Humanitext Reader

亚里士多德 · 动物志 §6.8-6.9

鸟类的孵卵习性与孔雀的繁殖生态

第 98 段,共 189 段 · 希腊语

内容简介

本章节介绍了各种鸟类(鹅、水鸟、乌鸦、林鸽、石鸡和孔雀等)的孵卵习性与轮班方式,详细叙述了孔雀的繁殖与抚育特点,并指出了鸟类在交尾期睾丸变大等生理变化。

§6.8Ἐπῳάζει δὲ τὰ πολλὰ τῶν ὀρνέων, ὥσπερ εἴρηται περὶ τῶν περιστερῶν, διαδεχόμενα τὰ ἄρρενα τοῖς θήλεσι, τὰ δὲ τοσοῦτον χρόνον ὅσον ἀπολείπει τὸ θῆλυ τροφὴν αὑτῷ ποριζόμενον.
大多数鸟类,正如关于鸽子所说的那样,是由雄鸟与雌鸟轮流孵卵,或者有些雄鸟只在雌鸟离开为自己寻找食物的这段时间内代为孵卵。
Τῶν δὲ χηνῶν αἱ θήλειαι ἐπῳάζουσι μόναι, καὶ διαμένουσι διὰ παντὸς ἐφεδρεύουσαι, ὅτανπερ ἄρξωνται τοῦτο ποιεῖν.
在鹅中,只有雌鹅孵卵,并且一旦开始这样做,就始终坚持坐在蛋上。
Πρὸς δὲ τόποις ἑλώδεσί τε καὶ πόαν ἔχουσι πάντων τῶν λιμναίων ὀρνίθων αἱ νεοττιαὶ γίνονται· διόπερ καὶ ἡσυχίαν ἔχοντες ἐπὶ τῶν ᾠῶν δύνανται τροφὴν αὑτοῖς πορίζεσθαι καὶ μὴ παντάπασιν ἄσιτοι εἶναι.
所有沼泽鸟类的巢都建在潮湿且有草的地方;因此,它们可以在静静守在蛋上的同时为自己获取食物,而不至于完全挨饿。
Ἐπῳάζουσι δὲ καὶ τῶν κορωνῶν αἱ θήλειαι μόναι, καὶ διατελοῦσιν ἐπ’ αὐτῶν οὖσαι διὰ παντός· τρέφουσι δ’ αὐτὰς οἱ ἄρρενες κομίζοντες τὴν τροφὴν αὐταῖς καὶ σιτίζοντες.
乌鸦也是只有雌鸟孵卵,并且始终守在蛋上;雄鸟通过给它们带去食物并喂养它们来供养它们。
Τῶν δὲ φαβῶν ἡ μὲν θήλεια ἀπὸ δείλης ἀρξαμένη τήν τε νύχθ’ ὅλην ἐπῳάζει καὶ ἕως ἀκρατίσματος ὥρας, ὁ δ’ ἄρρην τὸ λοιπὸν τοῦ χρόνου.
在林鸽中,雌鸟从下午开始孵卵,度过整个夜晚,直到早餐时间,而雄鸟则在其余的时间里孵卵。
Οἱ δὲ πέρδικες δύο ποιοῦνται τῶν ᾠῶν σηκούς, καὶ ἐφ’ ᾧ μὲν ἡ θήλεια ἐπὶ δὲ θατέρῳ ὁ ἄρρην ἐπῳάζει, καὶ ἐκλέψας ἐκπέμπει ἑκάτερος ἑκάτερα· καὶ τοὺς νεοττοὺς ὅταν πρῶτον ἐξάγῃ, ὀχεύει αὐτούς.
石鸡会为它们的蛋筑两个巢,雌鸟在一个巢里孵卵,雄鸟在另一个巢里孵卵,各自孵化并带出自己的幼雏;当它第一次带出雏鸟时,雄鸟会与它们交尾。
§6.9Ὁ δὲ ταὼς ζῇ μὲν περὶ πέντε καὶ εἴκοσιν ἔτη, γεννᾷ δὲ τριέτης μάλιστα, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν ἀπολαμβάνει· ἐκλέπει δ’ ἐν τριάκονθ’ ἡμέραις ἢ μικρῷ πλείοσιν.
孔雀寿命约为二十五年,大约在三岁时开始繁殖,此时它也获得了羽毛的多彩颜色;它在三十天或稍多一点的时间内孵化。
Ἅπαξ δὲ τοῦ ἔτους μόνον τίκτει· τίκτει δ’ ᾠὰ δώδεκα ἢ μικρῷ ἐλάττω· τίκτει δὲ διαλείπων δύο ἢ τρεῖς ἡμέρας καὶ οὐκ ἐφεξῆς· αἱ δὲ πρωτοτόκοι μάλιστα περὶ ὀκτὼ ᾠά.
它每年只产卵一次;产卵十二个或稍少一些;它每隔两三天产卵一次,而不是连续地产;初次产卵的孔雀大约产八个蛋。
Τίκτουσι δ’ οἱ ταῲ ὑπηνέμια.
孔雀也产无精卵。
Ὀχεύονται δὲ περὶ τὸ ἔαρ· γίνεται δὲ καὶ ὁ τόκος εὐθέως μετὰ τὴν ὀχείαν.
它们在春天交尾;交尾后随即产卵。
Πτερορρυεῖ δὲ ἅμα τοῖς πρώτοις τῶν δένδρων καὶ ἄρχεται αὖθις ἀπολαμβάνειν τὴν πτέρωσιν ἅμα τῇ τούτων βλαστήσει.
孔雀换羽的时间与最早的树木落叶的时间相同,并随着树木的发芽而开始重新长出羽毛。
Ἀλεκτορίδι δ’ ὑποτιθέασιν αὐτῶν τὰ ᾠὰ ἐπῳάζειν οἱ τρέφοντες διὰ τὸ τὸν ἄρρενα τῆς θηλείας τοῦτο δρώσης ἐπιπετόμενον συντρίβειν· διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τῶν ἀγρίων ἔνιοι ὀρνίθων ἀποδιδράσκοντες τοὺς ἄρρενας τίκτουσι καὶ ἐπῳάζουσιν.
饲养者将孔雀的蛋放在母鸡下面孵化,因为当雌孔雀孵卵时,雄孔雀会飞扑上去将蛋砸碎;由于这个原因,一些野生鸟类也会逃离雄鸟来产卵和孵卵。
Ὑποτίθεται δὲ τοῖς ὄρνισι μάλιστα δύο ᾠά· τοσαῦτα γὰρ μόνα δύναται ἐπῳάζουσα ἐξάγειν.
放在母鸡下面的孔雀蛋最多只有两个;因为母鸡在孵化时只能带出这么多。
Ἐπιμελοῦνται δ’ ὅπως μὴ καταβαίνουσα διαλίπῃ τὸν ἐπῳασμόν, παρατιθέντες τροφήν.
饲养者通过在母鸡身旁放置食物,来确保它不会因走下来而中断孵卵。
Οἱ δ’ ὄρνιθες περὶ τὴν ὀχείαν τοὺς ὄρχεις μείζους ἴσχουσιν ἐπιδήλως, οἱ μὲν μᾶλλον ὀχευτικοὶ καὶ μᾶλλον ἐπιδήλως, οἷον ἀλεκτρυόνες καὶ πέρδικες, οἱ δὲ μὴ συνεχῶς ἧττον.
鸟类在交尾期,其睾丸明显变大,那些更频繁交尾的鸟类更为明显,例如公鸡和石鸡,而那些不持续交尾的鸟类则不那么明显。
Περὶ μὲν οὖν τῆς τῶν ὀρνίθων κυήσεως καὶ γενέσεως τοῦτον ἔχει τὸν τρόπον,
关于鸟类的孕育和产生,情况就是这样。

