Humanitext Reader

亚里士多德 · 动物志 §8.12

鸟类与鱼类因应寒暑变化的季节性迁徙

第 138 段,共 189 段 · 希腊语

内容简介

本章讨论了各种动物因应季节冷热变化而进行的迁徙和移动生态。具体介绍了仙鹤、白鹈鹕等鸟类、鱼类以及鹌鹑的迁徙行为,并描述了特定鸟类的身体特征与捕猎方法。

§8.12Τροφαῖς μὲν οὖν χρῶνται τὰ γένη τῶν ζῴων ταῖς εἰρημέναις.
因此,各类动物都利用上述这些食物。
Αἱ δὲ πράξεις αὐτῶν ἅπασαι περί τε τὰς ὀχείας καὶ τὰς τεκνώσεις εἰσί, καὶ περὶ τὰς εὐπορίας τῆς τροφῆς, καὶ πρὸς τὰ ψύχη καὶ τὰς ἀλέας πεπορισμέναι, καὶ πρὸς τὰς μεταβολὰς τὰς τῶν ὡρῶν.
它们的所有活动都围绕着交配与繁育、食物的获取,并且是为了应对寒冷与炎热,以及季节的交替而进行的。
Πάντα γὰρ τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν μεταβολῆς αἴσθησιν ἔχει σύμφυτον, καὶ καθάπερ τῶν ἀνθρώπων οἱ μὲν εἰς τὰς οἰκίας τοῦ χειμῶνος μεταβάλλουσιν, οἱ δὲ πολλῆς χώρας κρατοῦντες θερίζουσι μὲν ἐν τοῖς ψυχροῖς χειμάζουσι δ’ ἐν τοῖς ἀλεεινοῖς, οὕτω καὶ τῶν ζῴων τὰ δυνάμενα μεταβάλλειν τοὺς τόπους.
因为所有动物对冷热的变化都有一种天生的感知能力,正如在人类中,有些人会在冬天迁移住所,而那些拥有广阔土地的人则在凉爽的地方避暑,在温暖的地方避寒一样,在动物中,那些有能力改变栖息地的也是如此。
Καὶ τὰ μὲν ἐν αὐτοῖς τοῖς συνήθεσι τόποις εὑρίσκεται τὰς βοηθείας, τὰ δ’ ἐκτοπίζει, μετὰ μὲν τὴν φθινοπωρινὴν ἰσημερίαν ἐκ τοῦ Πόντου καὶ τῶν ψυχρῶν τόπων φεύγοντα τὸν ἐπιόντα χειμῶνα, μετὰ δὲ τὴν ἐαρινὴν ἐκ τῶν θερμῶν εἰς τοὺς τόπους τοὺς ψυχροὺς φοβούμενα τὰ καύματα, τὰ μὲν ἐκ τῶν ἐγγὺς τόπων ποιούμενα τὰς μεταβολάς, τὰ δὲ καὶ ἐκ τῶν ἐσχάτων ὡς εἰπεῖν, οἷον αἱ γέρανοι ποιοῦσιν·
它们中有些在自己习惯的相同地方找到应对办法,而另一些则进行迁移。 在秋分之后,它们从黑海和寒冷的地方出发,逃避即将来临的冬季;在春分之后,它们则因害怕炎热而从炎热的地方迁往寒冷的地方。 有些动物从临近的地方进行迁移,有些甚至可以说从极远的一端迁往另一端,例如仙鹤便是如此。
μεταβάλλουσι γὰρ ἐκ τῶν Σκυθικῶν πεδίων εἰς τὰ ἕλη τὰ ἄνω τῆς Αἰγύπτου, ὅθεν ὁ Νεῖλος ῥεῖ·
它们从斯基泰平原迁往埃及上游、尼罗河发源地的沼泽区。
οὗ καὶ λέγονται τοῖς Πυγμαίοις ἐπιχειρεῖν·
据说,它们在那里还会攻击俾格米人。
οὐ γάρ ἐστι τοῦτο μῦθος, ἀλλ’ ἔστι κατὰ τὴν ἀλήθειαν γένος μικρὸν μέν, ὥσπερ λέγεται, καὶ αὐτοὶ καὶ οἱ ἵπποι, τρωγλοδύται δ’ εἰσὶ τὸν βίον.
因为这并不是神话,而是确实存在着一个身材矮小的族群,正如人们所说,他们自己和他们的马都很矮小,并且过着穴居的生活。
Καὶ οἱ πελεκᾶνες δ’ ἐκτοπίζουσι, καὶ πέτονται ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ ἐπὶ τὸν Ἴστρον, κἀκεῖ τεκνοποιοῦνται·
