Humanitext Reader

アリストテレス · 動物誌 §6.8-6.9

多様な鳥類の抱卵習性とクジャクの繁殖生態

98 / 189 箇所 · ギリシア語

要旨

鳥類各種(ガチョウ、水鳥、カラス、モリバト、イワシャコ、クジャクなど)の抱卵の習性、交代の有無、およびクジャクの生態や飼育下での抱卵対策について述べ、鳥類の繁殖期における生理的変化に言及する。

§6.8Ἐπῳάζει δὲ τὰ πολλὰ τῶν ὀρνέων, ὥσπερ εἴρηται περὶ τῶν περιστερῶν, διαδεχόμενα τὰ ἄρρενα τοῖς θήλεσι, τὰ δὲ τοσοῦτον χρόνον ὅσον ἀπολείπει τὸ θῆλυ τροφὴν αὑτῷ ποριζόμενον.
鳥類の多くは、ハトについて述べられたように、雄が雌と交代しながら卵を抱くが、ある種の鳥では、雌が自分のために食物を調達しに離れている間だけ、雄が代わって抱く。
Τῶν δὲ χηνῶν αἱ θήλειαι ἐπῳάζουσι μόναι, καὶ διαμένουσι διὰ παντὸς ἐφεδρεύουσαι, ὅτανπερ ἄρξωνται τοῦτο ποιεῖν.
ガチョウでは雌だけが抱卵し、一度これを始めると、常にその上に座り続ける。
Πρὸς δὲ τόποις ἑλώδεσί τε καὶ πόαν ἔχουσι πάντων τῶν λιμναίων ὀρνίθων αἱ νεοττιαὶ γίνονται·
すべての水鳥の巣は、湿地で草の生い茂った場所に作られる。
διόπερ καὶ ἡσυχίαν ἔχοντες ἐπὶ τῶν ᾠῶν δύνανται τροφὴν αὑτοῖς πορίζεσθαι καὶ μὴ παντάπασιν ἄσιτοι εἶναι.
それゆえ、彼らは卵の上に静かに留まったままで、自分たちの食物を調達することができ、完全に断食状態にならずに済む。
Ἐπῳάζουσι δὲ καὶ τῶν κορωνῶν αἱ θήλειαι μόναι, καὶ διατελοῦσιν ἐπ’ αὐτῶν οὖσαι διὰ παντός·
カラスでも雌だけが抱卵し、常に卵の上にとどまり続ける。
τρέφουσι δ’ αὐτὰς οἱ ἄρρενες κομίζοντες τὴν τροφὴν αὐταῖς καὶ σιτίζοντες.
雄が食物を運んできて彼女たちを養い、餌を与える。
Τῶν δὲ φαβῶν ἡ μὲν θήλεια ἀπὸ δείλης ἀρξαμένη τήν τε νύχθ’ ὅλην ἐπῳάζει καὶ ἕως ἀκρατίσματος ὥρας, ὁ δ’ ἄρρην τὸ λοιπὸν τοῦ χρόνου.
モリバトでは、雌は午後から始めて夜通し、そして朝食の時刻まで抱卵し、雄が残りの時間を抱く。
Οἱ δὲ πέρδικες δύο ποιοῦνται τῶν ᾠῶν σηκούς, καὶ ἐφ’ ᾧ μὲν ἡ θήλεια ἐπὶ δὲ θατέρῳ ὁ ἄρρην ἐπῳάζει, καὶ ἐκλέψας ἐκπέμπει ἑκάτερος ἑκάτερα·
イワシャコは卵のために2つの巣を作り、一方では雌が、他方では雄が抱卵する。 そしてそれぞれが自分の卵を孵化させて雛を連れ出す。
καὶ τοὺς νεοττοὺς ὅταν πρῶτον ἐξάγῃ, ὀχεύει αὐτούς.
そして最初に雛を外へ連れ出すとき、雄は彼らと交尾する。
§6.9Ὁ δὲ ταὼς ζῇ μὲν περὶ πέντε καὶ εἴκοσιν ἔτη, γεννᾷ δὲ τριέτης μάλιστα, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν ἀπολαμβάνει·
クジャクは約25年生き、およそ3歳で生殖可能になり、その年に羽毛の多彩な色彩を獲得する。
ἐκλέπει δ’ ἐν τριάκονθ’ ἡμέραις ἢ μικρῷ πλείοσιν.
そして30日か、それよりわずかに多い日数で孵化させる。
Ἅπαξ δὲ τοῦ ἔτους μόνον τίκτει· τίκτει δ’ ᾠὰ δώδεκα ἢ μικρῷ ἐλάττω·
年に一度だけ産卵し、12個かそれよりわずかに少ない卵を産む。
τίκτει δὲ διαλείπων δύο ἢ τρεῖς ἡμέρας καὶ οὐκ ἐφεξῆς·
2、3日おきに産み、連続しては産まない。
αἱ δὲ πρωτοτόκοι μάλιστα περὶ ὀκτὼ ᾠά.
初めて産卵するものはだいたい8個程度を産む。
Τίκτουσι δ’ οἱ ταῲ ὑπηνέμια.
クジャクは無精卵も産む。
Ὀχεύονται δὲ περὶ τὸ ἔαρ· γίνεται δὲ καὶ ὁ τόκος εὐθέως μετὰ τὴν ὀχείαν.
春に交尾し、交尾のすぐ後に産卵が行われる。
Πτερορρυεῖ δὲ ἅμα τοῖς πρώτοις τῶν δένδρων καὶ ἄρχεται αὖθις ἀπολαμβάνειν τὴν πτέρωσιν ἅμα τῇ τούτων βλαστήσει.
木々が最初に葉を落とす時期にクジャクも換羽し、木々が芽吹くのと同時に再び羽毛が生え揃い始める。
Ἀλεκτορίδι δ’ ὑποτιθέασιν αὐτῶν τὰ ᾠὰ ἐπῳάζειν οἱ τρέφοντες διὰ τὸ τὸν ἄρρενα τῆς θηλείας τοῦτο δρώσης ἐπιπετόμενον συντρίβειν·
飼育者たちは、クジャクの卵を雌鶏に抱かせて孵化させる。 というのも、雌クジャクが抱卵していると、雄が襲いかかって卵を壊してしまうからである。
διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τῶν ἀγρίων ἔνιοι ὀρνίθων ἀποδιδράσκοντες τοὺς ἄρρενας τίκτουσι καὶ ἐπῳάζουσιν.
この理由により、野生の鳥たちの中にも、雄から逃れて卵を産み、抱卵するものがいる。
Ὑποτίθεται δὲ τοῖς ὄρνισι μάλιστα δύο ᾠά·
雌鶏の下にはクジャクの卵がせいぜい2個置かれる。
τοσαῦτα γὰρ μόνα δύναται ἐπῳάζουσα ἐξάγειν.
抱いている雌鶏はそれだけの数しか孵化させて育てられないからである。
Ἐπιμελοῦνται δ’ ὅπως μὴ καταβαίνουσα διαλίπῃ τὸν ἐπῳασμόν, παρατιθέντες τροφήν.
飼育者たちは雌鶏が巣から下りて抱卵を中断してしまわないよう、食物を傍らに置いて世話をする。
Οἱ δ’ ὄρνιθες περὶ τὴν ὀχείαν τοὺς ὄρχεις μείζους ἴσχουσιν ἐπιδήλως, οἱ μὲν μᾶλλον ὀχευτικοὶ καὶ μᾶλλον ἐπιδήλως, οἷον ἀλεκτρυόνες καὶ πέρδικες, οἱ δὲ μὴ συνεχῶς ἧττον.
鳥類は交尾期になると精巣が目に見えて大きくなる。 より頻繁に交尾する種類、たとえば雄鶏やイワシャコなどではそれがより顕著であり、継続的に交尾しない種類ではそれほどでもない。
Περὶ μὲν οὖν τῆς τῶν ὀρνίθων κυήσεως καὶ γενέσεως τοῦτον ἔχει τὸν τρόπον,
鳥類の妊娠と誕生については、以上のようである。