词汇与语法注释

  1. §6.8τὰ δὲ τοσοῦτον χρόνον ὅσον ἀπολείπει τὸ θῆλυ τροφὴν αὑτῷ ποριζόμενον — 相对于前半句描述的一般习性“雄鸟与雌鸟轮流”(διαδεχόμενα τὰ ἄρρενα τοῖς θήλεσι),后半句以“τὰ δὲ”(而另一些)对比了特定鸟类的习性。分词“ποριζόμενον”为中性单数,修饰中性名词“τὸ θῆλυ”,表示雌鸟在离开觅食时的伴随状态。
  2. §6.8καὶ τοὺς νεοττοὺς ὅταν πρῶτον ἐξάγῃ, ὀχεύει αὐτούς. — 此处的“αὐτούς”在语法上的先行词是紧邻的“τοὺς νεοττοὺς”(雏鸟)。这基于亚里士多德在其他地方也提到的奇特生态观察,即公石鸡极度好色,甚至在第一次带出雏鸟时,也会尝试与它们交尾(“ὀχεύει”)。
  3. §6.9Πτερορρυεῖ δὲ ἅμα τοῖς πρώτοις τῶν δένδρων — 意为“与最早[落叶]的树木同时”。用一个简短的与格结构“ἅμα τοῖς πρώτοις”将孔雀的换羽(πτερορρυεῖ)与树木落叶的过程联系起来,省略了表示树木落叶的动词。
  4. §6.9διὰ τὸ τὸν ἄρρενα τῆς θηλείας τοῦτο δρώσης ἐπιπετόμενον συντρίβειν — 这是一个由“διὰ”引导的带宾格的不定式结构(主语为“τὸν ἄρρενα”,不定式为“συντρίβειν”)。该结构内部嵌套了属格独立结构“τῆς θηλείας τοῦτο δρώσης”(当雌鸟正在做这件事时),以及修饰主语的分词“ἐπιπετόμενον”(飞扑)。

引用这一段

亚里士多德, 动物志 §6.8-6.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.8-6.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。