白鹈鹕也进行迁移,它们从斯特里蒙河飞往伊斯特河,并在那里繁衍后代。
ἀθρόοι δ’ ἀπέρχονται, ἀναμένοντες οἱ πρότεροι τοὺς ὕστερον, διὰ τὸ ὅταν ὑπερπτῶνται τὸ ὄρος ἀδήλους γίνεσθαι τοὺς προτέρους τοῖς ὑστέροις.
它们成群结队地出发,先行者会等待后行者,因为在飞越山岭时,先行者对后行者来说会变得不可见。
Καὶ οἱ ἰχθύες δὲ τὸν αὐτὸν τρόπον οἱ μὲν ἐκ τοῦ Πόντου καὶ εἰς τὸν Πόντον μεταβάλλουσιν, οἱ δ’ ἐν μὲν τῷ χειμῶνι ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν, τὴν ἀλέαν διώκοντες, ἐν δὲ τῷ θέρει ἐκ τῶν προσγείων εἰς τὸ πέλαγος, φεύγοντες τὴν ἀλέαν.
鱼类也以同样的方式迁移,有些从黑海迁出或迁入黑海;有些在冬天从深海游向近岸,寻求温暖,而在夏天则从近岸游向深海,逃避炎热。
Καὶ τὰ ἀσθενῆ δὲ τῶν ὀρνέων ἐν μὲν τῷ χειμῶνι καὶ τοῖς πάγοις εἰς τὰ πεδία καταβαίνουσι διὰ τὴν ἀλέαν, ἐν δὲ τῷ θέρει ἀποχωροῦσιν εἰς τὰ ὄρη ἄνω διὰ τὰ καύματα.
虚弱的鸟类在冬天和结冰期也会为了寻求温暖而降落到平原,而在夏天则因为炎热而退避到高山之上。
Ποιεῖται δ’ ἀεὶ τὰ ἀσθενέστερα πρῶτα τὴν μετάστασιν καθ’ ἑκατέραν τὴν ὑπερβολήν, οἷον οἱ μὲν σκόμβροι τῶν θύννων, οἱ δ’ ὄρτυγες τῶν γεράνων· τὰ μὲν γὰρ μεταβάλλει τοῦ Βοηδρομιῶνος, τὰ δὲ τοῦ Μαιμακτηριῶνος.
在冷热变化的两种极端情况下,较虚弱者总是最先开始迁移,例如鲭鱼先于金枪鱼,鹌鹑先于仙鹤;因为前者在勃德罗米昂月迁移,而后者在迈马克特里昂月迁移。
Ἔστι δὲ πιότερα πάντα ὅταν ἐκ τῶν ψυχρῶν τόπων μεταβάλλῃ ἢ ὅταν ἐκ τῶν θερμῶν, οἷον καὶ οἱ ὄρτυγες τοῦ φθινοπώρου μᾶλλον ἢ τοῦ ἔαρος.
当动物从寒冷的地方迁出时,都比从炎热的地方迁出时更肥壮,正如鹌鹑在秋天比在春天更肥一样。
Συμβαίνει δ’ ἐκ τῶν ψυχρῶν τόπων ἅμα μεταβάλλειν καὶ ἐκ τῆς ὥρας τῆς θερμῆς.
而且从寒冷地方的迁移,也是与温暖季节的结束同时发生的。
Ἔχουσι δὲ καὶ πρὸς τὰς ὀχείας ὁρμητικώτερον κατὰ τὴν ἐαρινὴν ὥραν καὶ ὅταν μεταβάλλωσιν ἐκ τῶν θερμῶν.
在春季以及从炎热地方迁出时,它们对交配也表现得更加冲动。
Τῶν μὲν οὖν ὀρνέων αἱ γέρανοι, καθάπερ εἴρηται πρότερον, ἐκτοπίζουσιν εἰς τὰ ἔσχατα ἐκ τῶν ἐσχάτων.
在鸟类中,正如前文所说,仙鹤在极远的两端之间进行迁移。
Πέτονται δὲ πρὸς τὸ πνεῦμα.
它们迎风飞行。
Τὸ δὲ περὶ τοῦ λίθου ψεῦδός ἐστι·
关于石头的传说是假的。
λέγεται γὰρ ὡς ἔχουσιν ἕρμα λίθον, ὃς γίνεται χρήσιμος πρὸς τὰς τοῦ χρυσοῦ βασάνους, ὅταν ἀνεμέσωσιν.
因为有人说它们携带一块石头作为压舱石,当它们把石头吐出来时,这块石头便可作为检验黄金的试金石,但这其实是谎言。
Ἀπαίρουσι δὲ καὶ αἱ φάτται καὶ αἱ πελειάδες, καὶ οὐ χειμάζουσι, καὶ αἱ χελιδόνες καὶ αἱ τρυγόνες· αἱ δὲ περιστεραὶ καταμένουσιν.
