§7.1#1## Η.
Περὶ δ’ ἀνθρώπου γενέσεως τῆς τε πρώτης τῆς ἐν τῷ θήλει καὶ τῆς ὕστερον μέχρι γήρως, ὅσα συμβαίνει διὰ τὴν φύσιν τὴν οἰκείαν, τόνδ’ ἔχει τὸν τρόπον.
关于人类的繁衍——即首先在雌性体内发生的受孕,以及随后直到老年的整个生命历程中,因其自身生理本性而发生的一切,其情形如下。
Ἡ μὲν διαφορὰ τοῦ ἄρρενος πρὸς τὸ θῆλυ καὶ τὰ μόρια πρότερον εἴρηται, φέρειν δὲ σπέρμα πρῶτον ἄρχεται τὸ ἄρρεν ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ἔτεσι τοῖς δὶς ἑπτὰ τετελεσμένοις·
关于雄性与雌性的区别及其各器官,在此前已作了说明。 雄性通常在满十四岁时开始初次产生精液。
ἅμα δὲ καὶ τρίχωσις τῆς ἥβης ἄρχεται, καθάπερ καὶ τὰ φυτὰ μέλλοντα σπέρμα φέρειν ἀνθεῖν πρῶτον Ἀλκμαίων φησὶν ὁ Κροτωνιάτης.
与此同时,阴毛也开始生长,正如克罗托内的阿尔克迈翁所说,植物在结实之前会先开花。
Περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἥ τε φωνὴ μεταβάλλειν ἄρχεται ἐπὶ τὸ τραχύτερον καὶ ἀνωμαλέστερον, οὔτ’ ἔτι ὀξεῖα οὖσα οὔτε πω βαρεῖα, οὔτε πᾶσα ὁμαλή, ἀλλ’ ὁμοία φαινομένη ταῖς παρανενευρισμέναις καὶ τραχείαις χορδαῖς· ὃ καλοῦσι τραγίζειν.
大约在同一时期,声音也开始变得更加粗糙和不均匀,既不再清脆,也尚未低沉,且完全不平稳,而是显得像松弛且粗糙的弦音;人们称之为“如公山羊般发声”。
Γίνεται δὲ τοῦτο μᾶλλον τοῖς πειρωμένοις ἀφροδισιάζειν· τοῖς γὰρ περὶ ταῦτα προθυμουμένοις καὶ μεταβάλλουσιν αἱ φωναὶ εἰς τὴν τῶν ἀνδρῶν φωνήν, ἀπεχομένοις δὲ τοὐναντίον·
在尝试过性交的人身上,这种情况发生得更为明显;因为在那些热衷于此的人身上,声音会转变为成年男子的声音,而在节制者身上则正相反。
ἐὰν δὲ καὶ συναποβιάζωνται ταῖς ἐπιμελείαις, ὅπερ ποιοῦσιν ἔνιοι τῶν περὶ τὰς χορείας σπουδαζόντων, καὶ μέχρι πόρρω διαμένει καὶ τὸ πάμπαν μικρὰν λαμβάνει μεταβολήν.
如果他们还通过训练和克制来强行压制这一变化(正如一些致力于合唱的人所做的那样),少年的声音就会维持到很晚,且几乎完全不发生变化。
Καὶ μαστῶν ἔπαρσις γίνεται καὶ αἰδοίων, οὐ μεγέθει μόνον ἀλλὰ καὶ εἴδει.
此外,乳房和生殖器也会发育,不仅在尺寸上,在形状上也是如此。
Συμβαίνει δὲ περὶ τοῦτον τὸν χρόνον τοῖς τε πειρωμένοις τρίβεσθαι περὶ τὴν τοῦ σπέρματος πρόεσιν οὐ μόνον ἡδονὴν γίνεσθαι τοῦ σπέρματος ἐξιόντος, ἀλλὰ καὶ λύπην.
