§7.1#1## Η.
Περὶ δ’ ἀνθρώπου γενέσεως τῆς τε πρώτης τῆς ἐν τῷ θήλει καὶ τῆς ὕστερον μέχρι γήρως, ὅσα συμβαίνει διὰ τὴν φύσιν τὴν οἰκείαν, τόνδ’ ἔχει τὸν τρόπον.
人間の生殖について、すなわち雌の体内における最初の生殖と、その後の老年期に至るまでの生殖について、その固有の性質によって生じる事柄は、次のようである。
Ἡ μὲν διαφορὰ τοῦ ἄρρενος πρὸς τὸ θῆλυ καὶ τὰ μόρια πρότερον εἴρηται, φέρειν δὲ σπέρμα πρῶτον ἄρχεται τὸ ἄρρεν ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ἔτεσι τοῖς δὶς ἑπτὰ τετελεσμένοις·
オスとメスの違いおよびその諸器官については、すでに前に述べられた。 オスは大抵の場合、14歳を完了した時点で、最初に精液を放出し始める。
ἅμα δὲ καὶ τρίχωσις τῆς ἥβης ἄρχεται, καθάπερ καὶ τὰ φυτὰ μέλλοντα σπέρμα φέρειν ἀνθεῖν πρῶτον Ἀλκμαίων φησὶν ὁ Κροτωνιάτης.
それと同時に陰毛が生え始める。 これは、種子を結ぼうとする植物がまず花を咲かせるのと同じであると、クロトンのアルクマイオンは言っている。
Περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἥ τε φωνὴ μεταβάλλειν ἄρχεται ἐπὶ τὸ τραχύτερον καὶ ἀνωμαλέστερον, οὔτ’ ἔτι ὀξεῖα οὖσα οὔτε πω βαρεῖα, οὔτε πᾶσα ὁμαλή, ἀλλ’ ὁμοία φαινομένη ταῖς παρανενευρισμέναις καὶ τραχείαις χορδαῖς·
この同じ時期に、声もまた、より荒く不均一なものへと変わり始め、もはや高くもなく、まだ低くもなく、全体として滑らかでもなく、狂った荒い弦に似たものとなる。
ὃ καλοῦσι τραγίζειν.
人々はこれを「ヤギのように鳴く」と呼ぶ。
Γίνεται δὲ τοῦτο μᾶλλον τοῖς πειρωμένοις ἀφροδισιάζειν·
これは性交を試みる者たちにおいてより顕著に起こる。
τοῖς γὰρ περὶ ταῦτα προθυμουμένοις καὶ μεταβάλλουσιν αἱ φωναὶ εἰς τὴν τῶν ἀνδρῶν φωνήν, ἀπεχομένοις δὲ τοὐναντίον·
というのも、これらのことに熱心な者たちにおいては、声は大人の男性の声へと変化するが、自制している者たちにおいてはその逆だからである。
ἐὰν δὲ καὶ συναποβιάζωνται ταῖς ἐπιμελείαις, ὅπερ ποιοῦσιν ἔνιοι τῶν περὶ τὰς χορείας σπουδαζόντων, καὶ μέχρι πόρρω διαμένει καὶ τὸ πάμπαν μικρὰν λαμβάνει μεταβολήν.
もし彼らが訓練によって同時に強制的に声を抑えようとするなら――これは合唱活動に熱心な一部の者が行うことであるが――その声はかなり後まで持続し、変化はまったくわずかしか生じない。
Καὶ μαστῶν ἔπαρσις γίνεται καὶ αἰδοίων, οὐ μεγέθει μόνον ἀλλὰ καὶ εἴδει.
また、乳房と性器の膨張が起こるが、それは大きさにおいてだけでなく、形状においてもそうである。
Συμβαίνει δὲ περὶ τοῦτον τὸν χρόνον τοῖς τε πειρωμένοις τρίβεσθαι περὶ τὴν τοῦ σπέρματος πρόεσιν οὐ μόνον ἡδονὴν γίνεσθαι τοῦ σπέρματος ἐξιόντος, ἀλλὰ καὶ λύπην.