斑尾林鸽和斑鸽也迁离,不在这里过冬,燕子和斑鸠也是如此;而家鸽则留下来。
Ὁμοίως δὲ καὶ οἱ ὄρτυγες, ἐὰν μή τινες ὑπολειφθῶσι καὶ τῶν τρυγόνων καὶ τῶν ὀρτύγων ἐν εὐείλοις χωρίοις.
鹌鹑也是如此,除非有一些斑鸠和鹌鹑留在了向阳温暖的地方。
Ἀγελάζονται δ’ αἵ τε φάτται καὶ αἱ τρυγόνες, ὅταν τε παραγίνωνται καὶ πάλιν ὅταν ὥρα ᾖ πρὸς τὴν ἀνακομιδήν.
斑尾林鸽和斑鸠在抵达时,以及在准备返回的季节,都会结成群。
Οἱ δ’ ὄρτυγες ὅταν πέσωσιν, ἐὰν μὲν εὐδία ἢ βόρειον ᾖ, συνδυάζονταί τε καὶ εὐημεροῦσιν, ἐὰν δὲ νότος, χαλεπῶς ἔχουσι διὰ τὸ μὴ εἶναι πτητικοί·
鹌鹑在降落时,如果是晴朗的天气或吹北风,它们就会结成配偶并且过得很好;但如果是吹南风,它们就会因不善飞行而陷入困境,因为南风潮湿而沉重。
ὑγρὸς γὰρ καὶ βαρὺς ὁ ἄνεμος· διὸ καὶ οἱ θηρεύοντες ἐπιχειροῦσι τοῖς νοτίοις.
因此,猎人们也在吹南风时去猎捕它们。
Εὐδίας δ’ οὐ πέτονται διὰ τὸ βάρος· πολὺ γὰρ τὸ σῶμα, διὸ καὶ βοῶντες πέτονται· πονοῦσι γάρ.
在无风的晴天,它们因身体沉重而不飞,因为它们的身体很大,所以它们也是一边鸣叫一边飞行,因为飞行对它们来说很吃力。
Ὅταν μὲν οὖν ἐκεῖθεν παραβάλλωσιν, οὐκ ἔχουσιν ἡγεμόνας· ὅταν δ’ ἐντεῦθεν ἀπαίρωσιν, ἥ τε γλωττὶς συναπαίρει καὶ ἡ ὀρτυγομήτρα καὶ ὁ ὠτὸς καὶ ὁ κύχραμος, ὅσπερ αὐτοὺς καὶ ἀνακαλεῖται νύκτωρ·
当它们从那里飞来时,它们没有领路者;但当它们从这里出发时,歪脖子鸟、秧鸡、角鸮和秧鸡类的鸟会和它们一起出发,后者甚至在夜间呼唤它们。
καὶ ὅταν τούτου τὴν φωνὴν ἀκούσωσιν οἱ θηρεύοντες, ἴσασιν ὅτι οὐ καταμένουσιν.
当猎人听到这种鸟的叫声时,就知道鹌鹑不会留下来。
Ἡ δ’ ὀρτυγομήτρα παραπλήσιος τὴν μορφὴν τοῖς λιμναίοις ἐστί, καὶ ἡ γλωττὶς γλῶτταν ἐξαγομένην ἔχουσα μέχρι πόρρω.
秧鸡在外形上与水鸟非常相似,而歪脖子鸟有一条可以伸到很远地方的舌头。
Ὁ δ’ ὠτὸς ὅμοιος ταῖς γλαυξὶ καὶ περὶ τὰ ὦτα πτερύγια ἔχων· ἔνιοι δ’ αὐτὸν νυκτικόρακα καλοῦσιν.
角鸮与猫头鹰相似,耳朵周围长有羽毛束;有些人称它为夜鹭。
Ἔστι δὲ κόβαλος καὶ μιμητής, καὶ ἀντορχούμενος ἁλίσκεται, περιελθόντος θατέρου τῶν θηρευτῶν, καθάπερ ἡ γλαύξ.
它是个滑稽的模仿者,会因为跟着模仿跳舞而被捕获,就像猫头鹰一样,当猎人中的一人在它周围绕圈时,它会因为跟着跳舞而被捕。
Ὅλως δὲ τὰ γαμψώνυχα πάντα βραχυτράχηλα καὶ πλατύγλωττα καὶ μιμητικά·
总之,所有钩爪类的鸟都是短颈、平舌且善于模仿的。
καὶ γὰρ τὸ Ἰνδικὸν ὄρνεον ἡ ψιττάκη, τὸ λεγόμενον ἀνθρωπόγλωττον, τοιοῦτόν ἐστι· καὶ ἀκολαστότερον δὲ γίνεται, ὅταν πίῃ οἶνον.
印度的鸟鹦鹉,即所谓的能说人话的鸟,就是属于这一类;当它喝了酒后,会变得更加放荡。
Ἀγελαῖοι δὲ τῶν ὀρνίθων εἰσὶ γέρανος, κύκνος, πελεκάν, χὴν ὁ μικρός.
在鸟类中,仙鹤、天鹅、白鹈鹕和小雁都是群居的。