大约在此期间,对于那些试图通过摩擦来排出精液的人来说,在精液排出时,不仅会产生快感,还会伴随有痛感。
Περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ τοῖς θήλεσιν ἥ τ’ ἔπαρσις γίνεται τῶν μαστῶν καὶ τὰ καταμήνια καλούμενα καταρρήγνυται· τοῦτο δ’ ἐστὶν αἷμα οἷον νεόσφακτον.
在同一时期,雌性的乳房也会发育,并且所谓的月经开始流出;这是一种如同刚宰杀的动物的新鲜血液。
Τὰ δὲ λευκὰ καὶ παιδίοις γίνεται νέοις οὖσι πάμπαν, μᾶλλον δ’ ἂν ὑγρᾷ χρῶνται τροφῇ· καὶ κωλύει τὴν αὔξην, καὶ τὰ σώματα ἰσχναίνει τῶν παιδίων.
而在极年幼的儿童身上也会出现白色的分泌物,特别是当他们食用多水分的食物时;这会阻碍其生长,并使儿童的身体消瘦。
Τὰ δὲ καταμήνια γίνεται ταῖς πλείσταις ἤδη τῶν μαστῶν ἐπὶ δύο δακτύλους ᾐρμένων.
大多数女性在乳房隆起已达两指宽时,月经便会来潮。
Καὶ ἡ φωνὴ δὲ καὶ ταῖς παισὶ μεταβάλλει περὶ τὸν χρόνον τοῦτον ἐπὶ τὸ βαρύτερον.
女孩的声音也在这一时期变得更为低沉。
Ὅλως μὲν γὰρ γυνὴ ἀνδρὸς ὀξυφωνότερον, αἱ δὲ νέαι τῶν πρεσβυτέρων, ὥσπερ καὶ οἱ παῖδες τῶν ἀνδρῶν· ἀλλ’ ἔστιν ἡ φωνὴ ὀξυτέρα ἡ τῶν θηλειῶν παίδων ἢ τῶν ἀρρένων, καὶ ὁ παρθένιος αὐλὸς τοῦ παιδικοῦ ὀξύτερος.
因为总的来说,女性的声音比男性清脆,年轻女性的声音比年长女性清脆,正如儿童的声音比男子清脆一样;但女孩的声音比男孩的更清脆,女童管乐器也比男童管乐器的声音更尖锐。
Μάλιστα δὲ καὶ φυλακῆς δέονται περὶ τὸν χρόνον τοῦτον· μάλιστα γὰρ ὁρμῶσι πρὸς τὴν τῶν ἀφροδισίων χρῆσιν ἀρχομένων αὐτῶν, ὥστε ἂν μὴ διευλαβηθῶσι μηθὲν ἐπὶ πλεῖον κινῆσαι οὗ αὐτὰ τὰ σώματα μεταβάλλει μηθὲν χρωμένων ἀφροδισίοις, ἀκολουθεῖν εἴωθεν εἰς τὰς ὕστερον ἡλικίας.
在这一时期,他们尤其需要看护;因为在这些生理冲动刚开始时,他们最易急于尝试性交,因此,如果他们不加小心,在没有性交的情况下,将身体的刺激程度推到了超出其自然变化的范围,这种习惯往往会延续到往后的岁月中。
Αἵ τε γὰρ νέαι πάμπαν ἀφροδισιαζόμεναι ἀκολαστότεραι γίνονται καὶ οἱ ἄρρενες, ἐάν τ’ ἐπὶ θάτερα ἐάν τ’ ἐπ’ ἀμφότερα ἀφυλακτήσωσιν· οἵ τε γὰρ πόροι ἀναστομοῦνται, καὶ ποιοῦσιν εὔρουν τὸ σῶμα ταύτῃ· καὶ ἅμα ἡ τότε μνήμη τῆς συμβαινούσης ἡδονῆς ἐπιθυμίαν ποιεῖ τῆς τότε γινομένης ὁμιλίας.
因为极年轻时就进行性交的女性和男性都会变得更加放荡,无论是一方不加防范还是双方都不加防范;因为通道被打开了,并使身体更容易朝这个方向流动;同时,当时所产生的快感记忆,又会引发对当时所发生交合的渴望。