Humanitext Reader

アリストテレス · 動物誌 §7.1#2

思春期後の体質変化と生殖能力の成熟

121 / 189 箇所 · ギリシア語

要旨

思春期における男女の体質や乳房の変化、および体内余剰物の排出と健康状態の関連について論じ、さらに21歳(3×7歳)を境とした生殖能力の成熟と、早すぎる生殖・多産が身体に与える影響、精液の性質と子の性別の関係について述べる。

§7.1#2Γίνονται δέ τινες ἄνηβοι ἐκ γενετῆς καὶ ἄγονοι διὰ τὸ πηρωθῆναι περὶ τὸν τόπον τὸν γόνιμον·
生まれつき思春期(の兆候)が現れず、生殖器官の周りを害されることによって生殖不能となる者もいる。
ὁμοίως δὲ καὶ γυναῖκες γίνονται ἄνηβοι ἐκ γενετῆς.
同様に女性も、生まれつき思春期を迎えない者がいる。
Μεταβάλλουσι δὲ καὶ τὰς ἕξεις καὶ τὰ ἄρρενα καὶ τὰ θήλεα περί τε τὸ ὑγιεινότερα εἷναι καὶ νοσερώτερα, καὶ περὶ τὴν τοῦ σώματος ἰσχνότητα καὶ παχύτητα καὶ εὐτροφίαν·
またオスもメスも、より健康になるかより病気になりやすくなるか、そして身体の痩せ、太り、肉付きの良さに関して、その体質を変化させる。
μετὰ γὰρ τὴν ἥβην οἱ μὲν ἐξ ἰσχνῶν παχύνονται καὶ ὑγιεινότεροι γίνονται, οἱ δὲ τοὐναντίον·
すなわち、思春期の後に、ある人々は痩せた状態から太ってより健康になるが、他の人々はその逆である。
ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν παρθένων.
同様のことが少女たちにおいても起こる。
Ὅσοι μὲν γὰρ παῖδες ἢ ὅσαι παρθένοι περιττωματικὰ τὰ σώματα εἶχον, συναποκρινομένων τῶν τοιούτων τοῖς μὲν ἐν τῷ σπέρματι ταῖς δ’ ἐν τοῖς καταμηνίοις ὑγιεινότερα τὰ σώματα γίνεται καὶ εὐτραφέστερα, ἐξιόντων τῶν ἐμποδιζόντων τὴν ὑγίειαν καὶ τὴν τροφήν·
身体に余剰物を多く持っていた少年や少女たちは、そのような余剰物が、少年においては精液中に、少女においては月経中にともに排出されることで、健康や栄養を妨げていたものが排出されるため、身体はより健康になり、より肉付きが良くなる。
ὅσοι δὲ τοὐναντίον, ἰσχνότερα καὶ νοσερώτερα τὰ σώματα γίνεται·
しかしその逆の者たちは、身体がより痩せて、より病気になりやすくなる。
ἀπὸ γὰρ τῆς φύσεως καὶ τῶν καλῶς ἐχόντων ἡ ἀπόκρισις γίνεται τοῖς μὲν ἐν τῷ σπέρματι ταῖς δ’ ἐν τοῖς καταμηνίοις.
なぜなら、健康で良好な状態にあるものから、少年においては精液の中に、少女においては月経の中に排出が行われてしまうからである。
Ἔτι δὲ ταῖς γε παρθένοις καὶ τὰ περὶ τοὺς μαστοὺς γίνεται διαφερόντως ἑτέραις πρὸς ἑτέρας·
さらに、少女たちにおいては乳房に関する発育も個人によって著しく異なる。
αἱ μὲν γὰρ πάμπαν μεγάλους ἴσχουσιν, αἱ δὲ μικρούς.
ある者たちは非常に大きな乳房を持ち、ある者たちは小さな乳房を持つ。
Ὡς ἐπὶ τὸ πολὺ δὲ συμβαίνει τοῦτο, ὅσαι ἂν παῖδες οὖσαι περιττωματικαὶ ὦσιν·
大抵の場合、これは少女のときに余剰物を多く持っていた者たちに起こる。
μελλόντων γὰρ καὶ οὔπω γινομένων τῶν γυναικείων, ὅσῳ ἂν πλείων ἡ ὑγρότης ᾖ, τοσούτῳ μᾶλλον ἀναγκάζει αἴρεσθαι ἄνω, ἕως ἂν καταρραγῇ·
というのも、月経が始まろうとしていて、まだ始まっていないとき、水分が多ければ多いほど、それが破れ出るまで、それはより上方へと押し上げることを余儀なくするからである。
ὥστε τότε λαβόντες ὄγκον οἱ μαστοὶ διαμένουσι καὶ εἰς τὸ ὕστερον.
その結果、そのときに乳房は膨らみを帯び、その後も維持されるのである。
Καὶ τῶν ἀρρένων δὲ ἐπιδηλότεροι γίνονται καὶ γυναικικώτεροι οἱ μαστοί, καὶ νεωτέροις καὶ πρεσβυτέροις οὖσι, τοῖς ὑγροῖς καὶ λείοις καὶ μὴ φλεβώδεσι, καὶ τούτων μᾶλλον τοῖς μέλασιν ἢ λευκοῖς.
また男性においても、若い者であれ年配の者であれ、身体が湿っていて、滑らかで、血管が目立たない者たちにおいて乳房がより目立ち、より女性的になるが、それらの者たちの中でも白い肌の者より黒い肌の者において特にそうである。
Μέχρι μὲν οὖν τῶν τρὶς ἑπτὰ ἐτῶν τὸ μὲν πρῶτον ἄγονα τὰ σπέρματά ἐστιν·
したがって、二十一歳までは、最初は精液は生殖能力を持たない。
ἔπειτα γόνιμα μὲν μικρὰ δὲ καὶ ἀτελῆ γεννῶσι καὶ οἱ νέοι καὶ αἱ νέαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ζῴων τῶν πλείστων.
その後、生殖能力を持つようにはなるが、若い男性も若い女性も、他のほとんどの動物と同様に、小さく未発達な子を産む。
Συλλαμβάνουσι μὲν οὖν αἱ νέαι θᾶττον· ἐὰν δὲ συλλάβωσιν, ἐν τοῖς τόκοις πονοῦσι μᾶλλον.
それゆえ、若い女性はより早く受胎するが、もし受胎すると、出産においてより激しく苦しむ。
Καὶ τὰ σώματα δ’ αὐτῶν ἀτελέστερα γίνεται ὡς ἐπὶ τὸ πολὺ καὶ γηράσκει θᾶττον, τῶν τ’ ἀφροδισιαστικῶν ἀρρένων καὶ τῶν γυναικῶν τῶν τοῖς τόκοις χρωμένων πλείοσιν·
そして、性交を盛んに行う男性たちや、多くの出産を経験した女性たちの身体は、概してより未発達なままとなり、より早く老化する。
δοκεῖ γὰρ οὐδ’ ἡ αὔξησις ἔτι γίνεσθαι μετὰ τοὺς τρεῖς τόκους.
実際、三回の出産の後は、もはや成長すら起こらないと思われるからである。
Καθίστανται δὲ καὶ σωφρονίζονται μᾶλλον ὅσαι τῶν γυναικῶν ἀκόλαστοι πρὸς πρὸς τὴν ὁμιλίαν εἰσὶ τὴν τῶν ἀφροδισίων, ὅταν τοῖς τόκοις χρήσωνται πολλοῖς.
また、性交の交わりに対して放縦である女性たちも、多くの出産を経験すると、より落ち着き、自制するようになる。
Μετὰ δὲ τὰ τρὶς ἑπτὰ ἔτη αἱ μὲν γυναῖκες πρὸς τὰς τεκνογονίας ἤδη εὐκαίρως ἔχουσιν, οἱ δ’ ἄνδρες ἔτι ἔχουσιν ἐπίδοσιν.
二十一歳を過ぎると、女性はすでに子作りに適した状態になるが、男性にはまだ発達の余地がある。
Ἔστι δὲ τὰ μὲν λεπτὰ τῶν σπερμάτων ἄγονα, τὰ δὲ χαλαζώδη γόνιμα καὶ ἀρρενογόνα μᾶλλον·
また、薄い精液は生殖能力を持たず、雹状の精液は生殖能力があり、より男の子を生みやすい。
τὰ δὲ λεπτὰ καὶ μὴ θρομβώδη θηλυγόνα.
一方で、薄くて凝固しないものは女の子を生みやすい。
Καὶ τοῦ γενείου δὲ τρίχωσις συμβαίνει τοῖς ἄρρεσι περὶ τὴν ἡλικίαν ταύτην.
また、男性にはこの年齢のころに顎髭が生え始める。