词汇与语法注释

  1. §8.12οὕτω καὶ τῶν ζῴων τὰ δυνάμενα μεταβάλλειν τοὺς τόπους — 在与人类因应季节迁移住所的对比(καθάπερ... οὕτω...)中,后半句“在动物中,那些有能力改变栖息地的也是如此”省略了动词(如 `μεταβάλλει` 或 `ποιεῖται τὴν μετάστασιν`)。需根据前句中用于人类的动词 `μεταβάλλουσιν` 及上下文语境来补全这一移动的行为。
  2. ¦p.277¦διὰ τὸ ὅταν ὑπερπτῶνται τὸ ὄρος ἀδήλους γίνεσθαι τοὺς προτέρους τοῖς ὑστέροις — 表示原因的前置词短语 `διὰ τὸ` 后接“对格+不定式”结构(`ἀδήλους γίνεσθαι τοὺς προτέρους τοῖς ὑστέροις`,“先行者对后行者变得不可见”),其中嵌套了时间/条件状语从句 `ὅταν ὑπερπτῶνται τὸ ὄρος`(当它们飞越山岭时)。`τοὺς προτέρους` 是不定式的逻辑主语(对格),`τοῖς ὑστέροις` 为与之搭配的与格补足语。
  3. ¦p.278¦λέγεται γὰρ ὡς ἔχουσιν ἕρμα λίθον, ὃς γίνεται χρήσιμος πρὸς τὰς τοῦ χρυσοῦ βασάνους, ὅταν ἀνεμέσωσιν — 在间接引语的 `ὡς` 从句中使用了直陈式现在时 `ἔχουσιν`,表示客观的传闻。关系代词 `ὃς` 的先行词是 `λίθον`(石头),后面接有带虚拟式的临时状语从句 `ὅταν ἀνεμέσωσιν`(当它们吐出来时),用以说明该石头发挥效用的条件。
  4. ¦p.278¦περιελθόντος θατέρου τῶν θηρευτῶν — 这是由名词 `θατέρου τῶν θηρευτῶν`(猎人中的一人)和分词 `περιελθόντος`(绕到后面)构成的属格独立结构(genitive absolute),用以描述主句动作的背景环境。这展示了捕猎时的分工:当一名猎人在鸟面前模仿跳舞时(`ἀντορχούμενος`),另一名猎人则绕到其身后。

引用这一段

亚里士多德, 动物志 §8.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。