἰσχυράς, οἷον καὶ τοῖς φέρουσιν ἐὰν βάπτωσιν εἰς ψυχρόν· ἀπόλλυνται γὰρ ἀθρόαι πολλάκις.
它们也无法承受剧烈的变化,例如当携带它们的人将它们浸入冷水中时;因为它们经常会成批死去。
Ἀποπνίγονται δὲ καὶ ἐὰν ὀλίγῳ ὕδατι τρέφωνται.
如果它们被养在少量的水中,也会窒息而死。
Τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει ἰχθύων· ἀποπνίγονται γὰρ ἐν τῷ αὐτῷ ὕδατι καὶ ὀλίγῳ ἀεὶ ὄντες, ὥσπερ καὶ τὰ ἀναπνέοντα, ἐὰν περιπωμασθῇ ὀλίγος ἀήρ.
同样的事情也会发生在这其他鱼类身上;因为当它们一直处于相同且少量的水中时就会窒息,正如呼吸空气的动物在少量的空气被密封时会窒息一样。
Ζῶσι δ’ ἔνιαι ἐγχέλυς καὶ ἑπτὰ καὶ ὀκτὼ ἔτη.
有些鳗鱼能活七八年。
Τροφῇ δὲ καὶ οἱ ποτάμιοι χρῶνται ἀλλήλους τ’ ἐσθίοντες καὶ βοτάνας καὶ ῥίζας, κἄν τι ἐν τῷ βορβόρῳ λάβωσιν.
河鳗也以互相捕食、吃草、根以及任何在泥沙中能得到的东西作为食物。
Νέμονται δὲ μᾶλλον τῆς νυκτός, τὴν δ’ ἡμέραν εἰς τὰ βαθέα ὑποχωροῦσιν.
它们多在夜间觅食,白天则退往深水处。

词汇与语法注释

  1. 8.2#3σημεῖον δέ — 句首的“σημεῖον δέ”是一个惯用的主格或宾格绝对结构,意为“证据是”。随后的“γάρ”引导的从句具体解释了证据的内容。
  2. p.263τὸν δὲ γόνον αὐτῶν οὐδὲν ἐσθίει τῶν θηρίων — “των θηρίων”是部分属格,修饰代词“οὐδέν”,表示“在野生动物之中没有任何一个……”。
  3. p.264εἰ δὲ μή, πάμπαν ἂν ὀλίγοι δοκοῦσιν εἶναι — “εἰ δὲ μή”表示省略的否定条件从句(“否则”)。随后的“ἂν ... εἶναι”(语气词“ἂν”与不定式“εἶναι”连用,依附于“δοκοῦσιν”)表达了与过去事实相反的虚拟结果(“它们似乎会变得极其稀少”)。
  4. p.265ὥσπερ καὶ τὰ ἀναπνέοντα, ἐὰν περιπωμασθῇ ὀλίγος ἀήρ — 条件从句“ἐὰν περιπωμασθῇ”(“如果少量的空气被密封”)限定了“τὰ ἀναπνέοντα”(“呼吸动物”),通过陆生动物在空气受限时窒息的例子来比喻鱼类在有限的水中窒息的现象。

引用这一段

亚里士多德, 动物志 §8.2#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.2%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。