語釈・文法注

  1. §6.8τὰ δὲ τοσοῦτον χρόνον ὅσον ἀπολείπει τὸ θῆλυ τροφὴν αὑτῷ ποριζόμενον — 前半の「雄が雌と交代しながら(διαδεχόμενα τὰ ἄρρενα τοῖς θήλεσι)」という一般的な習性に対し、後半の τὰ δὲ(あるものは)で特定の習性を持つ鳥類を対比させている。ποριζόμενον は中性単数分詞で、中性名詞である τὸ θῆλυ にかかり、「雌が自分のために食物を調達しながら離れる」という同時状況を表す。
  2. §6.8καὶ τοὺς νεοττοὺς ὅταν πρῶτον ἐξάγῃ, ὀχεύει αὐτούς. — ここでの αὐτούς は直前の τοὺς νεοττοὺς(雛たち)を文法的な先行詞とする。イワシャコ(πέρδικες)の雄が極めて好色であり、孵化したばかりの雛であっても、あるいは雛を連れ出す際に交尾行動(ὀχεύει)をとるという、アリストテレスが他の箇所でも報告している特異な生態観察に基づいている。
  3. §6.9Πτερορρυεῖ δὲ ἅμα τοῖς πρώτοις τῶν δένδρων — 「樹木のうちで最初に(葉を落とすもの)と同時に(ἅμα)」という意味。鳥の換羽(πτερορρυεῖ)と植物の落葉プロセスが並行して起こることを、樹木側の能動的な動作の省略(φυλλορροεῖ 等の省略)を前提に、簡潔な与格句で表現している。
  4. §6.9διὰ τὸ τὸν ἄρρενα τῆς θηλείας τοῦτο δρώσης ἐπιπετόμενον συντρίβειν — 前置詞句 διὰ τό に支配された対格不定詞構文(主語 τὸν ἄρρενα、不定詞 συντρίβειν)。その内部に属格独立構文 τῆς θηλείας τοῦτο δρώσης(雌がこれ[抱卵]を行っているときに)が挿入され、さらに主語にかかる分詞 ἐπιπετόμενον(襲いかかって)が加わった多重構造になっている。

この箇所を引用する

アリストテレス, 動物誌 §6.8-6.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.8-6.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。