この時期、精液の放出のために擦ることを試みる者たちには、精液が出る時に快感だけでなく、痛みも生じることがある。
Περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ τοῖς θήλεσιν ἥ τ’ ἔπαρσις γίνεται τῶν μαστῶν καὶ τὰ καταμήνια καλούμενα καταρρήγνυται·
同じ時期に、メスにおいても、乳房の膨張が起こり、いわゆる月経が始まり出す。
τοῦτο δ’ ἐστὶν αἷμα οἷον νεόσφακτον.
これは、屠殺されたばかりの新鮮な血のようである。
Τὰ δὲ λευκὰ καὶ παιδίοις γίνεται νέοις οὖσι πάμπαν, μᾶλλον δ’ ἂν ὑγρᾷ χρῶνται τροφῇ·
一方で、白い分泌物は、非常に若い子供たちにも生じ、特に水分の多い食物を摂っている場合にそうである。
καὶ κωλύει τὴν αὔξην, καὶ τὰ σώματα ἰσχναίνει τῶν παιδίων.
そしてそれは成長を妨げ、子供たちの体を痩せ細らせる。
Τὰ δὲ καταμήνια γίνεται ταῖς πλείσταις ἤδη τῶν μαστῶν ἐπὶ δύο δακτύλους ᾐρμένων.
月経は、大部分の者において、乳房がすでに2指の幅ほど膨らんだときに起こる。
Καὶ ἡ φωνὴ δὲ καὶ ταῖς παισὶ μεταβάλλει περὶ τὸν χρόνον τοῦτον ἐπὶ τὸ βαρύτερον.
そして少女たちの声もまた、この時期により低い方へと変化する。
Ὅλως μὲν γὰρ γυνὴ ἀνδρὸς ὀξυφωνότερον, αἱ δὲ νέαι τῶν πρεσβυτέρων, ὥσπερ καὶ οἱ παῖδες τῶν ἀνδρῶν·
一般に、女性は男性よりも声が高く、若い女性は年長の女性よりも高く、少年は成人男性よりも高い。
ἀλλ’ ἔστιν ἡ φωνὴ ὀξυτέρα ἡ τῶν θηλειῶν παίδων ἢ τῶν ἀρρένων, καὶ ὁ παρθένιος αὐλὸς τοῦ παιδικοῦ ὀξύτερος.
しかし、少女の声は少年の声よりも高く、少女用の管楽器は少年用のものよりも高音である。
Μάλιστα δὲ καὶ φυλακῆς δέονται περὶ τὸν χρόνον τοῦτον·
この時期、彼らは最も注意を必要とする。
μάλιστα γὰρ ὁρμῶσι πρὸς τὴν τῶν ἀφροδισίων χρῆσιν ἀρχομένων αὐτῶν, ὥστε ἂν μὴ διευλαβηθῶσι μηθὲν ἐπὶ πλεῖον κινῆσαι οὗ αὐτὰ τὰ σώματα μεταβάλλει μηθὲν χρωμένων ἀφροδισίοις, ἀκολουθεῖν εἴωθεν εἰς τὰς ὕστερον ἡλικίας.
なぜなら、それらが始まりかけるとき、彼らは性交の営みへと最も激しく駆り立てられるからである。 したがって、もし彼らが慎重にならず、性交を全く行わない場合に身体自体が変化する以上に、身体を余計に刺激してしまうなら、その習慣はその後の年齢にまで尾を引くのが常である。
Αἵ τε γὰρ νέαι πάμπαν ἀφροδισιαζόμεναι ἀκολαστότεραι γίνονται καὶ οἱ ἄρρενες, ἐάν τ’ ἐπὶ θάτερα ἐάν τ’ ἐπ’ ἀμφότερα ἀφυλακτήσωσιν·
実際、きわめて若い時期に性交を行うと、少女たちも少年たちも、より放縦になる。 それは、一方が注意を怠った場合でも、あるいは双方が怠った場合でも同様である。
οἵ τε γὰρ πόροι ἀναστομοῦνται, καὶ ποιοῦσιν εὔρουν τὸ σῶμα ταύτῃ·
というのも、通路が開き、身体をその方向に通り抜けやすくするからである。
καὶ ἅμα ἡ τότε μνήμη τῆς συμβαινούσης ἡδονῆς ἐπιθυμίαν ποιεῖ τῆς τότε γινομένης ὁμιλίας.
そして同時に、そのときに生じた快感の記憶が、そのときに行われた交わりに対する欲望を生じさせるからである。