語釈・文法注

  1. §7.1#2διὰ τὸ πηρωθῆναι — 前置詞 διὰ と冠詞付き不定詞の受動相 πηρωθῆναι(害されること)による原因・理由の表現。ここでの意味上の主語は τινες(ある人々、男性たち)であり、生殖器官の不全や損傷によって不妊(ἄγονοι)になることを示している。
  2. §7.1#2συναποκρινομένων τῶν τοιούτων — 属格独立(genitive absolute)の構文。中性複数名詞 τῶν τοιούτων(このようなもの、すなわち περιττωματικά「余剰物」)を主語とし、現在分詞受動相 συναποκρινομένων(ともに排出される)が係る。
  3. §7.1#2τῶν γυναικείων — 実質的には月経(καταμήニア)を指す中性複数形容詞。μελλόντων γὰρ καὶ οὔπω γινομένων τῶν γυναικείων も属格独立の構文であり、「女性のもの(月経)が始まろうとしていて、まだ始まっていないとき」という一時的な状況を表す。
  4. §7.1#2ὅσῳ... τοσούτῳ — 差異の与格を用いた比例表現(「〜であればあるほど、ますます…」)。ὅσῳ ἂν +接続法 ᾖ(湿気が多ければ多いほど)は一般化された条件節を形成する。
  5. §7.1#2ἕως ἂν καταρραγῇ — 接続詞 ἕως ἂν にアオリスト自動詞(あるいは受動相)の接続法 καταρραγῇ(破れ出る、噴出する)が続く時間節。「(月経が)破れ出るまで」という将来の限界や不確定な時点を示す。

この箇所を引用する

アリストテレス, 動物誌 §7.1#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:7.1%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。