§8.13#2Ἂν μὲν οὖν νότιος ὁ χειμὼν ᾖ, βραδύτερον ἐκπλέουσιν, ἂν δὲ βόρειος, θᾶττον διὰ τὸ τὸ πνεῦμα συνεπουρίζειν·
因此,如果冬季多南风,它们便较晚驶出;如果多北风,由于风力助推,它们便较快驶出。
καὶ ὁ γόνος δὲ τότε μικρὸς ἁλίσκεται περὶ Βυζάντιον ἅτ’ οὐ γενομένης πολλῆς ἐν τῷ Πόντῳ διατριβῆς.
而且此时在拜占庭附近捕获的幼鱼很小,因为它们在黑海停留的时间并不长。
Οἱ μὲν οὖν ἄλλοι καὶ ἐκπλέοντες καὶ εἰσπλέοντες δῆλοί εἰσιν, οἱ δὲ τριχίαι μόνοι εἰσπλέοντες μὲν ἁλίσκονται, ἐκπλέοντες δ’ οὐχ ὁρῶνται, ἀλλὰ καὶ ὅταν ληφθῇ τις περὶ Βυζάντιον, οἱ ἁλιεῖς τὰ δίκτυα περικαθαίρουσι διὰ τὸ μὴ εἰωθέναι ἐκπλεῖν.
现在,其他的鱼无论在驶出还是驶入时都是显而易见的,唯独特里基亚斯鱼在驶入时被捕获,而在驶出时却不见踪影;相反,即使在拜占庭附近捕获到一条,渔民们也会彻底清理渔网,因为它们不习惯驶出。
Αἴτιον δ’ ὅτι οὗτοι μόνοι ἀναπλέουσιν εἰς τὸν Ἴστρον, εἶθ’ ᾗ σχίζεται, καταπλέουσιν εἰς τὸν Ἀδρίαν.
原因在于,唯独这种鱼会溯伊斯特罗斯河而上,然后在河流分叉处,顺流而下进入亚得里亚海。
Σημεῖον δέ, ἐκεῖ γὰρ συμβαίνει τοὐναντίον· εἰσπλέοντες μὲν γὰρ οὐχ ἁλίσκονται εἰς τὸν Ἀδρίαν, ἐκπλέοντες δ’ ἁλίσκονται.
其证据是,那里发生的情况恰好相反:在驶入亚得里亚海时它们不会被捕获,而在驶出时却会被捕获。
Εἰσπλέουσι δ’ οἱ θύννοι ἐπὶ δεξιὰ ἐχόμενοι τῆς γῆς, ἐκπλέουσι δ’ ἐπ’ ἀριστερά· τοῦτο δέ φασί τινες ποιεῖν ὅτι τῷ δεξιῷ ὀξύτερον ὁρῶσι, φύσει οὐκ ὀξὺ βλέποντες.
此外,金枪鱼在驶入时将陆地保持在右侧,在驶出时保持在左侧;有人说它们这样做是因为它们天生视力不佳,而用右眼看得更清楚。
Τὴν μὲν οὖν ἡμέραν οἱ ῥυάδες κομίζονται, τὴν δὲ νύκτα ἡσυχάζουσι καὶ νέμονται, ἐὰν μὴ σελήνη ᾖ· τότε δὲ κομίζονται καὶ οὐχ ἡσυχάζουσιν.
因此,在白天,洄游的鱼类处于移动中,而在夜间,除非有月光,否则它们会静止并觅食;在有月光时,它们则会移动而不保持静止。
Λέγουσι δέ τινες τῶν περὶ τὴν θάλατταν ὡς ὅταν τροπαὶ χειμεριναὶ γίνωνται, οὐκέτι κινοῦνται ἀλλ’ ἡσυχάζουσιν, ὅπου ἂν τύχωσι καταληφθέντες, μέχρι ἰσημερίας.
一些与海洋打交道的人还说,当冬至到来时,它们便不再移动,而是静止在它们碰巧被遇上的地方,直到春分。
Οἱ μὲν οὖν κολίαι εἰσπλέοντες ἁλίσκονται, ἐξιόντες δ’ ἦττον· ἄριστοι δ’ εἰσὶν ἐν τῇ Προποντίδι πρὸ τοῦ τίκτειν.
因此,科利亚斯鲭鱼在驶入时会被捕获,而在出去时较少被捕;它们在产卵前在普罗蓬蒂斯最为肥美。
Οἱ δ’ ἄλλοι ῥυάδες ἐξιόντες ἐκ τοῦ Πόντου ἁλίσκονται μᾶλλον καὶ ἄριστοι τότε εἰσίν· ὅταν δὲ εἰσπλέωσιν, ἐγγύτατα τοῦ αἰγιαλοῦ πιότατοι ἁλίσκονται, ὅσα δ’ ἀνωτέρω, ἀεὶ λεπτότεροι.
而其他的洄游鱼类在走出黑海时更容易被捕获,并且此时最为肥美;但当它们驶入时,在最靠近海岸的地方捕获的嘴肥,而越往外侧,则总是越瘦。
Πολλάκις δὲ καὶ ὅταν πνεῦμα ἀντικόψῃ νότιον ἐκπλέουσι τοῖς κολίαις καὶ τοῖς σκόμβροις, κάτω ἁλίσκονται μᾶλλον ἢ περὶ Βυζάντιον.
此外,当科利亚斯鲭鱼和鲭鱼驶出时,若遇到南风阻碍,它们往往在下方比在拜占庭附近更容易被捕获。
Τοὺς μὲν οὖν ἐκτοπισμοὺς τοῦτον ποιοῦνται τὸν τρόπον.
因此,它们以这种方式进行迁徙。
Τὸ δ’ αὐτὸ τοῦτο συμβαίνει πάθος καὶ ἐπὶ τῶν χερσαίων κατὰ τὴν φωλείαν· τοῦ μὲν γὰρ χειμῶνος ὁρμῶσι πρὸς τὴν φωλείαν, ἀπαλλάττονται δὲ κατὰ τὴν θερμοτέραν ὥραν.
而这同样的情况也发生在陆地动物的冬眠中;因为在冬天它们前往潜伏处,而在温暖的季节离开。
Ποιοῦνται δὲ τὰ ζῷα καὶ τὰς φωλείας πρὸς τὴν βοήθειαν καὶ τὰς ὑπερβολὰς τῆς ὥρας ἑκατέρας.
动物进行潜伏也是为了保护自己免受两个季节极端气候的影响。
Φωλεῖ δὲ τῶν μὲν ὅλον τὸ γένος, ἐνίων δὲ τὰ μὲν τὰ δ’ οὔ.
在某些动物中,整个属都会潜伏,而在另一些中,有些潜伏,有些则不。
Τὰ μὲν γὰρ ὀστρακόδερμα πάντα φωλεῖ, οἷον τά τε ἐν τῇ θαλάττῃ, πορφύραι καὶ κήρυκες καὶ πᾶν τὸ τοιοῦτον γένος· ἀλλὰ τῶν μὲν ἀπολελυμένων ἐπιδηλότερός ἐστιν ἡ φωλεία (κρύπτουσι γὰρ αὑτά, οἷον οἱ κτένες, τὰ δ’ ἴσχει ἐπιπολῆς ἐπικάλυμμα, οἷον οἱ χερσαῖοι κοχλίαι), τῶν δ’ ἀναπολύτων ἄδηλος ἡ μεταβολή.
因为所有的壳皮类都会潜伏,例如生活在海中的波尔皮拉、克里克斯以及所有这一类的属;但在那些可以自由活动的动物中,潜伏更为明显(因为它们会隐藏自己,例如克得斯,或者像陆生科克利亚斯那样在表面形成盖子),而对于那些不能自由活动的动物,其变化则不明显。
Φωλοῦσι δ’ οὐ τὴν αὐτὴν ὥραν, ἀλλ’ οἱ μὲν κοχλίαι τοῦ χειμῶνος, αἱ δὲ πορφύραι καὶ οἱ κήρυκες ὑπὸ κύνα περὶ ἡμέρας τριάκοντα, καὶ οἱ κτένες περὶ τὸν αὐτὸν χρόνον.
它们潜伏的季节并不相同,科克利亚斯在冬天潜伏,而波尔皮拉和克里克斯在天狼星升起时潜伏约三十天,克得斯也在同一时间。
Τὰ δὲ πλεῖστα αὐτῶν φωλεῖ καὶ ἐν τοῖς σφόδρα ψύχεσι καὶ ἐν ταῖς σφόδρα ἀλέαις.
不过,它们中的大多数在极寒和极暑时都会潜伏。